Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο

Plutarch

Plutarch. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Οἴκοι τὰ Μιλήσια: ἐπὶ τῶν ὅποι μὴ προςήκει τὴν τρυφὴν ἐπιδεικνυμένων. Ἀρισταγόρας ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν· ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῆ καὶ τὴν ἄλλην τρυφὴν τὴν Ἰωνικήν· εἶπεν οὖν τις πρὸς αὐτὸν τῶν Ἐφόρων, Οἴκοι τὰ Μιλήσια.

Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων. Χάρης γὰρ στρατηγὸς Ἀθηναῖος προχείρως πολλὰ ἐπηγγείλατο.

Ὀπισαμβώ: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐν τοῖς πράγμασι προβαινόντων ἀεί· παρὰ τὸ ὀπίσω βαίνειν.

Εὐδαίμων ὁ Κορίνθιος **: κώμη ἐστὶ πλησίον τῆς Κορίνθου ** κατάφυτος· ὡς τῶν ἐν τῇ κώμῃ ὁμολογούντων μὲν Κόρινθον εἶναι εὐδαίμονα, αἱρουμένων δὲ ἥττονα κώμην ἔχειν.

Τυδεὺς ἐκ συφορβίου: ἐπὶ τῶν ἀπαιδεύτων. Οἰνεὺς τὴν θυγατέρα Ἱππονόου Περίβοιαν ἐβιάσατο· γνοὺς δὲ αὐτὴν ἔγκυον οὖσαν ὁ πατὴρ συφορβοῖς παρέδωκε μετὰ τοῦ γενομένου παιδίου Τυδέως.

Κλειτοριάζεις: ἐπὶ τῶν παιδεραστούντων.

Τί σοι ὁ Ἀπόλλων ἐκιθάρισεν; ἤγουν, τί ἐμαντεύσατο;

Κεστρεὺς νηστεύει: ἐπὶ τῶν δικαιοπραγούντων μὲν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἐπιφερομένων. ὁ γὰρ κεστρεὺς τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται τῆς σαρκοφαγίας, ἐσθίων ἰλύν.

Βοιωτοῖς μαντεύσειας: αὕτη κατάρα τίς ἐστί. μαντευομένοις γὰρ τοῖς Θηβαίοις περὶ πολέμου ἀνεῖλεν ἡ Πυθία νίκην αὐτοῖς ἀσεβήσασιν ἔσεσθαι· εἷς δὲ τῶν θεωρῶν ἁρπάσας τὴν προφῆτιν Μυρτίλαν ἐνέβαλεν εἰς θέρμοῦ παρακείμενον λέβητα. ἄλλοι φασὶ, Θηβαίοις πολεμοῦσι Βόμβρος μάντις πλείους ἔφη νικήσεσθαι, εἰ

προθύσαιεν τῶν ἡγεμόνων ἕνα· οἱ δὲ ἀποκτείναντες τὸν Βόμβρον ἐνίκησαν.

Πλείους τῶν Καλλικυρίων: Καλλικυρίων ποτὲ πλῆθος ἐπῴκησε τὰς Συρακούσας οὕτω πολλοὶ, ὥςτε καὶ τοὺς προτέρους οἰκήτορας ἐκβαλεῖν. Κέλμις ἐν σιδήρῳ: ἐπὶ τῶν σφόδρα ἑαυτοῖς πιστευσάντων, ὅτι ἰσχυροὶ καὶ δυρχείρωτοι πεφύκασι.

Κέλμις γάρ τις ἐν Ἴδῃ στεῤῥότατον σίδηρον ἐργαζόμενος.

Ὁ Κερκυραῖος μαστιγούμενος ἅμα αὐτὸν † ἠργολάβησαὶ: αἱ μάστιγες αἱ Κερκυραῖαι λέγονται διάφοροι εἶναι παρὰ τὰς ἄλλας.

Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλ’ ἐπίβαλλε: ἐπὶ τῶν διὰ γῆρας δεομένων ῥᾳστώνης τινὸς καὶ ἀναπαύλης.

Πόλεις παίζομεν: πόλις εἶδος ἐστὶ παιδιᾶς πεττευτικῆς.

Ἄριστα χωλὸς οἰφεῖ: αἱ Ἀμαζόνες τοὺς γενομένους ἄρσενας ἐπήρουν, ἢ σκέλος ἢ χεῖρα περιελόμεναι· πολεμοῦντες δὲ πρὸς αὐτὰς οἱ Σκύθαι καὶ βουλόμενοι πρὸς αὐτὰς σπείσασθαι ἔλεγον, ὅτι συνέσονται τοῖς Σκύθαις εἰς γάμον ἀπηρώτοις καὶ μὴ λελωβημένοις. ἀποκριναμένη δὲ πρὸς αὐτοὺς ἡ Ἀντιάνειρα ἡγεμὼν τῶν Ἀμαζόνων εἶπεν· Ἄριστα χωλὸς οἰφεῖ.

Ἔφυγον κακὸν, εὗρον ἄμεινον: ἐπὶ τῶν

μεταβολὴν ἐν ἑαυτοῖς κρείττονα οἰωνιζομένων. Ἀθήνησι γὰρ ἐν τοῖς γάμοις ἔθος ἦν ἀμφιθαλῆ παῖδα ἀκάνθας μετὰ δρυΐνων καρπῶν στέφεσθαι, καὶ λίκνον ἄρτων πλήρη περιφέροντα λέγειν, Ἔφυγον κακὸν, εὗρον ἄμεινον. Ἐσήμαινον δὲ ὡς ἀπεώσαντο μὲν τὴν ἀγρίαν καὶ παλαιὰν δίαιταν, εὑρήκασι δὲ τὴν ἥμερον τροφήν.

Μυκόνιος γείτων: ἐπὶ τῶν διαβεβλημένων ἐπὶ γλισχρότητι καὶ μικροπρεπείᾳ, παρὰ τὴν μικρότητα τῆς νήσου καὶ εὐτέλειαν, τῆς Μυκόνου.

Τὸ σκαμβὸν ξύλον οὐδέποτε ὀρθοῦν: ἐπὶ τῶν πειρωμένων διάστροφα ξύλα κατευθύνειν.

Ὁ παῖς τὸν κρύσταλλον: ἐπὶ τῶν μὴ κατέχειν δυναμένων, μήτε μεθεῖναι βουλομένων.

Τὸν ἵππον ὁ Σκύθης: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀπωθουμένων καὶ διαπτυόντων αὐτό.