Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐν δὲ τοῖς Σαραπίωνος ἐπινικίοις, ὅτε τῇ Λεοντίδι φυλῇ τὸν χορὸν διατάξας[*](διδάξας Doeherus, sed cf. Athen. p. 453 c) ἐνίκησεν, ἑστιωμένοις ἡμῖν ἅτε δὴ καὶ φυλέταις οὖσι δημοποιήτοις, οἰκεῖοι λόγοι τῆς ἐν χειρὶ φιλοτιμίας παρῆσαν . ἔσχε γὰρ ὁ ἀγὼν ἐντονωτάτην ἅμιλλαν, ἀγωνοθετοῦντος ἐνδόξως καὶ μεγαλοπρεπῶς Φιλοπάππου τοῦ βασιλέως ταῖς φυλαῖς ὁμοῦ πάσαις χορηγοῦντος. ἐτύγχανε δὲ συνεστιώμενος ἡμῖν καὶ τῶν παλαιῶν τὰ μὲν λέγων τὰ δʼ ἀκούων διὰ φιλανθρωπίαν οὐχ ἧττον ἢ φιλομάθειαν.

Προεβλήθη δέ τι τοιοῦτον ὑπὸ Μάρκου τοῦ γραμματικοῦ. Νεάνθη[*](Νεάνθη] cf. Mueller. 3 p. 10) τὸν Κυζικηνὸν ἔφη λέγειν ἐν τοῖς κατὰ πόλιν μυθικοῖς, ὅτι τῇ Αἰαντίδι φυλῇ

γέρας ὑπῆρχε τὸ μὴ κρίνεσθαι τὸν αὐτῆς[*](αὐτῆς X: 5 Vd 8 E) χορὸν ἔσχατον· εἰ[*](εἰ *: lac. 3 Vd 5 P) μὲν οὖν ἔφη πρὸς ἀπόδειξιν[*](πρὸς ἀπόδειξιν Doehnerbus: προ 8 Vd 7 E ξιν) ἱστορίας ὁ ἀνα[*](lac. 8-9 Vd 4 E. Fort. ὁ ἀναφέρων (aut ὁ ἀναγράψας cum Muellero) ἱκανός, ἐῶ· εἰ δὲ cett) εἰ δὲ τοῦτὸ γʼ οὐ νοθεύει[*](γʼ οὐ νοθεύει *: γοῦν νοθεύει), προκείσθω τῆς αἰτίας ἐν κοινῷ πᾶσιν ἡ ζήτησις εἰπόντος δὲ τοῦ ἑταίρου Μίλωνος ἂν οὖν ψεῦδος ᾖ τὸ λεγόμενον;οὐδέν ἔφη δεινόν ὁ Φιλόπαππος εἰ ταὐτὸ πεισόμεθα Δημοκρίτῳ τῷ[*](τῷ] om. mei) σοφῷ διὰ φιλολογίαν. καὶ γὰρ ἐκεῖνος ὡς ἔοικε τρώγων σίκυον, ὡς ἐφάνη μελιτώδης ὁ χυμός, ἠρώτησε τὴν διακονοῦσαν, ὁπόθεν πρίαιτο· τῆς δὲ κῆπόν τινα φραζούσης, ἐκέλευσεν ἐξαναστὰς ἡγεῖσθαι καὶ δεικνύναι τὸν τόπον· θαυμάζοντος δὲ τοῦ γυναίου καὶ πυνθανομένου τί βούλεται, τὴν αἰτίαν ἔφη δεῖ με τῆς γλυκύτητος εὑρεῖν, εὑρήσω δὲ τοῦ χωρίου γενόμενος θεατής·κατάκεισο δή τὸ γύναιον εἶπε μειδιῶν, ἐγὼ γὰρ ἀγνοήσασα τὸ σίκυον εἰς ἀγγεῖον ἐθέμην μεμελιτωμένον· ὁ δʼ ὥσπερ ἀχθεσθεὶς ἀπέκναισας εἶπε καὶ οὐδὲν ἧττον ἐπιθήσομαι τῷ λόγῳ καὶ ζητήσω τὴν αἰτίαν, ὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῷ σικύῳ τῆς γλυκύτητος. οὐκοῦν μηδʼ ἡμεῖς τὴν Νεάνθους ἐν ἐνίοις εὐχέρειαν ἀποδράσεως ποιησώμεθα[*](ποιησώμεθα *: ποιησόμεθα) πρόφασιν ἐγγυμνάσασθαι γάρ, εἰ μηδὲν ἄλλο χρήσιμον, ὁ λόγος παρέξει.

πάντες οὖν ὁμαλῶς ἐρρύησαν πρὸς τὸ τὴν

φυλὴν[*](φυλὴν X: φυλακὴν) ἐγκωμιάζειν, εἴ τι καλὸν πρὸς δόξαν αὐτῇ[*](αὐτῆς Benselerus) ὑπῆρχεν ἀναλεγόμενοι. καὶ γὰρ ὁ Μαραθὼν εἰς, μέσον εἵλκετο, δῆμος ὢν ἐκείνης τῆς φυλῆς· καὶ τοὺς περὶ Ἁρμόδιον Αἰαντίδας ἀπέφαινον, Ἀφιδναίους[*](em. Leonicus: ἀφνιδαίους) γε δὴ τῶν δήμων γεγονότας. Γλαυκίας δʼ ὁ ῥήτωρ[*](ῥήτωρ add. vid. ἔφη vel εἶπε) καὶ τὸ δεξιὸν κέρας Αἰαντίδαις τῆς ἐν Μαραθῶνι παρατάξεως ἀποδοθῆναι, ταῖς Αἰσχύλου εἰς[*](εἰς X. Fort. τοῖς Αἰσχύλου τῶν Μαραθωνίων ἐλεγείοις cf. Bergk. 2 p. 240) τὴν μεθορίαν ἐλεγείαις πιστούμενος, ἠγωνισμένου τὴν μάχην ἐκείνην ἐπιφανῶς· ἔτι δὲ καὶ Καλλίμαχον ἀπεδείκνυε τὸν πολέμαρχον ἐξ ἐκείνης ὄντα τῆς φυλῆς, ὃς αὑτόν τε παρέσχεν ἄριστον ἄνδρα καὶ τῆς μάχης μετά γε Μιλτιάδην αἰτιώτατος κατέστη, σύμψηφος ἐκείνῳ[*](ἐκείνοις mei) γενόμενος. ἐγὼ δὲ τῷ Γλαυκίᾳ προσετίθην, ὅτι καὶ τὸ ψήφισμα, καθʼ ὃ τοὺς Ἀθηναίους ἐξήγαγε, τῆς Αἰαντίδος φυλῆς πρυτανευούσης γραφείη, καὶ ὅτι περὶ τὴν ἐν Πλαταιαῖς μάχην εὐδοκιμήσειεν ἡ φυλὴ μάλιστα· διὸ καὶ ταῖς Σφραγίτισι[*](em. X ex Vit. Arist. c. 19: σφαγίτισι) Νύμφαις τὴν ἐπινίκιον καὶ πυθόχρηστον ἀπῆγον Αἰαντίδαι θυσίαν εἰς Κιθαιρῶνα, τῆς πόλεως τὸ ἱερεῖον καὶ τἄλλα[*](τἄλλα *: τὰ ἄλλα) παρεχούσης αὐτοῖς. ἀλλʼ ὁρᾷς ἔφην ὅτι πολλὰ καὶ ταῖς ἄλλαις φυλαῖς ὑπάρχει, καὶ πρώτην γε τὴν ἐμὴν ἴστε δὴ τὴν Λεοντίδα μηδεμιᾷ δόξης[*](em. Turnebus: δόξῃ) ὑφιεμένην. σκοπεῖτε δὲ[*](δὲ] om. mei) δή, μὴ πιθανώτερον λέγεται τὸ παραμύθιον τοῦ
ἐπωνύμου τῆς φυλῆς καὶ παραίτησιν εἶναι τὸ γιγνόμενον· οὐ γὰρ εὔκολος ἐνεγκεῖν ἧτταν ὁ Τελαμώνιος, ἀλλʼ οἷος ἀφειδεῖν πάντων ὑπʼ ὀργῆς καὶ φιλονεικίας· ἵνʼ οὖν μὴ χαλεπὸς μηδʼ ἀπαραμύθητος, ἔδοξε τῆς ἥττης ἀφελεῖν τὸ δυσχερέστατον, εἰς τὴν ἐσχάτην χώραν μηδέποτε τὴν φυλὴν αὐτοῦ καταβαλόντας.

τῶν εἰς τὰ δεῖπνα καὶ τὰ συμπόσια παρασκευαζομένων, ὦ Σόσσιε Σενεκίων, τὰ μὲν ἀναγκαίαν ἔχει τάξιν, ὥσπερ οἶνος καὶ σιτία καὶ ὄψα καὶ στρωμναὶ δηλαδὴ καὶ τράπεζαι· τὰ δʼ ἐπεισόδια γέγονεν ἡδονῆς ἕνεκεν, χρείας μὴ συναγομένης[*](malim ἡδονῆς ἕνεκα κενῆς), ὥσπερ ἀκροάματα καὶ θεάματα καὶ γελωτοποιός τις ἐκ Καλλίου Φίλιππος οἷς παροῦσι μὲν ἥδονται, μὴ παρόντα δʼ οὐ πάνυ ποθοῦσιν οὐδʼ αἰτιῶνται τὴν συνουσίαν ὡς ἐνδεέστερον ἔχουσαν. οὕτω δὴ καὶ τῶν λόγων τοὺς μὲν ἐπὶ χρείᾳ τῇ περὶ τὰ συμπόσια παραλαμβάνουσιν[*](περιλαμβάνουσιν mei) οἱ μέτριοι, τοὺς δʼ ἄλλους δέχονται θεωρίαν πιθανὴν καὶ τῷ καιρῷ μᾶλλον αὐλοῦ καὶ βαρβίτου πρέπουσαν ἔχοντας. ὧν καὶ τὸ πρῶτον ἡμῖν βιβλίον εἶχε μεμιγμένα δείγματα, τοῦ μὲν προτέρου γένους τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον καὶ περὶ τοῦ διανέμειν αὐτὸν ἢ τοῖς δειπνοῦσιν ἐφιέναι τὰς κλίσεις καὶ τὰ τοιαῦτα[*](καὶ τὰ τοιαῦτα scripsi cum Emperio: 4-5 Vd 8 E αὐτά)· τοῦ δευτέρου περὶ τοῦ[*](τὸ περὶ R) τοὺς ἐρῶντας

ποιητικοὺς εἶναι καὶ[*](καὶ] καὶ τὸ R) περὶ τῆς Αἰαντίδος φυλῆς. ---[*](lac. 2 Vd 9 E) καλῶ δῆτα καὶ ---[*](lac. 3-4 Vd 8 E) τὰ συμποτικά· τὰ δʼ ---[*](ib. lac. 3-4 Vd 7 E; locum supplevit W ita: τὰ γοῦν πρῶτα καλῶ δῆτα καὶ αὐτὸς συμποτικά· τὰ δὲ δεύτερα κοινῶς cet. malim τούτων τὰ μὲν πρῶτα καλῶ δ. καὶ αὐτὸς ἰδίᾳ συμποτικά, τὰ δὲ δεύτερα κοινῶς cett.) τερα κοινῶς συμποσιακά. σποράδην δʼ ἀναγέγραπται καὶ οὐ διακεκριμένως ἀλλʼ ὡς ἕκαστον εἰς μνήμην ἦλθεν. οὐ δεῖ δὲ θαυμάζειν τοὺς ἀναγιγνώσκοντας, εἴ σοὶ προσφωνοῦντές τινα[*](τινὰ] ταῦτα, τινὰ?) τῶν προρρηθέντων ὑπὸ[*](ὑπὸ M: ἢ ὑπὸ) σοῦ συνηγάγομεν· καὶ γὰρ ἂν αἱ μαθήσεις ἀναμνήσεις μὴ ποιῶσι[*](ποιῶσι] πάντως ὧσι W), πολλάκις εἰς ταὐτὸ τῷ μανθάνειν τὸ ἀναμιμνήσκεσθαι καθίστησι[*](καθέστηκε?).