Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

λόγος ἦν περὶ Ἀλεξάνδρου τοῦ βασιλέως, ὡς οὐ πολὺ πίνοντος ἀλλὰ πολὺν χρόνον ἐν τῷ

πίνειν καὶ[*](καὶ] om. mei) διαλέγεσθαι τοῖς φίλοις ἕλκοντος. ἀπεδείκνυε δʼ αὐτοὺς φλυαροῦντας Φιλῖνος[*](*: φίλινος) ἐκ τῶν βασιλικῶν ἐφημερίδων, ἐν αἷς συνεχέστατα γέγραπται καὶ πλειστάκις ὅτι τήνδε τὴν ἡμέραν ἐκ τοῦ πότου καθεύδων ἔστι δʼ ὅτε καὶ τὴν ἐφεξῆς· διὸ καὶ πρὸς τὰς συνουσίας ἀργότερος ἦν ὀξὺς δὲ καὶ θυμοειδὴς ἅπερ ἐστὶ σωματικῆς θερμότητος. λέγεται δὲ καὶ τοῦ χρωτὸς ἣδιστον ἀποπνεῖν, ὥστε καταπιμπλάναι τοὺς χιτωνίσκους εὐωδίας ἀρωματιζούσης. ὃ δοκεῖ καὶ αὐτὸ θερμότητος εἶναι· διὸ καὶ τῆς οἰκουμένης οἱ ξηρότατοι καὶ θερμότατοι τόποι τὴν τε κασίαν καὶ τὸν λιβανωτὸν ἐκφέρουσι· πέψει γάρ τινι τῶν ὑγρῶν ὁ Θεόφραστός; φησιν ἐπιγίγνεσθαι τὴν εὐωδίαν, ὅταν ἐξαιρεθῇ τὸ βλαβερὸν ὑγρὸν[*](ὑγρὸν] ρισσὸν mei, unde fort. ὑγρὸν καὶ περισσὸν) ὑπὸ θερμότητος. δοκεῖ δὲ καὶ[*](em. Turnebus: κα lac. 4-5 Vd 9 E) Καλλισθένης ἐν διαβολῇ[*](ib. ἐν διαβολῇ γε 4-5 Vd 12 E) γενέσθαι πρὸς αὐτόν, ὡς δυσχεραίνων[*](τὸν ὡς δυσχεραι 3-4 Vd 6 E δειπνεῖν διὰ τὸν 6 Vd E) δειπνεῖν διὰ τὸν πότον· ἐπεὶ καὶ κύλικα λεγομένην Ἀλεξάνδρου μεγάλην, ἐλθοῦσαν ἐπʼ αὐτὸν, ἀπεώσατο φήσας οὐκ ἐθέλειν Ἀλεξάνδρου πιὼν Ἀσκληπιοῦ δεῖσθαι. ταῦτα μὲν οὖν περὶ τῆς Ἀλεξάνδρου πολυποσίας.

Μιθριδάτην δὲ τὸν πολεμήσαντα Ῥωμαίοις ἐν τοῖς ἀγῶσιν, οὓς ἐπετέλει, καὶ πολυφαγίας ἆθλα θεῖναι καὶ πολυποσίας φασί· νικῆσαι δʼ αὐτὸν ἀμφότερα, καὶ ὅλως πιεῖν πλεῖστον τῶν[*](τῶν] om. mei) καθʼ αὑτὸν ἀνθρώπων, διὸ καὶ Διόνυσον ἐπικληθῆναι. τοῦθʼ

ἡμεῖς εἴπομεν ἕν τι τῶν εἰκῆ πεπιστευμένων εἶναι, τὸ περὶ τὴν αἰτίαν τῆς ἐπικλήσεως· νηπίου γὰρ ὄντος αὐτοῦ κεραυνὸς ἐπέφλεξε τὰ σπάργανα, τοῦ δὲ σώματος οὐχ ἥψατο, πλὴν ὅσον ἴχνος τι τοῦ πυρὸς ἐν τῷ μετώπῳ κρατουμένῳ[*](malim κρυπτομένῳ aut κρυπτόμενον) ὑπὸ τῆς κόμης μένειν αὐτῷ παιδί[*](παιδί] del. Emperius)· καὶ ἀνδρὸς[*](μένειν - ἀνδρὸς Exemplum Turnebi: 4-5 Vd ειν αὐτῷ παι 4 Vd ἀνδρὸς Pro μένειν malim διαμένειν) ἤδη πάλιν ἐπὶ τὸ δωμάτιον ἐμπεσὼν κεραυνὸς αὐτοῦ μὲν κατέπεσε[*](ἀπέπεσε W. παρέπεσε Emperius) καθεύδοντος, τῆς δὲ φαρέτρας ὑποκρεμαμένης[*](ὑπερκρεμαμένης R) διεξῆλθε τὰ βέλη πυρακτώσας. οἱ μὲν οὖν μάντεις ἀπεφήναντο πλεῖστον αὐτὸν ἰσχύσειν ἀπὸ τῆς τοξικῆς καὶ κούφης στρατιᾶς, οἱ δὲ πολλοὶ Διόνυσον αὐτὸν ἀπὸ τῶν κεραυνοβολιῶν ὁμοιότητι τοῦ πάθους προσηγόρευσαν.