Adversus Coloten

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ταῦτα μὲν οὖν πρὸς τὰς βλασφημίας. ὅτι δέ, οἷς ἐγκαλεῖ περὶ τῶν ἐναργῶν, ἔνοχος αὐτός ἐστιν, οὐ συνεῖδεν. ἓν γάρ ἐστι τῶν Ἐπικούρου δογμάτων, τὸ μηδὲν ἀμεταπείστως πεπεῖσθαι μηδένα πλὴν τὸν σοφόν. ἐπεὶ τοίνυν ὁ Κωλώτης οὐκ ἦν σοφὸς οὐδὲ μετὰ τὰς σεβάσεις ἐκείνας, ἐρωτάτω πρῶτον ἐκεῖνα τὰ ἐρωτήματα, πῶς σιτία προσάγεται καὶ οὐ χόρτον ἐπιτήδειος ὢν, καὶ τὸ ἱμάτιον τῷ σώματι καὶ οὐ τῷ κίονι περιτίθησι, μήθʼ ἱμάτιον εἶναι τὸ ἱμάτιον μήτε σιτίον τὸ σιτίον ἀμεταπείστως πεπεισμένος. εἰ δὲ καὶ ταῦτα πράττει καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, ποσὶν οὐ διέρχεται,

καὶ τοὺς ὄφεις φεύγει καὶ τοὺς λύκους, μηδὲν εἶναι τούτων οἷον φαίνεται πεπεισμένος ἀμεταπείστως, ἀλλὰ πράττων ἕκαστα κατὰ τὸ φαινόμενον· οὐδὲ Σωκράτει δήπουθεν ἐμποδὼν ἦν ἡ περὶ τῶν αἰσθήσεων δόξα τοῦ χρῆσθαι τοῖς φαινομένοις ὁμοίως. οὐ γὰρ Κωλώτῃ μὲν ὁ ἄρτος ἄρτος ἐφαίνετο καὶ χόρτος ὁ χόρτος, ὅτι τοὺς διοπετεῖς ἀνεγνώκει Κανόνας· ὁ δὲ Σωκράτης ὑπʼ ἀλαζονείας ἄρτου μὲν ὡς χόρτου χόρτου δʼ ὡς ἄρτου φαντασίαν ἐλάμβανε. δόγμασι γὰρ ἡμῶν καὶ λόγοις οὗτοι χρῶνται βελτίοσιν οἱ σοφοί· τὸ δʼ αἰσθάνεσθαι καὶ τυποῦσθαι πρὸς τὰ φαινόμενα κοινόν ἐστι πάθος ἀλόγοις περαινόμενον αἰτίαις. ὁ δὲ τὰς αἰσθήσεις λόγος ἐπαγόμενος, ὡς οὐκ ἀκριβεῖς οὐδʼ ἀσφαλεῖς πρὸς πίστιν οὔσας, οὐκ ἀναιρεῖ τὸ φαίνεσθαι τῶν πραγμάτων ἡμῖν ἕκαστον, ἀλλὰ χρωμένοις κατὰ τὸ φαινόμενον ἐπὶ τὰς πράξεις ταῖς αἰσθήσεσι τὸ πιστεύειν ὡς ἀληθέσι πάντῃ καὶ ἀδιαπτώτοις οὐ δίδωσιν αὐταῖς τὸ γὰρ ἀναγκαῖον ἀρκεῖ καὶ χρειῶδες ἀπʼ αὐτῶν, ὅτι βέλτιον ἕτερον οὐκ ἔστιν· ἣν δὲ ποθεῖ φιλόσοφος ψυχὴ λαβεῖν ἐπιστήμην περὶ ἑκάστου καὶ γνῶσιν, οὐκ ἔχουσι.

περὶ μὲν οὖν τούτων καὶ πάλιν ὁ Κωλώτης εἰπεῖν παρέξει, ταὐτὰ πολλοῖς ἐγκεκληκώς. ἐν οἷς δὲ κομιδῇ διαγελᾷ καὶ φλαυρίζει τὸν Σωκράτην ζητοῦντα τί ἄνθρωπός ἐστι καὶ νεανιευόμενον, ὥς φησιν, ὅτι μηδʼ αὐτὸς εἰδείη, δῆλος μέν ἐστιν αὐτὸς

οὐδέποτε πρὸς τούτῳ γενόμενος· ὁ δʼ Ἡράκλειτος ὡς μέγα τι καὶ σεμνὸν διαπεπραγμένος ἐδιζησάμην φησὶν ἐμεωυτόν, καὶ τῶν ἐν Δελφοῖς γραμμάτων θειότατον ἐδόκει τὸ γνῶθι σαυτόν ὃ δὴ καὶ Σωκράτει ἀπορίας καὶ ζητήσεως ταύτης ἀρχὴν ἐνέδωκεν, ὡς Ἀριστοτέλης ἐν τοῖς Πλατωνικοῖς εἴρηκε· Κωλώτῃ δὲ γελοῖον δοκεῖ. τί οὖν οὐ καταγελᾷ καὶ τοῦ καθηγεμόνος, τοῦτʼ αὐτὸ πράττοντος, ὁσάκις γράφοι καὶ διαλέγοιτο περὶ οὐσίας ψυχῆς καὶ τοῦ ἀθρόου τῆς καταρχῆς; εἰ γὰρ τὸ ἐξ ἀμφοῖν, ὡς ἀξιοῦσιν αὐτοί, σώματος τοιοῦδε καὶ ψυχῆς, ἄνθρωπός ἐστιν, ὁ ζητῶν ψυχῆς φύσιν ἀνθρώπου ζητεῖ φύσιν ἐκ τῆς κυριωτέρας ἀρχῆς. ὅτι δʼ αὕτη λόγῳ δυσθεώρητος αἰσθήσει δʼ ἄληπτός ἐστι, μὴ παρὰ Σωκράτους σοφιστοῦ καὶ ἀλαζόνος ἀνδρός, ἀλλὰ παρὰ τῶν σοφῶν τούτων λάβωμεν, οἳ μέχρι τῶν περὶ σάρκα τῆς ψυχῆς δυνάμεων, αἷς θερμότητα καὶ μαλακότητα καὶ τόνον παρέχει τῷ σώματι, τὴν οὐσίαν συμπηγνύντες αὐτῆς ἔκ τινος θερμοῦ καὶ πνευματικοῦ καὶ ἀερώδους οὐκ ἐξικνοῦνται πρὸς τὸ κυριώτατον ἀλλʼ ἀπαγορεύουσι. τὸ γὰρ ᾧ κρίνει καὶ μνημονεύει καὶ φιλεῖ καὶ μισεῖ, καὶ ὅλως τὸ φρόνιμον καὶ λογιστικὸν ἔκ τινος φησιν ἀκατονομάστου ποιότητος ἐπιγίνεσθαι. καὶ ὅτι μὲν αἰσχυνομένης ἐστὶν ἀγνοίας τουτὶ τὸ ἀκατονόμαστον
ἐξομολόγησις, οὐκ ἔχειν ὀνομάσαι φασκόντων ὃ μὴ δύνανται καταλαβεῖν, ἴσμεν· ἐχέτω δὲ συγγνώμην καὶ τοῦτο ὡς λέγουσι. φαίνεται γὰρ οὐ φαῦλον οὐδὲ ῥᾴδιον οὐδὲ τοῦ τυχόντος εἶναι καταμαθεῖν ἀλλʼ ἐνδεδυκὸς ἀπόρῳ τινὶ τόπῳ καὶ δεινῶς ἀποκεκρυμμένον, ᾧ γʼ ὄνομα μηδὲν ἐν τοσούτοις πρὸς δήλωσιν οἰκεῖόν ἐστιν. οὐ Σωκράτης οὖν ἀβέλτερος, ὅστις εἴη ζητῶν ἑαυτόν, ἀλλὰ πάντες, οἷς ἔπεισί τι τῶν ἄλλων πρὸ τούτου ζητεῖν, ὅτι τὴν γνῶσιν ἀναγκαίαν ἔχον οὕτως εὑρεθῆναι χαλεπόν ἐστιν· οὐ γὰρ ἂν ἐλπίσειεν ἑτέρου λαβεῖν ἐπιστήμην, ὃν διαπέφευγε τῶν ἑαυτοῦ τὸ κυριώτατον καταλαβεῖν.

ἀλλὰ διδόντες αὐτῷ τὸ μηδὲν οὕτως ἄχρηστον εἶναι μηδὲ φορτικὸν ὡς τὸ ζητεῖν αὑτόν, ἐρώμεθα τίς αὕτη τοῦ βίου σύγχυσίς ἐστιν ἢ πῶς ἐν τῷ ζῆν οὐ δύναται διαμένειν ἀνήρ, ὅτε τύχοι, πρὸς ἑαυτὸν ἀναλογιζόμενος φέρε, τίς ὢν οὗτος ὁ ἐγὼ τυγχάνω; πότερον ὡς κρᾶμά τι μεμιγμένον ἔκ τε τῆς ψυχῆς καὶ τοῦ σώματος· ἢ μᾶλλον ἡ ψυχὴ τῷ σώματι χρωμένη, καθάπερ ἱππεὺς ἀνὴρ ἵππῳ χρώμενος, οὐ τὸ ἐξ ἵππου καὶ ἀνδρός; ἢ τῆς ψυχῆς τὸ κυριώτατον, ᾧ φρονοῦμεν καὶ λογιζόμεθα καὶ πράττομεν, ἕκαστος ἡμῶν ἐστι, τὰ δὲ λοιπὰ καὶ ψυχῆς μόρια πάντα καὶ σώματος ὄργανα τῆς τούτου δυνάμεως; ἢ τὸ παράπαν οὐκ ἔστιν οὐσία ψυχῆς ἀλλʼ αὐτὸ τὸ σῶμα κεκραμένον ἔσχηκε τὴν τοῦ φρονεῖν

καὶ ζῆν δύναμιν; ἀλλὰ τούτοις μὲν οὐκ ἀναιρεῖ τὸν βίον ὁ Σωκράτης, ἃ δὴ πάντες οἱ φυσικοὶ ζητοῦσιν· ἐκεῖνα δʼ ἦν τὰ ἐν Φαίδρῳ δεινὰ καὶ ταρακτικὰ τῶν πραγμάτων, αὑτὸν οἰομένου δεῖν ἀναθεωρεῖν, εἴτε Τυφῶνός ἐστι θηρίον πολυπλοκώτερον καὶ μᾶλλον ἐπιτεθυμμένον εἴτε θείας τινὸς καὶ ἀτύφου μοίρας φύσει μετέχον ἀλλὰ τούτοις γε τοῖς ἐπιλογισμοῖς οὐ τὸν βίον ἀνῄρει, τὴν δʼ ἐμβροντησίαν ἐκ τοῦ βίου καὶ τὸν τῦφον ἐξήλαυνε καὶ τὰς ἐπαχθεῖς καὶ ὑπερόγκους κατοιήσεις καὶ μεγαλαυχίας· ταῦτα γὰρ ὁ Τυφών ἐστιν, ὃν πολὺν ὑμῖν ἐνεποίησεν ὁ καθηγεμὼν καὶ θεοῖς πολεμῶν καὶ θείοις ἀνδράσι.

μετὰ δὲ Σωκράτην καὶ Πλάτωνα προσμάχεται Στίλπωνι καὶ τὰ μὲν ἀληθινὰ δόγματα καὶ τοὺς λόγους τάνδρός, οἷς ἑαυτόν τε κατεκόσμει καὶ πατρίδα καὶ φίλους καὶ τῶν βασιλέων τοὺς περὶ αὐτὸν σπουδάσαντας, οὐ γέγραφε, οὐδʼ ὅσον ἦν φρόνημα τῇ ψυχῇ μετὰ πραότητος καὶ μετριοπαθείας· ὧν δὲ παίζων καὶ χρώμενος γέλωτι πρὸς.; τοὺς σοφιστὰς λογαρίων προύβαλεν αὐτοῖς, ἑνὸς μνησθεὶς καὶ πρὸς τοῦτο μηδὲν εἰπὼν μηδὲ λύσας τὴν πιθανότητα, τραγῳδίαν ἐπάγει τῷ Στίλπωνι καί τὸν βίον ἀναιρεῖσθαὶ φησιν ὑπʼ αὐτοῦ , λέγοντος ἕτερον ἑτέρου μὴ κατηγορεῖσθαι. πῶς γὰρ

βιωσόμεθα, μὴ λέγοντες ἄνθρωπον ἀγαθὸν μηδʼ ἄνθρωπον στρατηγὸν ἀλλʼ ἄνθρωπον ἄνθρωπον χωρὶς καὶ ἀγαθὸν ἀγαθὸν καὶ στρατηγὸν στρατηγόν, μηδʼ ἱππεῖς μυρίους μηδὲ πόλιν ἐχυράν, ἀλλʼ ἱππεῖς ἱππεῖς, καὶ μυρίους μυρίους, καὶ τἄλλα δμοίως; τίς δὲ διὰ ταῦτα χεῖρον ἐβίωσεν ἀνθρώπων; τίς δὲ τὸν λόγον ἀκούσας οὐ συνῆκεν, ὅτι παίζοντός ἐστιν εὐμούσως ἢ γύμνασμα τοῦτο προβάλλοντος ἑτέροις διαλεκτικόν; οὐκ ἄνθρωπον, ὦ Κωλῶτα, μὴ λέγειν ἀγαθὸν οὐδʼ ἱππεῖς μυρίους δεινόν ἐστιν· ἀλλὰ τὸν θεὸν μὴ λέγειν θεὸν μηδὲ νομίζειν, ὃ πράττετε ὑμεῖς μήτε Δία γενέθλιον μήτε Δήμητρα θεσμοφόρον εἶναι μήτε Ποσειδῶνα φυτάλμιον ὁμολογεῖν ἐθέλοντες, οὗτος ὁ χωρισμὸς τῶν ὀνομάτων πονηρὸς ἐστι καὶ τὸν βίον ἐμπίπλησιν ὀλιγωρίας ἀθέου καὶ θρασύτητος, ὅταν τὰς συνεζευγμένας τοῖς θεοῖς προσηγορίας ἀποσπῶντες συναναιρῆτε θυσίας μυστήρια πομπὰς ἑορτάς. τίνι γὰρ προηρόσια θύσομεν; τίνι σωτήρια; πῶς δὲ φωσφόρεια, βακχεῖα, προτέλεια γάμων ἄξομεν, μὴ ἀπολιπόντες μηδὲ βακχεῖς καὶ φωσφόρους καὶ προηροσίους καὶ σωτῆρας; ταῦτα γὰρ ἅπτεται τῶν κυριωτάτων καὶ μεγίστων, ἐν πράγμασιν ἔχοντα τὴν ἀπάτην, οὐ περὶ φωνάς τινας οὐδὲ λεκτῶν σύνταξιν οὐδʼ ὀνομάτων συνήθειαν. ὡς εἴ γε καὶ ταῦτα τὸν βίον ἀνατρέπει, τίνες μᾶλλον
ὑμῶν πλημμελοῦσι περὶ τὴν διάλεκτον, οἳ τὸ τῶν λεκτῶν γένος οὐσίαν τῷ λόγῳ παρέχον ἄρδην ἀναιρεῖτε, τὰς φωνὰς καὶ τὰ τυγχάνοντα μόνον ἀπολιπόντες, τὰ δὲ μεταξὺ σημαινόμενα πράγματα, διʼ ὧν γίγνονται μαθήσεις διδασκαλίαι προλήψεις νοήσεις ὁρμαὶ συγκαταθέσεις, τὸ παράπαν οὐδʼ εἶναι λέγοντες;

οὐ μὴν ἀλλὰ τὸ ἐπὶ τοῦ Στίλπωνος τοιοῦτόν ἐστιν. εἰ περὶ ἵππου τὸ τρέχειν κατηγοροῦμεν, οὔ φησι ταὐτὸν εἶναι τῷ περὶ οὗ κατηγορεῖται τὸ κατηγορούμενον ἀλλʼ ἕτερον· οὐδʼ εἰ περὶ ἀνθρώπου τὸ ἀγαθὸν εἶναι, ἀλλʼ ἕτερον μὲν ἀνθρώπῳ τοῦ τί ἦν εἶναι τὸν λόγον, ἕτερον δὲ τῷ ἀγαθῷ· καὶ πάλιν τὸ ἵππον εἶναι τοῦ τρέχοντα εἶναι διαφέρειν· ἑκατέρου γὰρ ἀπαιτούμενοι τὸν λόγον οὐ τὸν αὐτὸν ἀποδίδομεν ὑπὲρ ἀμφοῖν ὅθεν ἁμαρτάνειν τοὺς ἕτερον ἑτέρου κατηγοροῦντας --- εἰ μὲν γὰρ ταὐτόν ἐστι τάνθρώπῳ τάγαθὸν καὶ τῷ ἵππῳ τὸ τρέχειν, πῶς καὶ σιτίου καὶ φαρμάκου τἀγαθὸν, καὶ νὴ Δία πάλιν λέοντος καὶ κυνὸς τὸ τρέχειν κατηγοροῦμεν; εἰ δʼ ἕτερον, οὐκ ὀρθῶς ἄνθρωπον ἀγαθὸν καὶ ἵππον τρέχειν λέγομεν. εἴπερ οὖν ἐν τούτοις ἐξαιμάξει πικρῶς ὁ Στίλπων, τῶν ἐν ὑποκειμένῳ καὶ

καθʼ ὑποκειμένου λεγομένων μηδεμίαν ἀπολιπὼν συμπλοκὴν πρὸς τὸ ὑποκείμενου, ἀλλʼ ἕκαστον αὐτῶν, εἰ μὴ κομιδῇ ταὐτὸν ᾧ συμβέβηκε λέγεται, μηδʼ ὡς συμβεβηκὸς οἰόμενος δεῖν περὶ αὐτοῦ λέγεσθαι, φωναῖς τισι δυσκολαίνων καὶ πρὸς τὴν συνήθειαν ἐνιστάμενος, οὐ τὸν βίον ἀναιρῶν οὐδὲ τὰ πράγματα δῆλός ἐστι.

γενόμενος δʼ οὖν ὁ Κωλώτης ἀπὸ τῶν παλαιῶν τρέπεται πρὸς τοὺς καθʼ ἑαυτὸν φιλοσόφους, οὐδενὸς τιθεὶς ὄνομα· καίτοι καλῶς εἶχε καὶ τούτους ἐλέγχειν ἐπʼ ὀνόματος ἢ μηδὲ τοὺς παλαιούς. ὁ δὲ τὸν Σωκράτην καὶ τὸν Πλάτωνα καὶ τὸν Παρμενίδην τοσαυτάκις θέμενος ὑπὸ τὸ γραφεῖον δῆλός ἐστιν· ἀποδειλιάσας πρὸς τοὺς ζῶντας, οὐ μετριάσας ὑπʼ αἰδοῦς, ἣν τοῖς κρείττοσιν οὐκ ἔνειμε. βούλεται δὲ προτέρους μέν, ὡς ὑπονοῶ, τοὺς Κυρηναϊκοὺς ἐλέγχειν, δευτέρους δὲ τοὺς περὶ Ἀρκεσίλαον Ἀκαδημαϊκούς. οὗτοι γὰρ ἦσαν οἱ περὶ πάντων ἐπέχοντες ἐκεῖνοι δὲ τὰ πάθη καὶ τὰς φαντασίας ἐν αὑτοῖς τιθέντες οὐκ ᾤοντο τὴν ἀπὸ τούτων πίστιν εἶναι διαρκῆ πρὸς; τὰς ὑπὲρ τῶν πραγμάτων καταβεβαιώσεις· ἀλλʼ ὥσπερ ἐν πολιορκίᾳ τῶν ἐκτὸς ἀποστάντες, εἰς τὰ πάθη κατέκλεισαν αὑτούς, τὸ φαίνεται τιθέμενοι τὸ δʼ ἐστί μηκέτι προσαποφαινόμενοι περὶ τῶν ἐκτός. διό φησιν αὐτοὺς ὁ Κωλώτης μὴ δύνασθαι ζῆν μηδὲ χρῆσθαι τοῖς πράγμασιν εἶτα κωμῳδῶν οὗτοι φησὶν ἄνθρωπον εἶναι καὶ

ἵππον καὶ τοῖχον οὐ λέγουσιν, αὑτοὺς δὲ τοιχοῦσθαι καὶ ἱπποῦσθαι καὶ ἀνθρωποῦσθαι πρῶτον αὐτοῖς, ὥσπερ οἱ συκοφάνται, κακούργως χρώμενος τοῖς ὀνόμασιν. ἕπεται μὲν γὰρ ἀμέλει καὶ ταῦτα τοῖς ἀνδράσιν ἔδει δέ, ὡς ἐκεῖνοι διδάσκουσι, δηλοῦν τὸ γιγνόμενον γλυκαίνεσθαι γὰρ λέγουσι καὶ πικραίνεσθαι καὶ ψύχεσθαι καὶ θερμαίνεσθαι καὶ φωτίζεσθαι καὶ σκοτίζεσθαι, τῶν παθῶν τούτων ἑκάστου τὴν ἐνέργειαν οἰκείαν ἐν αὑτῷ καὶ ἀπερίσπαστον ἔχοντος· εἰ δὲ γλυκὺ τὸ μέλι καὶ πικρὸς ὁ θαλλὸς καὶ ψυχρὰ ἡ χάλαζα καὶ θερμὸς ὁ ἄκρατος καὶ σκοτεινὸς ὁ τῆς νυκτὸς ἀήρ, ὑπὸ πολλῶν ἀντιμαρτυρεῖσθαι, καὶ θηρίων καὶ πραγμάτων καὶ ἀνθρώπων, τῶν μὲν δυσχεραινόντων τὸ μέλι, τῶν δὲ προσιεμένων τὴν θαλλίαν καὶ ἀποκαομένων ὑπὸ τῆς χαλάζης καὶ καταψυχομένων ὑπʼ οἴνου καὶ πρὸς ἣλιον ἀμβλυωττόντων καὶ νύκτωρ βλεπόντων. ὅθεν ἐμμένουσα τοῖς πάθεσιν ἡ δόξα διατηρεῖ τὸ ἀναμάρτητον, ἐκβαίνουσα δὲ καὶ πολυπραγμονοῦσα τῷ κρίνειν καὶ ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς αὑτήν τε πολλάκις ταράσσει καὶ μάχεται πρὸς ἑτέρους ἀπὸ τῶν αὐτῶν ἐναντία πάθη καὶ διαφόρους φαντασίας λαμβάνοντας.