Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

χαρίεντος ἀνδρός, ὦ Σόσσιε Σενεκίων, καὶ φιλανθρώπου λόγον ἔχουσι Ῥωμαῖοι διὰ στόματος, ὅστις ἦν ὁ εἰπών, ἐπεὶ μόνος ἐδείπνησε, βεβρωκέναι, μὴ δεδειπνηκέναι σήμερον· ὡς τοῦ δείπνου κοινωνίαν καὶ φιλοφροσύνην ἐφηδύνουσαν ἀεὶ ποθοῦντος. Εὔηνος[*](Εὔηνος] Bergk. 2 p. 271) μὲν γὰρ ἔλεγε τὸ πῦρ ἥδιστον εἶναι ἡδυσμάτων[*](ἡδυσμάτων εἶναι Doehnerus cf. p. 1010c), καὶ τὸν ἅλα θεῖον Ὅμηρος[*](Ὅμηρος] I 214) οἱ δὲ πολλοὶ χάριτας καλοῦσιν, ὅτι ἐπὶ[*](ὅτι ἐπὶ] ὅτι?) τὰ πλεῖστα μιγνύμενος εὐάρμοστα τῇ γεύσει καὶ προσφιλῆ ποιεῖ καὶ κεχαρισμένα· δείπνου δὲ καὶ τραπέζης θειότατον ὡς ἀληθῶς ἥδυσμα φίλος ἐστὶ παρὼν καὶ συνήθης καὶ γνώριμος οὐ τῷ συνεσθίειν καὶ συμπίνειν, ἀλλʼ ὅτι λόγου μεταλαμβάνει καὶ μεταδίδωσιν, ἄν γε δὴ χρήσιμον ἐνῇ τι καὶ πιθανὸν καὶ οἰκεῖον τοῖς λεγομένοις· ἐπεὶ τούς γε πολλοὺς αἱ παρʼ οἶνον ἀδολεσχίαι ληροῦντας ἐμβάλλουσι πρὸς τὰ πάθη[*](πρὸς τὰ αἴχιστα πάθη R. πρὸς τὴν μέθην?) καὶ προσδιαστρέφουσιν. ὅθεν ἄξιόν ἐστι μηδὲν ἧττον λόγους ἢ φίλους δεδοκιμασμένους παραλαμβάνειν ἐπὶ τὰ δεῖπνα, τοὐναντίον ἢ Λακεδαιμόνιοι

φρονοῦντας καὶ λέγοντας· ἐκεῖνοι μὲν γάρ, ὅταν[*](ὅταν *: ὅτε) νέον ἢ ξένον εἰς τὸ φιδίτιον[*](Basileensis: φιλέστιον) παραλάβωσι, τὰς θυρίδας δείξαντες ταύτῃ φασὶν οὐκ ἐξέρχεται λόγος· ἡμεῖς, δʼ ἑαυτοὺς χρῆσθαι λόγοις συνεθίζομεν[*](Anonymus: συνεθιζομένων), ὧν πᾶσὶν ἐστι καὶ πρὸς πάντας ἐξαγωγή, διὰ τὰς ὑποθέσεις μηδὲν ἀκόλαστον μηδὲ βλάσφημον μηδὲ κακόηθες ἐχούσας[*](Basileensis: ἔχουσα) μηδʼ ἀνελεύθερον. ἔξεστι δὲ κρίνειν τοῖς παραδείγμασιν, ὧν τὴν ἑβδόμην δεκάδα τουτὶ περιέχει τὸ βιβλίον.