Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

Θέων ὁ γραμματικός, ἑστιωμένων ἡμῶν παρὰ Μεστρίῳ[*](Μεστρίῳ R (coll. Suet. Vesp. 22. Vit. Oth. c. 14): μετρίῳ) Φλώρῳ, πρὸς Θεμιστοκλέα τὸν Στωικὸν διηπόρησε, τί δήποτε Χρύσιππος ἐν πολλοῖς τῶν

παραλόγων καὶ ἀτόπων ἐπιμνησθείς, οἷόν ἐστι τὸ τάριχος, ἂν ἅλμῃ βρέχηται, γλυκύτερον γίγνεσθαι καὶ τὸ τῶν ἐρίων τοὺς πόκους[*](πλόκους Herwerdenus) ἧττον ὑπακούειν τοῖς βίᾳ διασπῶσιν ἢ τοῖς ἀτρέμα διαλύουσι καὶ τὸ νηστεύσαντας ἀργότερον ἐσθίειν ἢ προφαγόντας· οὐδενὸς αὐτῶν αἰτίαν ἀπέδωκεν. ὁ δὲ Θεμιστοκλῆς εἰπὼν, ὅτι ταῦτα Χρύσιππος ἄλλως ἐν παραδείγματος λόγῳ προύθετο, ῥᾳδίως ἡμῶν καὶ ἀλόγως ὑπὸ τοῦ εἰκότος ἁλισκομένων καὶ πάλιν ἀπιστούντων τῷ[*](τῷ] τὸ mei) παρὰ τὸ εἰκός, ἐπιστρέφων σοὶ δʼ ἔφη βέλτιστε, τί πρᾶγμα περὶ τούτων διαπορεῖν; εἰ γὰρ ἡμῖν αἰτίων ζητητικὸς καὶ θεωρητικὸς γέγονας, μὴ μακρὰν οὕτως ἀποσκήνου[*](ἀποσκηνοῦ editores recentiores male) τῶν ἰδίων, ἀλλʼ εἰπὲ διʼ ἣν αἰτίαν Ὅμηρος[*](Ὅμηρος] ζ 59) ἐν τῷ ποταμῷ πλύνουσαν οὐκ ἐν τῇ θαλάττῃ, καίπερ ἐγγὺς οὔσῃ, τὴν Ναυσικάαν πεποίηκε, καίτοι θερμοτέραν γε καὶ διαφανεστέραν εἰκὸς καὶ ῥυπτικωτέραν εἶναι.

καὶ[*](καὶ Basileensis: ἢ) ὁ Θέων ἀλλὰ τοῦτὸ γʼ εἶπε τῶν γεωδῶν[*](τῶν γεωδῶν] i.e. ex terrestribus quaestionibus) Ἀριστοτέλης[*](Ἀριστοτέλης] p. 932, 25 b sqq. 934, 10 ac Fragm. 217) πάλαι διαλέλυκεν, ὃ προβέβληκας[*](προβέβληκας S: βέβληκας) ἡμῖν. καὶ γὰρ[*](καὶ γὰρ idem: 7 Vd 9 E) τῇ θαλάττῃ τὸ ραχὺ[*](παχὺ W ex Aristotele: τραχὺ) καὶ γεῶδες ἐνδιέσπαρται καὶ τοῦτο ποιεῖ τὴν ἁλυκότητα μεμιγμένον· ᾗ καὶ μᾶλλον ἡ θάλαττα τούς τε νηχομένους ἐξαναφέρει καὶ στέγει τὰ βάρη, τοῦ γλυκέος ἐνδιδόντος διὰ κουφότητα καὶ ἀσθένειαν

ἔστι[*](ἔστι] ἔτι Doehnerus) γὰρ ἄμικτον καὶ καθαρόν· ὅθεν ἐνδύεται διὰ λεπτότητα καὶ διεξιὸν τοῦ θαλαττίου μᾶλλον ἐκτήκει τὰς κηλῖδας. ἢ οὐ δοκεῖ σοι τοῦτο πιθανῶς λέγειν Ἀριστοτέλης;

πιθανῶς ἔφην ἐγὼ οὐ μὴν ἀληθῶς· ὁρῶ γὰρ ὅτι καὶ τέφρᾳ[*](τέφρα καὶ λίθοι mei) καὶ λίθοις, κἂν μὴ παρῇ δὲ ταῦτα, κονιορτῷ πολλάκις παχύνουσι τὸ ὕδωρ, ὡς μᾶλλον τῶν γεωδῶν τῇ παχύτητι[*](παχύτητι Hirschigius: τραχύτητι) καταπλύνειν δυναμένων τὸν ῥύπον, αὐτοῦ δὲ τοῦ ὕδατος διὰ λεπτότητα καὶ ἀσθένειαν οὐχ ὁμοίως τοῦτο δρῶντος. τὸ μὲν οὖν παχυμερὲς τῆς ---[*](lac. 7-8 Vd 14 E) θαλάττης οὐ πετουτόποτε ---[*](lac. 7 Vd 14 E) πρὸς τήν κα ---[*](ib. lac. 7 Vd 14 E. Fort. locus est supplendus ita: οὐ[δὲν κωλύει] γε τοῦτο ποιε[ίν οὐδʼ ἤττον] πρὸς τὴν κά[θαρσιν συνεργεῖ vel βοηθεῖ] διὰ τὴν δριμύτητα. cf. Macrobi 7, 13, 2 versionem) δὲ τὴν δριμύτητα· καὶ γὰρ αὕτη τοὺς πόρους[*](πόρους S: 5 Vd E) ἀναστομοῦσα καὶ ἀνοίγουσα[*](ἀνοίγουσα idem: 6 Vd 15 E) κατασύρει τὸν ῥύπον. ἐπεὶ δὲ πᾶν τὸ λιπαρὸν δυσέκπλυτὸν ἐστι καὶ κηλῖδα ποιεῖ, λιπαρὰ δʼ ἡ θάλασσα, τοῦτʼ ἂν αἴτιον εἴη μάλιστα τοῦ μὴ καλῶς πλύνειν. ὅτι δʼ ἐστὶ λιπαρά, καὶ αὐτὸς εἴρηκεν Ἀριστοτέλης[*](Ἀριστοτέλης] p. 933 19)· οἵ τε γὰρ ἅλες λίπος ἔχουσι καὶ τοὺς λύχνους βέλτιον παρέχουσι καομένους· αὐτή[*](αὕτη mei) θʼ ἡ θάλαττα προσραινομένη ταῖς φλοξὶ συνεκλάμπει, καὶ κάεται μάλιστα τῶν ὑδάτων τὸ θαλάττιον· ὡς δʼ ἐγᾦμαι, διὰ τοῦτο καὶ θερμότατόν ἐστιν. οὐ μὴν ἀλλὰ καὶ κατʼ ἄλλον τρόπον ἐπεὶ τῆς πλύσεως τέλος ἡ ψῦξίς ἐστι καὶ

μάλιστα[*](μάλιστα] τάχιστα Doehnerus) φαίνεται καθαρὸν τὸ μάλιστα ξηρὸν γιγνόμενον· δεῖ δὴ[*](δὴ W: δὲ) τὸ πλῦνον ὑγρὸν τῷ ῥύπῳ ταχέως[*](τῷ ῥύπῳ ταχέως] τῶ 6 Vd 8 E ως) συνεξελθεῖν, ὥσπερ τῷ νοσήματι τὸν ἐλλέβορον. τὸ μὲν οὖν γλυκὺ ῥᾳδίως ὁ ἥλιος ἐξάγει διὰ κουφότητα, τὸ δʼ ἁλμυρὸν ἐνισχόμενον τοῖς πόροις διὰ τραχύτητα δυσξήραντόν ἐστι.

καὶ ὁ Θέων ὑπολαβών οὐδέν ἔφη λέγεις· Ἀριστοτέλης[*](Ἀριστοτέλης] p. 932, 25b) γὰρ ἐν ταὐτῷ[*](ταὐτῷ *: τῷ αὐτῷ) βιβλίῳ φησὶ τοὺς ἐν θαλάττῃ λουσαμένους τάχιον ἀποξηραίνεσθαι τῶν γλυκέσι[*](γλυκέσι] γλυκείων mei) χρησαμένων, ἂν ἐν ἡλίῳ στῶσι.λέγει γάρεἶπον· ἀλλʼ ᾤμην σε μᾶλλον Ὁμήρῳ τἀναντία λέγοντι πιστεύσειν. ὁ γὰρ Ὀδυσσεὺς μετὰ τὸ ναυάγιον ἐντυγχάνει τῇ Ναυσικάᾳ σμερδαλέος[*](Hom. ζ 137) ὀφθῆναι[*](ὀφθῆναι] αὐτῇσι φάνη idem), κεκακωμένος ἅλμῃ, καὶ πρὸς τὰς θεραπαινίδας φησὶν

  1. ἀμφίπολοι, στῆθʼ οὕτω[*](οὕτως mei) ἀπόπροθεν, ὄφρʼ ἂν[*](ἂν] om. Homerus) ἐγὼ αὐτὸς
  2. [*](id. ζ 218)
  3. ἅλμην ὤμοιιν ἀπολούσομαι.
καταβὰς δʼ εἰς τὸν ποταμὸν
ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον,
[*](id. ζ 226) ὑπερφυῶς τοῦ ποιητοῦ τὸ γιγνόμενον συνεωρακότος. ὅταν γὰρ ἐκ τῆς θαλάττης ἀναδύντες ἐν τῷ ἡλίῳ στῶσι, τὸ λεπτότατον καὶ κουφότατον τῆς ὑγρασίας ἡ θερμότης διεφόρησε· τὸ δʼ ἁλμυρὸν αὐτὸ καὶ
τραχὺ καταλειφθὲν ἐφίσταται καὶ παραμένει τοῖς σώμασιν ἁλώδης ἐπίπαγος, μέχρι ἂν αὐτὸ[*](αὐτὸν R) ποτίμῳ καὶ γλυκεῖ κατακλύσωσιν.