Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

πῶς εἴρηται τὸ

  1. ποιητὴν[*](ποιητὴν] μουσικὴν mei) δʼ ἄρα
  2. ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν
ἐζητεῖτο παρὰ Σοσσίῳ, Σαπφικῶν[*](σαφιγκῶν iidem) τινων ᾀσθέντων, ὅπου καὶ τὸν Κύκλωπα μούσαις εὐφώνοις ἰᾶσθαιφησὶ τὸν ἔρωτα Φιλόξενος.[*](Φιλόξενος] cf. Bergk. 3 p. 611) ἐλέχθη μὲν οὖν, ὅτι πρὸς πάντα[*](πρὸς πάντα] iungenda cum τόλμαν) τόλμαν ὁ ἔρως καὶ καινοτομίαν συγχωρῆσαι δεινός ἐστιν, ὥσπερ καὶ Πλάτων[*](Πλάτων] Conv. p. 203 d) ἴτην[*](ἴτην W: τὸν) αὐτὸν καί παντὸς ἐπιχειρητὴν[*](παντὸς ἐπιχειρητὴν] Plat. Tim. p. 69 d) ὠνόμασε· καὶ γὰρ λάλον ποιεῖ τὸν σιωπηλὸν καὶ θεραπευτικὸν τὸν αἰσχυντηλόν, ἐπιμελῆ δὲ καὶ φιλόπονον τὸν ἀμελῆ καὶ ῥᾴθυμον ὃ δʼ ἄν τις μάλιστα θαυμάσειεν, φειδωλὸς ἀνήρ τε[*](τε] del. Fuhrius) καὶ μικρολόγος ἐμπεσὼν εἰς ἔρωτα, καθάπερ εἰς πῦρ σίδηρος ἀνεθεὶς καὶ μαλαχθείς, ἁπαλὸς καὶ ὑγρὸς καὶ ἡδίων· ὥστε τουτὶ τὸ παιζόμενον μὴ πάνυ φαίνεσθαι γελοῖον, ὅτι πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βαλλάντιον[*](φύλλῳ πράσου Τὸ τῶν ἐρ. συνδέδεται βαλλάντιον effecit Cobetus. cf. Kock. 3 p. 446) ἐλέχθη δὲ καὶ ὅτι τῷ
μεθύειν τὸ ἐρᾶν ὅμοιόν ἐστι· ποιεῖ γὰρ θερμοὺς καὶ ἱλαροὺς καὶ διακεχυμένους· γενόμενοι δὲ τοιοῦτοι πρὸς τὰς ἐπῳδοὺς καὶ ἐμμέτρους[*](em. R: συμμέτρους) μάλιστα φωνὰς ἐκφέρονται. καὶ τὸν Αἰσχύλον φασὶ τὰς τραγῳδίας πίνοντα ποιεῖν καὶ διαθερμαινόμενον. ἦν δὲ Λαμπρίας ὁ ἡμέτερος πάππος ἐν τῷ πίνειν εὑρετικώτατος αὐτὸς αὑτοῦ[*](αὐτοῦ mei) καὶ λογιώτατος· εἰώθει δὲ λέγειν ὅτι τῷ λιβανωτῷ παραπλησίως ὑπὸ θερμότητος; ἀναθυμιᾶται. καὶ μὴν ἣδιστα τοὺς ἐρωμένους ὁρῶντες[*](ὁρῶντες οἱ ἐρῶντες?) οὐχ ἧττον ἡδέως ἐγκωμιάζουσιν ἢ ὁρῶσι· καὶ πρὸς πάντα λάλος ὢν ἔρως λαλίστατός ἐστιν ἐν τοῖς ἐπαίνοις. αὐτοί τε γὰρ οὕτω πεπεισμένοι τυγχάνουσι καὶ βούλονται πεπεῖσθαι πάντας, ὡς καλῶν κἀγαθῶν[*](*: καὶ ἀγαθῶν) ἐρῶντες. τοῦτο καὶ τὸν Λυδὸν ἐπῆρε Κανδαύλην[*](Κανδαύλην: lac. 6 Vd 7 E) τῆς ἑαυτοῦ γυναικὸς ἐπισπᾶσθαι[*](malim ἐπισπάσαθαι) θεατὴν εἰς τὸ δωμάτιον τὸν ---[*](lac. 4-5 Vd 7 E την οὐ Supplent τὸν Γύγην S. τὸν οἰκέτην X τὸν οἰκέτην οὐ?) τὴν οὐ βούλονται γὰρ ὑπʼ ἄλλων μαρτυρεῖσθαι· διὸ καὶ γράφοντες ἐγκώμια τῶν καλῶν ἐπικοσμοῦσιν αὐτὰ μέλεσι καὶ μέτροις καὶ ᾠδαῖς, ὥσπερ εἰκόνας χρυσῷ καλλωπίζοντες, ὅπως ἀκούηταί τε μᾶλλον ὑπὸ πολλῶν καὶ μνημονεύηται· καὶ γὰρ ἂν ἵππον καὶ ἀλεκτρυόνα, κἂν ἄλλο τι τοῖς ἐρωμένοις διδῶσι, καλὸν εἶναι καὶ κεκοσμημένον ἐκπρεπῶς βούλονται καὶ περιττῶς τὸ δῶρον· μάλιστα δὲ λόγον κόλακα προσφέροντες ἡδὺν ἐθέλουσι φαίνεσθαι καὶ γαῦρον καὶ περιττόν, οἷος ὁ ποιητικός ἐστιν.

ὁ μέντοι Σόσσιος ἐπαινέσας ἐκείνους, εἶπεν ὡς οὐ χεῖρον ἄν τις[*](χεῖρον ἀν τις] χειρόμαντις mei) ἐπιχειρήσειεν ὁρμηθεὶς ἀφʼ ὧν Θεόφραστος εἴρηκε περὶ μουσικῆς· καὶ γὰρ ἔναγχος ἔφη τὸ βιβλίον ἀνέγνων. λέγει δὲ Θεόφραστος μουσικῆς ἀρχὰς τρεῖς εἶναι, λύπην, ἡδονήν, ἐνθουσιασμόν, ὡς ἑκάστου τῶν ---[*](lac. 3 Vd 2 P τούτων τῶν παθημάτων an τῶν παθῶν τούτων?) αὐτῶν παρατρέποντος[*](παρατρέποντος X: παρατρε lac. 4 Vd 7 E) ἐκ τοῦ συνήθους καὶ παρεγκλίνοντος[*](καὶ παρεγκλίνοντος *: lac. 4 Vd 7 E ἐγκλίναντος) τὴν φωνήν. αἵ τε γὰρ λῦπαι τὸ γοερὸν καὶ θρηνητικὸν ὀλισθηρὸν εἰς ᾠδὴν ἔχουσι· διὸ καὶ τοὺς ῥήτορας ἐν τοῖς ἐπιλόγοις καὶ τοὺς ὑποκριτὰς ἐν τοῖς ὀδυρμοῖς ἀτρέμα τῷ μελῳδεῖν προσάγοντας ὁρῶμεν καὶ παρεντείνοντας τὴν φωνήν. αἵ τε σφοδραὶ περιχάρειαι τῆς ψυχῆς τῶν μὲν ἐλαφροτέρων τῷ ἤθει καὶ τὸ σῶμα πᾶν ἐπαίρουσι[*](τὸ σῶμα συνεπαίρουσι R) καὶ παρακαλοῦσιν εἰς ἔνρυθμον κίνησιν, ἐξαλλομένων καὶ κροτούντων εἴπερ ὀρχεῖσθαι μὴ δύνανται[*](δύνανται *: δύνωνται)·

  1. μανίαι τʼ ἀλαλαὶ[*](ἀλαλαὶ] ἄλλαι mei) τʼ ὀρινομένων
  2. [*](Bergk. 1 p. 450)
  3. ῥιψαύχενι[*](Turnebus ἐριαύχενι) σὺν κλόνῳ[*](συγκλόνῳ mei)
κατὰ Πίνδαρον. οἱ δὲ χαρίεντες ἐν τῷ πάθει τούτῳ γενόμενοι[*](κινούμενοι W) τὴν φωνὴν μόνην εἰς τὸ ᾅδειν καὶ φθέγγεσθαι[*](φθέγγονται idem) μέτρα[*](μέτρα Hirschigius: μέγα) καὶ μέλη προΐενται. μάλιστα δʼ ὁ ἐνθουσιασμὸς ἐξίστησι καὶ παρατρέπει τό τε σῶμα καὶ τὴν φωνὴν τοῦ συνήθους καὶ καθεστηκότος. ὅθεν
αἵ τε βακχεῖαι[*](βάκχαι M) ῥυθμοῖς χρῶνται καὶ τὸ χρησμῳδεῖν ἐμμέτρως[*](ἐν μέτρῳ Hirschigius) παρέχεται[*](παρέπεται W) τοῖς ἐνθεαζομένοις· τῶν τε μαινομένων ὀλίγους ἰδεῖν ἔστιν ἄνευ μέτρου καὶ ᾠδῆς ληροῦντας. οὕτω δὲ τούτων ἐχόντων, εἰ βούλοιο καθορᾶν ὑπʼ αὐγὰς διαπτύξας τὸν ἔρωτα καὶ καταμανθάνειν, οὐκ ἂν ἄλλο πάθος εὕροις οὔτε λύπας δριμυτέρας ἔχον οὔτε σφοδροτέρας περιχαρείας οὒτε μείζονας ἐκστάσεις καὶ παραφροσύνας· ἀλλʼ ὥσπερ τὴν Σοφοκλέους[*](τὸν Σοφοκλέα mei; cf. Soph. OR 4) πόλιν ἰδεῖν ἔστιν[*](ἰδεῖν ἔστιν] om. iidem) ἀνδρὸς ἐρωτικοῦ ψυχὴν ὁμοῦ μὲν θυμιαμάτων γέμουσαν,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.
οὐδὲν οὖν ἄτοπον οὐδὲ θαυμαστόν, εἰ πάσας, ὅσαι μουσικῆς εἰσιν ἀρχαί, περιέχων ὁ ἔρως ἐν αὑτῷ[*](αὑτῷ *: αὐτῷ) καὶ συνειληφώς, λύπην ἡδονὴν ἐνθουσιασμόν, τὰ τʼ ἄλλα φιλόφωνός[*](φιλόφωνος *: φιλόπονος cf. p. 967 b: τὸ φιλόφωνον καὶ λάλον) ἐστι καὶ λάλος εἴς τε ποίησιν μελῶν καὶ μέτρων, ὡς οὐδὲν ἄλλο πάθος, ἐπίφορος καὶ κατάντης.