Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

εἰσῆλθέ τινι τῶν συμποτῶν ὥρᾳ θέρους τουτὶ τὸ πρόχειρον ἅπασιν ἀναφθέγξασθαι

τέγγε πλεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται·
[*](Bergk. 3 p. 163) καὶ Νικίας ὁ Νικοπολίτης ἰατρὸς οὐδὲν ἔφη θαυμαστόν, εἰ ποιητικὸς ἀνὴρ Ἀλκαῖος ἠγνόησεν ὃ καὶ Πλάτων[*](Πλάτων cf. Tim. p. 70e. 91a ib. καίτοι τὸ μὲν Ἀλκαίου - εὐπορήσειειν ἂν (malim εὐπορήσειʼ ἂν) - ἀπολαύειν γὰρ ἰκμάδος Madvigius) ὁ φιλόσοφος. καίτοι τὸν[*](τὸν] τὸ mei) μὲν Ἀλκαῖον ἁμωσγέπως[*](R: ἄλλως γε πως) εὐπορήσειν βοηθείας, ἀπολαύειν ἰκμάδος τὸν πλεύμονα, γειτνιῶντα τῷ στομάχῳ, καὶ διὰ τοῦτο τέγγεσθαι πιθανόν ἐστιν· ὁ δὲ φιλόσοφος οὑτωσὶ σαφῶς ἔφη γράψας διεξιέναι τὰ ποτὰ[*](ποτὰ Turnebus: πολλὰ) διὰ τοῦ πλεύμονος οὐδὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπε. τὸ γὰρ ἀγνόημα μέγα. πρῶτον μέν, ὅτι τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστι ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν
ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον· ἔπειτα, τοῦ πλεύμονος λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται; τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησε. καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν, καὶ πρὸς ἣν ἕκαστον ἡ φύσις[*](φύσις] κρίσις mei) χρείαν πεποίηκε βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι[*](εὖ παρίησι] εὐπάριστον (εὐπάριτον) mei) τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένον[*](τεταγμένης R), ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα· δεινὰς γὰρ ὑπὸ βηχὸς· ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ[*](Duebnerus: παρολισθῇ), φερομένου τοῦ πνεύματος· ἡ δὲ μέταυλος αὕτη[*](R: αὐτὴ) κλίσιν ἐπʼ ἀμφότερα λαμβάνουσα, φθεγγομένων μέν, ἐπιπίπτει τῷ στομάχῳ· σιτουμένων δὲ καὶ πινόντων, τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. ἔτι τοίνυν ἔφη καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμεν[*](ἴσμεν M: ἴσμεν ὅτι) τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν· ὠθεῖ[*](ὠθεῖ] θεῖ Madvigius) γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν· ἐκείνως[*](ἐκείνως W: ἐκεῖνο) δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστʼ ἀναμίγνυσθαι καὶ παραμένειν. οὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ καταπόσει τῶν ὑγρῶν ἀλλʼ οὐ[*](οὐ idem)
συμπλεκομένων ἡμῶν ἅμα καὶ συμπαραπεμπόντων τὸ σιτίον, οἷον ὀχήματι τῷ ὑγρῷ χρώμενον, ὡς ἔλεγεν Ἐρασίστρατοσ.