Adversus Coloten

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ὁ δὲ Κωλώτης; ἔοικε ταὐτὸ πάσχειν τοῖς νεωστὶ γράμματα μανθάνουσι τῶν παίδων, οἳ τοὺς χαρακτῆρας ἐν τοῖς πυξίοις ἐθιζόμενοι λέγειν, ὅταν

ἔξω γεγραμμένους ἐν ἑτέροις ἴδωσιν, ἀμφιγνοοῦσι καὶ ταράττονται καὶ γὰρ οὗτος, οὓς ἐν τοῖς Ἐπικούρου γράμμασιν ἀσπάζεται καὶ ἀγαπᾷ λόγους, οὐ συνίησιν οὐδὲ γιγνώσκει λεγομένους ὑφʼ ἑτέρων. οἱ γάρ, εἰδώλου προσπίπτοντος ἡμῖν περιφεροῦς ἑτέρου δὲ κεκλασμένου, τὴν μὲν αἴσθησιν ἀληθῶς τυποῦσθαι λέγοντες, προσαποφαίνεσθαι δʼ οὐκ ἐῶντες ὅτι στρογγύλος ὁ πύργος ἐστὶν ἡ δὲ κώπη κέκλασται, τὰ πάθη τὰ αὑτῶν καὶ τὰ φαντάσματα βεβαιοῦσι τὰ δʼ ἐκτὸς οὕτως ἔχειν ὁμολογεῖν οὐκ ἐθέλουσιν ἀλλʼ ὡς ἐκείνοις τὸ ἱπποῦσθαι καὶ τὸ τοιχοῦσθαι λεκτέον οὐχ ἵππον οὐδὲ τοῖχον, οὕτως ἄρα τὸ στρογγυλοῦσθαι καὶ τὸ σκαληνοῦσθαι τὴν ὄψιν, οὐ σκαληνὸν οὐδὲ στρογγύλον ἀνάγκη τὴν κώπην καὶ τὸν πύργον λέγειν· τὸ γὰρ εἴδωλον, ὑφʼ οὗ πέπονθεν ἡ ὄψις, κεκλασμένον ἐστίν· ἡ κώπη δʼ ἀφʼ ἧς τὸ εἴδωλον οὔκ ἐστι κεκλασμένη. διαφορὰν οὖν τοῦ πάθους πρὸς τὸ ὑποκείμενον ἐκτὸς ἔχοντος, ἢ μένειν ἐπὶ τοῦ πάθους δεῖ τὴν πίστιν ἢ τὸ εἶναι τῷ φαίνεσθαι προσαποφαινομένην ἐλέγχεσθαι. τὸ δὲ δὴ βοᾶν αὐτοὺς καὶ ἀγανακτεῖν ὑπὲρ τῆς αἰσθήσεως, ὡς οὐ λέγουσι τὸ ἐκτὸς εἶναι θερμὸν ἀλλὰ τὸ ἐν αὐτῇ πάθος γεγονέναι τοιοῦτον· ἆρʼ οὐ ταὐτόν ἐστι τῷ λεγομένῳ περὶ τῆς; γεύσεως, ὅτι τὸ ἐκτὸς οὒ φασιν εἶναι γλυκὺ πάθος δέ τι καὶ κίνημα περὶ
αὐτὴν γεγονέναι τοιοῦτον; ὁ δὲ λέγων ἀνθρωποειδῆ φαντασίαν λαμβάνειν, εἰ δʼ ἄνθρωπός ἐστι μὴ αἰσθάνεσθαι, πόθεν εἴληφε τὰς ἀφορμάς; οὐ παρὰ τῶν λεγόντων καμπυλοειδῆ φαντασίαν λαμβάνειν, εἰ δὲ καμπύλον ἐστί, μὴ προσαποφαίνεσθαι τὴν ὄψιν μηδʼ ὅτι στρογγύλον, ἀλλʼ ὅτι φάντασμα περὶ αὐτὴν καὶ τύπωμα στρογγυλοειδὲς γέγονε; νὴ Δία, φήσει τις, ἀλλʼ ἐγὼ τῷ πύργῳ προσελθὼν καὶ τῆς κώπης ἁψάμενος ἀποφανοῦμαι τὴν μὲν εὐθεῖαν εἶναι τὸν δὲ πολύγωνον· ἐκεῖνος δέ, κἂν ἐγγὺς γένηται, τὸ δοκεῖν καὶ τὸ φαίνεσθαι, πλέον δʼ οὐδὲν ὁμολογήσει. ναὶ μὰ Δία σοῦ γε μᾶλλον, ὦ βέλτιστε, τὸ ἀκόλουθον ὁρῶν καὶ φυλάττων, τὸ πᾶσαν εἶναι φαντασίαν ὁμοίως ἀξιόπιστον ὑπὲρ ἑαυτῆς, ὑπὲρ ἄλλου δὲ μηδεμίαν ἀλλʼ ἐπίσης ἔχειν. σοὶ δʼ οἴχεται τὸ πάσας ὑπάρχειν ἀληθεῖς, ἄπιστον δὲ καὶ ψευδῆ μηδεμίαν, εἰ ταύταις μὲν οἴει δεῖν προσαποφαίνεσθαι περὶ τῶν ἐκτός, ἐκείναις δὲ --- τοῦ πάσχειν πλέον οὐδὲν ἐπίστευες. εἰ μὲν γὰρ ἐπίσης ἔχουσιν ἐγγύς τε γενόμεναι καὶ μακρὰν οὖσαι πρὸς πίστιν, ἢ πάσαις δίκαιόν ἐστιν ἢ μηδὲ ταύταις ἕπεσθαι τὴν προσαποφαινομένην τὸ εἶναι κρίσιν εἰ δὲ γίγνεται διαφορὰ τοῦ πάθους ἀποστᾶσι καὶ προσελθοῦσι, ψεῦδός ἐστι τὸ μήτε φαντασίαν μήτʼ αἴσθησιν σιν ἑτέρας ἑτέραν ἐναργεστέραν ὑπάρχειν καθάπερ
ἃς λέγουσιν ἐπιμαρτυρήσεις καὶ ἀντιμαρτυρήσεις οὐθέν εἰσι πρὸς τὴν αἴσθησιν ἀλλὰ πρὸς τὴν δόξαν· ὥστʼ εἰ ταύταις ἑπομένους ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς κελεύουσι, τῆς δόξης κρῖμα τὸ εἶναι τῆς δʼ αἰσθήσεως πάθος τὸ φαινόμενον ποιοῦντες, ἀπὸ τοῦ πάντως ἀληθοῦς τὴν κρίσιν ἐπὶ τὸ διαπῖπτον πολλάκις μεταφέρουσιν.

ἀλλὰ ταῦτα μὲν ὅσης ἐστὶ μεστὰ ταραχῆς καὶ μάχης πρὸς ἑαυτά, τί δεῖ λέγειν ἐν τῷ παρόντι; τοῦ δʼ Ἀρκεσιλάου τὸν Ἐπίκουρον οὐ μετρίως ἔοικεν ἡ δόξα παραλυπεῖν, ἐν τοῖς τότε χρόνοις μάλιστα τῶν φιλοσόφων ἀγαπηθέντος μηδὲν γὰρ αὐτὸν ἴδιον λέγοντά φησιν ὑπόληψιν ἐμποιεῖν καὶ δόξαν ἀνθρώποις ἀγραμμάτοις ἅτε δὴ πολυγράμματος αὐτὸς ὢν καὶ μεμουσωμένος. ὁ δʼ Ἀρκεσίλαος τοσοῦτον ἀπέδει τοῦ καινοτομίας τινὰ δόξαν ἀγαπᾶν καὶ ὑποποιεῖσθαί τι τῶν παλαιῶν, ὥστʼ ἐγκαλεῖν τοὺς τότε σοφιστάς, ὅτι προστρίβεται Σωκράτει καὶ Πλάτωνι καὶ Παρμενίδῃ καὶ Ἡρακλείτῳ τὰ περὶ τῆς ἐποχῆς δόγματα καὶ τῆς ἀκαταληψίας, οὐδὲν δεομένοις, ἀλλʼ οἷον ἀναγωγὴν καὶ βεβαίωσιν αὐτῶν εἰς ἄνδρας ἐνδόξους ποιούμενος. ὑπὲρ μὲν οὖν τούτου Κωλώτῃ χάρις καὶ παντὶ τῷ τὸν Ἀκαδημαϊκὸν λόγον ἄνωθεν ἣκειν εἰς Ἀρκεσίλαον ἀποφαίνοντι. τὴν δὲ περὶ πάντων ἐποχὴν οὐδʼ οἱ πολλὰ πραγματευσάμενοι καὶ κατατείναντες εἰς τοῦτο συγγράμματα καὶ

λόγους ἐκίνησαν· ἀλλʼ ἐκ τῆς Στοᾶς αὐτῆς τελευτῶντες ὥσπερ Γοργόνα τὴν ἀπραξίαν ἐπάγοντες ἀπηγόρευσαν, ὡς πάντα πειρῶσι καὶ στρέφουσιν αὐτοῖς οὐχ ὑπήκουσεν ἡ ὁρμὴ γενέσθαι συγκατάθεσις οὐδὲ τῆς ῥοπῆς ἀρχὴν ἐδέξατο τὴν αἴσθησιν, ἀλλʼ ἐξ ἑαυτῆς ἀγωγὸς ἐπὶ τὰς πράξεις ἐφάνη, μὴ δεομένη τοῦ προστίθεσθαι. νόμιμοι γὰρ οἱ πρὸς ἐκείνους ἀγῶνές εἰσι, καὶ
ὁπποῖὸν κʼ εἴπῃσθα ἔπος, τοῖὸν κʼ ἐπακούσαις.
Κωλώτῃ δʼ οἶμαι τὰ περὶ ὁρμῆς καὶ συγκαταθέσεως ὄνῳ λύρας ἀκρόασιν εἶναι. λέγεται δὲ τοῖς συνεπομένοις καὶ ἀκούουσιν, ὅτι, τριῶν περὶ τὴν ψυχὴν κινημάτων ὄντων, φανταστικοῦ καὶ ὁρμητικοῦ καὶ συγκαταθετικοῦ, τὸ μὲν φανταστικὸν οὐδὲ βουλομένοις ἀνελεῖν ἔστιν, ἀλλʼ ἀνάγκη προεντυγχάνοντας τοῖς πράγμασι τυποῦσθαι καὶ πάσχειν ὑπʼ αὐτῶν· τὸ δʼ ὁρμητικὸν ἐγειρόμενον ὑπὸ τοῦ φανταστικοῦ πρὸς τὰ οἰκεῖα πρακτικῶς κινεῖ τὸν ἄνθρωπον, οἷον ῥοπῆς ἐν τῷ ἡγεμονικῷ καὶ νεύσεως γινομένης οὐδὲ τοῦτʼ οὖν ἀναιροῦσιν οἱ περὶ πάντων ἐπέχοντες, ἀλλὰ χρῶνται τῇ ὁρμῇ φυσικῶς ἀγούσῃ πρὸς τὸ φαινόμενον οἰκεῖον. τί οὖν φεύγουσι μόνον; ᾧ μόνῳ ψεῦδος ἐμφύεται καὶ ἀπάτη, τὸ δοξάζειν καὶ προπίπτειν τὴν συγκατάθεσιν, εἶξιν οὖσαν ὑπʼ ἀσθενείας τῷ φαινομένῳ, χρήσιμον δʼ οὐδὲν
ἔχουσαν. ἡ γὰρ πρᾶξις δυεῖν δεῖται, φαντασίας τοῦ οἰκείου καὶ πρὸς τὸ φανὲν οἰκεῖον ὁρμῆς, ὧν οὐδέτερον τῇ ἐποχῇ μάχεται · δόξης γὰρ οὐχ ὁρμῆς οὐδὲ φαντασίας ὁ λόγος ἀφίστησιν. ὅταν οὖν φανῇ τὸ ἡδὺ οἰκεῖον, οὐδὲν δεῖ πρὸς τὴν ἐπʼ αὐτὸ κίνησιν καὶ φορὰν δόξης, ἀλλʼ ἦλθεν εὐθὺς ἡ ὁρμή, κίνησις οὖσα καὶ φορὰ τῆς ψυχῆς.

καὶ μὴν αὐτῶν γε τούτων ὡς αἴσθησιν ἔχειν δεῖ καὶ σάρκινον εἶναι, καὶ φανεῖται ἡδονὴ ἀγαθόν οὐκοῦν καὶ τῷ ἐπέχοντι ἀγαθὸν φανεῖται καὶ γὰρ αἰσθήσεως μετέχει καὶ σάρκινός ἐστι· καὶ λαβὼν ἀγαθοῦ φαντασίαν ὀρέγεται καὶ ὁρμᾷ, πάντα πράττων ὅπως οὐ διαφεύξεται αὐτόν, ἀλλʼ ὡς ἀνυστὸν ἀεὶ συνέσται τῷ οἰκείῳ, φυσικαῖς, οὐ γεωμετρικαῖς ἑλκόμενος ἀνάγκαις ἄνευ διδασκάλου γὰρ αὐτὰ προκαλεῖται τὰ καλὰ ταῦτα καὶ λεῖα καὶ προσηνῆ κινήματα τῆς σαρκός, ὡς αὐτοί φασιν οὗτοι, καὶ τὸν πάνυ μὴ φάσκοντα μηδʼ ὁμολογοῦντα κάμπτεσθαι καὶ μαλάσσεσθαι τούτοις. ἀλλὰ πῶς οὐκ εἰς ὄρος ἄπεισι τρέχων ὁ ἐπέχων ἀλλʼ εἰς βαλανεῖον, οὐδὲ πρὸς τὸν τοῖχον ἀλλὰ πρὸς τὰς θύρας ἀναστὰς βαδίζει, βουλόμενος εἰς ἀγορὰν προελθεῖν; τοῦτʼ ἐρωτᾷς, ἀκριβῆ τὰ αἰσθητήρια λέγων εἶναι καὶ τὰς; φαντασίας ἀληθεῖς; ὅτι φαίνεται δήπουθεν αὐτῷ βαλανεῖον οὐ τὸ ὄρος ἀλλὰ τὸ βαλανεῖον, καὶ

θύρα οὐχ ὁ τοῖχος ἀλλʼ ἡ θύρα· καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον. ὁ γὰρ τῆς ἐποχῆς λόγος οὐ παρατρέπει τὴν αἴσθησιν, οὐδὲ τοῖς ἀλόγοις πάθεσιν αὐτῆς καὶ κινήμασιν ἀλλοίωσιν ἐμποιεῖ διαταράττουσαν τὸ φανταστικόν, ἀλλὰ τὰς δόξας μόνον ἀναιρεῖ χρῆται τοῖς ἄλλοις ὡς πέφυκεν ἀλλʼ ἀδύνατον τὸ μὴ συγκατατίθεσθαι τοῖς ἐναργέσι τὸ ἀρνεῖσθαι τὰ πεπιστευμένα τοῦ μήτʼ, ἀρνεῖσθαι μήτε τιθέναι παραλογώτερον. τίς οὖν κινεῖ τὰ πεπιστευμένα καὶ μάχεται τοῖς ἐναργέσιν; οἱ μαντικὴν ἀναιροῦντες καὶ πρόνοιαν ὑπάρχειν θεῶν φάσκοντες μηδὲ τὸν ἥλιον ἔμψυχον εἶναι μηδὲ τὴν σελήνην, οἷς πάντες ἄνθρωποι θύουσι καὶ προσεύχονται καὶ σέβονται τὸ φύσει περιέχεσθαι τὰ τεκόντα τῶν γειναμένων οὐχὶ πᾶσι φαινόμενον ἀναιρεῖτε; τὸ δὲ πόνου καὶ ἡδονῆς μηδὲν εἶναι μέσον οὐκ ἀποφαίνεσθε παρὰ τὴν πάντων αἴσθησιν, ἥδεσθαι τὸ μὴ ἀλγεῖν καὶ πάσχειν τὸ μὴ --- λέγοντες;

ἀλλʼ ἵνα τἄλλα ἐάσω, τί μᾶλλον ἐναργὲς οὕτως ἐστὶ καὶ πεπιστευμένον, ὡς τὸ παρορᾶν καὶ παρακούειν ἐν πάθεσιν ἐκστατικοῖς καὶ μελαγχολικοῖς ὄντα, ὅταν ἡ διάνοια τοιαῦτα πάσχῃ καὶ ταράττηται

αἳ δέ με δᾳδοφόροι μελανείμονες ὄμμα πυροῦσι
καὶ
  1. ἔχουσα;
ταῦτα μέντοι καὶ πολλὰ τούτων ἕτερα τραγικώτερα τοῖς Ἐμπεδοκλέους ἐοικότα τεράσμασιν, ὧν καταγελῶσιν, εἱλίποδʼ ἀκριτόχειρα καὶ βουγενῆ ἀνδρόπρωρα , καὶ τίνα γὰρ οὐκ ὄψιν ἢ φύσιν ἔκφυλον εἰς ταὐτὸ συνενεγκόντες ἐκ τῶν ἐνυπνίων καὶ τῶν παρακοπῶν οὐδὲν εἶναί φασι παρόραμα τούτων οὐδὲ ψεῦδος οὐδʼ ἀσύστατον, ἀλλὰ φαντασίας ἀληθεῖς ἁπάσας καὶ σώματα καὶ μορφὰς ἐκ τοῦ περιέχοντος ἀφικνουμένας. εἶτʼ ἔστι τί τῶν ὄντων ἀδύνατον ἀπιστεῖν, εἰ ταῦτα πιστεύεσθαι δυνατόν ἐστιν; ἃ γὰρ οὐδεὶς σκευοποιὸς ἢ πλάστης θαυμάτων ἢ γραφεὺς δεινὸς ἐτόλμησε μῖξαι πρὸς ἀπάτην εἰκάσματα καὶ παίγνια, ταῦθʼ ὑπάρχειν ἀπὸ σπουδῆς τιθέμενοι, μᾶλλον δʼ ὅλως, εἰ ταῦτα μὴ ὑπάρχοι, πίστιν οἴχεσθαι καὶ βεβαιότητα καὶ κρίσιν ἀληθείας φάσκοντες αὐτοὶ καταβάλλουσιν εἰς ἀσάφειαν πάντα πράγματα καὶ ταῖς κρίσεσι φόβους καὶ ταῖς πράξεσιν ὑποψίας ἐπάγουσιν, εἰ τὰ πραττόμενα καὶ νομιζόμενα καὶ συνήθη καὶ ἀνὰ χεῖρας ἡμῖν ἐπὶ τῆς· αὐτῆς φαντασίας καὶ πίστεως ὀχεῖται τοῖς μανι
κοῖς καὶ ἀτόποις καὶ παρανόμοις ἐκείνοις φάσμασιν. ἡ. γὰρ ἰσότης, ἣν ὑποτίθενται πᾶσι, τῶν νενομισμένων ἀφίστησι μᾶλλον ἢ προστίθησι τοῖς παραλόγοις τὴν πίστιν. ὅθεν ἴσμεν οὐκ ὀλίγους τῶν φιλοσόφων ἥδιον ἂν θεμένους τὸ μηδεμίαν ἢ τὸ πάσας ἀληθεῖς εἶναι τὰς φαντασίας, καὶ μᾶλλον ἂν οἷς οὐ παρατυγχάνουσι διαπιστήσαντας ἀνθρώποις καὶ πράγμασι καὶ λόγοις ἁπλῶς ἅπασιν ἢ μίαν ἐκείνων ἀληθῆ καὶ ὑπάρχουσαν εἶναι φαντασίαν πεισθέντας, ἃς λυττῶντες ἢ κορυβαντιῶντες ἢ κοιμώμενοι λαμβάνουσιν. ἃ τοίνυν ἔστι μὲν ἀναιρεῖν, ἔστι δʼ ὡς οὐκ ἔστιν ἐπέχειν περὶ αὐτῶν, εἰ μηδὲν ἄλλο, τήν γε διαφωνίαν ταύτην λαβόντας αἰτίαν ἀποχρῶσαν ὑπονοίας πρὸς τὰ πράγματα καὶ οὐδʼ οὕτως; ὑγιὲς οὐδέν, ἀσάφειαν δὲ καὶ ταραχὴν ἔχοντα πᾶσαν. ταῖς μέν γε περὶ κόσμων ἀπειρίαις καὶ ἀτόμων φύσεως καὶ ἀμερῶν καὶ παρεγκλίσεων διαφοραῖς, εἰ καὶ πάνυ πολλοὺς διαταράττουσιν, ἔνεστιν ὅμως παραμυθία, τὸ μηδὲν ἐγγὺς εἶναι, μᾶλλον δʼ ὅλως ἐπέκεινα τῆς αἰσθήσεως ἀπῳκίσθαι τῶν ζητουμένων ἕκαστον· ἡ δʼ ἐν ὀφθαλμοῖς αὕτη καὶ ἀκοαῖς
καὶ χερσὶν ἀπιστία καὶ ἄγνοια καὶ ταραχὴ περὶ τὰ αἰσθητὰ καὶ τὰς φαντασίας, εἴτʼ ἀληθεῖς εἰσιν εἴτε ψευδεῖς, τίνα δόξαν οὐ σαλεύει; ποίαν δʼ οὐκ ἄνω καὶ κάτω ποιεῖ συγκατάθεσιν καὶ κρίσιν; εἰ γὰρ οὐ κραιπαλῶντες οὐδὲ φαρμακῶντες ἄνθρωποι καὶ παρακόπτοντες, ἀλλὰ νήφοντες καὶ ὑγιαίνοντες καὶ γράφοντες περὶ ἀληθείας καὶ κανόνων καὶ κριτηρίων, ἐν τοῖς ἐναργεστάτοις πάθεσι καὶ κινήμασι τῆς αἰσθήσεως ἢ τὸ ἀνύπαρκτον ἀληθὲς ἢ ψεῦδος καὶ ἀνύπαρκτον ἡγοῦνται τἀληθές, οὐκ εἰ περὶ πάντων ἡσυχάζουσιν, ἀλλʼ εἴ τισιν ὅλως ἀνθρώποις συγκατατίθενται, θαυμάζειν ἄξιον· οὐδʼ ἄπιστον, εἰ μηδεμίαν κρίσιν ἔχουσι περὶ τῶν φαινομένων, ἀλλʼ εἰ τὰς ἐναντίας ἔχουσι. τοῦ γὰρ ἐναντία λέγειν ἀλλήλοις καὶ ἀντικείμενα τὸ μὴ τιθέναι μηδέτερον, ἀλλʼ ἐπέχειν περὶ τῶν ἀντικειμένων, ἧττον ἄν τις θαυμάσειεν· ὁ γὰρ μήτε τιθεὶς μήτʼ ἀρνούμενος ἀλλʼ ἡσυχάζων καὶ τῷ τιθέντι τὴν δόξαν ἧττον μάχεται τοῦ ἀρνουμένου καὶ τῷ ἀρνουμένῳ τοῦ τιθέντος εἰ δὲ περὶ τούτων δυνατόν ἐστιν ἐπέχειν, οὐδὲ περὶ τῶν ἄλλων ἀδύνατον, κατὰ γʼ ὑμᾶς, αἴσθησιν αἰσθήσεως καὶ φαντασίαν φαντασίας οὐδʼ ὁτιοῦν διαφέρειν ἡγουμένους.

οὐ μῦθος οὖν οὐδὲ θήρα μειρακίων λαμυρῶν καὶ προπετῶν ὁ περὶ τῆς ἐποχῆς λόγος ἐστίν,

ὡς οἴεται Κωλώτης, ἀλλʼ ἕξις ἀνδρῶν καὶ διάθεσις φυλάττουσα τὸ ἀδιάπτωτον καὶ μὴ προϊεμένη ταῖς διαβεβλημέναις οὕτω καὶ δυστατούσαις αἰσθήσεσι τὴν κρίσιν μηδὲ συνεξαπατωμένη τούτοις, οἳ τὰ φαινόμενα τῶν ἀδήλων πίστιν ἔχειν φάσκουσιν, ἀπιστίαν τοσαύτην καὶ ἀσάφειαν ἐν τοῖς φαινομένοις ὁρῶντες. ἀλλὰ μῦθος μέν ἐστιν ἡ ἀπειρία καὶ τὰ εἴδωλα, προπέτειαν δὲ καὶ λαμυρίαν ἐμποιεῖ νέοις ὁ περὶ Πυθοκλέους οὔπω γεγονότος ὀκτωκαίδεκα ἔτη γράφων οὐκ εἶναι φύσιν ἐν ὅλῃ τῇ Ἑλλάδι ἀμείνω καὶ τερατικῶς αὐτὸν εὖ ἀπαγγέλλειν, καὶ πάσχειν αὐτὸς τὸ τῶν γυναικῶν εὐχόμενος ἀνεμέσητα πάντα εἶναι καὶ ἀνεπίφθονα τῆς ὑπερβολῆς τοῦ νεανίσκου σοφισταὶ δʼ εἰσὶ καὶ ἀλαζόνες οἱ πρὸς ἄνδρας ἐλλογίμους οὕτως ἀσελγῶς καὶ ὑπερηφάνως γράφοντες;, καίτοι Πλάτων καὶ Ἀριστοτέλης καὶ Θεόφραστος καὶ Δημόκριτος ἀντειρήκασι τοῖς πρὸ αὐτῶν· βιβλίον δὲ τοιαύτην ἐπιγραφὴν ἔχον ὁμοῦ πρὸς ἅπαντας οὐδεὶς ἄλλος ἐξενεγκεῖν ἐτόλμησεν .

ὅθεν, ὥσπερ οἱ περὶ τὸ θεῖον πλημμελήσαντες, ἐξαγορεύων τὰ ἑαυτοῦ κακὰ τελευτῶντος ἤδη τοῦ βιβλίου φησὶν ὅτι τὸν βίον οἱ νόμους διατάξαντες

καὶ νόμιμα καὶ τὸ βασιλεύεσθαι τὰς πόλεις καὶ ἄρχεσθαι καταστήσαντες εἰς πολλὴν ἀσφάλειαν καὶ ἡσυχίαν ἔθεντο καὶ θορύβων ἀπήλλαξαν εἰ δέ τις ταῦτα ἀναιρήσει, θηρίων βίον βιωσόμεθα καὶ ὁ προστυχὼν τὸν ἐντυχόντα μονονοὺ κατέδεται τοῦτο γὰρ ὁ Κωλώτης αὐταῖς λέξεσιν ἐκπεφώνηκεν, οὐ δικαίως οὐδʼ ἀληθῶς. ἂν γὰρ ἀνελών τις τοὺς νόμους τὰ Παρμενίδου καὶ Σωκράτους καὶ Ἡρακλείτου καὶ Πλάτωνος ἀπολίπῃ δόγματα, πολλοῦ δεήσομεν ἀλλήλους κατεσθίειν καὶ θηρίων βίον ζῆν· φοβησόμεθα γὰρ τὰ αἰσχρὰ καὶ τιμήσομεν ἐπὶ τῷ καλῷ δικαιοσύνην, θεοὺς ἄρχοντας ἀγαθοὺς καὶ δαίμονας ἔχειν τοῦ βίου φύλακας ἡγούμενοι καὶ τὸν ὑπὲρ γῆς καὶ ὑπὸ γῆν χρυσὸν ἀρετῆς ἀντάξιον μὴ τιθέμενοι καὶ ποιοῦντες ἑκουσίως διὰ τὸν λόγον, φησι,Ξενοκράτης, ἃ νῦν ἄκοντες διὰ τὸν νόμον. πότʼ οὖν ἔσται θηριώδης καὶ ἄγριος καὶ ἄμικτος ἡμῶν ὁ βίος; ὅταν ἀναιρεθῶσι μὲν οἱ νόμοι, μένωσι δʼ οἱ πρὸς ἡδονὴν παρακαλοῦντες λόγοι, πρόνοια δὲ θεῶν μὴ νομίζηται, σοφοὺς δʼ ἡγῶνται τοὺς τῷ καλῷ προσπτύοντας, ἂν ἡδονὴ μὴ προσῇ χλευάζωσι δὲ ταῦτα καὶ γελῶσιν
ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθʼ ὁρᾷ
καί
πέλας γὰρ ἑστὼς ὁ θεὸς ἐγγύθεν βλέπει
καὶ ὁ μὲν θεός, ὥσπερ δὴ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντὸς εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος τῷ δʼ ἕπεται Δίκη, τῶν ἀπολειπομένων τιμωρὸς τοῦ θείου νόμου. οἱ γὰρ τούτων καταφρονοῦντες ὡς μύθων καὶ περὶ γαστέρα τἀγαθὸν ἡγούμενοι καὶ τοὺς ἄλλους πόρους διʼ ὧν ἡδονὴ παραγίνεται, νόμου δέονται καὶ φόβου καὶ πληγῆς καὶ βασιλέως τινὸς καὶ ἄρχοντος ἐν χειρὶ τὴν δίκην ἔχοντος, ἵνα μὴ τοὺς πλησίον κατεσθίωσιν ὑπὸ λαιμαργίας ἀθεότητι θρασυνομένης. καὶ γὰρ ὁ τῶν θηρίων βίος τοιοῦτός ἐστιν, ὅτι τῆς ἡδονῆς οὐδὲν ἐπίσταται κάλλιον οὐδὲ δίκην θεῶν οἶδεν οὐδὲ σέβεται τῆς τὸ κάλλος, ἀλλʼ εἴ τι θαρραλέον αὐτοῖς ἢ πανοῦργον ἢ δραστήριον ἐκ φύσεως ἔνεστι, τούτῳ πρὸς ἡδονὴν σαρκὸς καὶ ἀποπλήρωσιν ὀρέξεως· χρῆται· καθάπερ οἴεται δεῖν ὁ σοφὸς Μητρόδωρος, λέγων τὰ καλὰ πάντα καὶ σοφὰ καὶ περιττὰ τῆς ψυχῆς ἐξευρήματα τῆς κατὰ σάρκα ἡδονῆς ἕνεκα καὶ τῆς ἐλπίδος τῆς ὑπὲρ ταύτης συνεστάναι καὶ πᾶν εἶναι κενὸν ἔργον, ὃ μὴ εἰς τοῦτο κατατείνει. τούτοις τοῖς διαλογισμοῖς καὶ φιλοσοφήμασιν ἀρθέντων τῶν νόμων, ὄνυχες λύκων ἐνδέουσι καὶ δόγματα; λεόντων καὶ γαστέρες βοῶν καὶ τράχηλοι καμήλων καὶ ταῦτα τὰ πάθη καὶ τὰ δόγματα λόγων καὶ γραμμάτων ἀπορίᾳ τὰ θηρία βρυχήμασι καὶ
χρεμετισμοῖς καὶ --- καὶ πᾶσα φωνὴ γαστρός ἐστιν αὐτοῖς καὶ σαρκὸς ἡδονὴν ἀσπαζομένη καὶ σαίνουσα παροῦσαν ἢ μέλλουσαν, εἰ μή τι φύσει φιλόφωνὸν ἐστι καὶ κωτίλον.