De Genio Socratis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

Απχιδαμος. ζωγράφου τινός, ὦ Καφεισία, μέμνημαί[*](μέμνημαι X: lac. 15 litt. in E, 9 in B) περὶ τῶν θεωμένων τοὺς γεγραμμένους πίνακας λόγον οὐ φαῦλον ἀκούσας ἐν εἰκόνι λελεγμένον. ἔφη γὰρ ἐοικέναι τοὺς μὲν ἰδιώτας καὶ ἀτέχνους θεατὰς ὄχλον ὁμσῦ πολὺν ἀσπαζομένοις, τοὺς

δὲ κομψοὺς καὶ φιλοτέχνους καθʼ ἕκαστον ἰδίᾳ τῶν ἐντυγχανόντων προσαγορεύουσι. τοῖς μὲν γὰρ οὐκ ἀκριβὴς ἀλλὰ τύπῳ τινὶ γίγνεται μόνον ἡ τῶν ἀποτελεσμάτων σύνοψις, τοὺς δὲ τῇ κρίσει κατὰ μέρος τὸ ἔργον διαλαμβάνοντας οὐδὲν ἀθέατον οὐδʼ ἀπροσφώνητον ἐκφεύγει τῶν καλῶς ἢ τοὐναντίον γεγονότων. οἶμαι δὴ καὶ περὶ τὰς ἀληθινὰς πράξεις ὁμοίως τῷ μὲν ἀργοτέρῳ[*](τῷ μὲν ἀργοτέρῳ Duebnerus: τῶν μὲν ἀργοτέρων ) τὴν διάνοιαν ἐξαρκεῖν πρὸς ἱστορίαν, εἰ τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας πύθοιτο τοῦ πράγματος· τὸν δὲ φιλότιμον καὶ φιλόκαλον τῶν ὑπὲρ ἀρετῆς ὥσπερ τέχνης μεγάλης ἀπειργασμένων[*](τὸν δὲ φιλότιμον - ἀπειργασμένων R: τῶν δὲ φιλοτίμων καὶ φιλοκάλων τὸν ὑπὲρ - ἀπειργασμένον ) θεατὴν τὰ καθʼ ἕκαστα μᾶλλον εὐφραίνειν τῷ μὲν[*](τῷ μὲν (sc. ἐξαρκεῖν) τοῦ *: τοῦ μὲν ) τοῦ τέλους πολλὰ κοινὰ πρὸς τὴν τύχην ἔχοντος, τὸν δʼ ἐν[*](τὸν δʼ ἐν *: τοῦ δὲ. intellege εὐφραίνειν ) ταῖς αἰτίαις καὶ τοῖς ἐπὶ[*](ἐπὶ *: lac. 18 E 19 B) μέρους ἀγῶνας ἀρετῆς[*](ἀρετῆς *: ἀρετῇ ) πρὸς τὰ συντυγχάνοντα καὶ τόλμας ἔμφρονας παρὰ τὰ δεινὰ καθορῶντα καιρῷ καὶ πάθει μεμιγμένου λογισμοῦ[*](λογισμοῦ] pendet a τόλμας). τοὺτου δὴ τοῦ γένους τῶν θεατῶν καὶ ἡμᾶς ὑπολαμβάνων εἶναι δίελθέ τε τὴν πρᾶξιν ἡμῖν[*](ἡμῖν Schaeferus: ἥτις ) ἀπʼ ἀρχῆς ὡς ἐπράχθη καὶ τοὺς λόγους οὓς εἰκὸς γενέσθαι σοῦ[*](τοὺς λόγους οὓς εἰκὸς γενέσθαι σοῦ W: τοῦ λόγου lac. 18 E 19 B γενέσθαι lac. 14 E 12 B) παρόντος, ὡς ἐμοῦ μηδʼ ἂν εἰς Θήβας ἐπὶ τούτῳ κατοκνήσαντος ἐλθεῖν, εἰ μὴ καὶ νῦν Ἀθηναίοις πέρα τοῦ δέοντος ἐδόκουν βοιωτιάζειν.[*](βοιωτιάζειν *: βοιωτίζειν )

ΚΑΦΕΙΣΙΑΣ. ἀλλʼ ἔδει μέν, ὦ Ἀρχίδαμε, σοῦ διʼ εὔνοιαν οὕτω προθύμως τὰ πεπραγμένα μαθεῖν σπουδάζοντος, ἐμὲ καὶ ἀσχολίας ὑπέρτερον θέσθαι κατὰ Πίνδαρον[*](Πίνδαρον] Isthm. 1, 2) τὸ δεῦρʼ ἐλθεῖν ἐπὶ τὴν διήγησιν τὸ δὲ πρεσβείας ἀφιγμένους ἕνεκα καὶ σχολὴν ἄγοντας, ἄχρι οὗ τὰς ἀποκρίσεις τοῦ δήμου λάβωμεν, ἀντιτείνειν καὶ ἀγροικίζεσθαι πρὸς εὐγνώμονα καὶ φιλέταιρον,[*](φιλέταιρον ἀκροατὴν W) δόξειεν ἂν ἐγείρειν[*](δόξειεν ἂν ἐγείρειν Holwerda: δοκεῖν ἀνεγείρειν ) τὸ κατὰ Βοιωτῶν ἀρχαῖον εἰς μισολογίαν ὄνειδος ἤδη μαραινόμενον παρὰ Σωκράτη τὸν ὑμέτερον· ἡμεῖς δὲ[*](ἡμεῖς δὲ] fort. ᾗ (sc. τῇ μισολογίᾳ) ἡμεῖς γε, ut Pythagoreorum silentium intellegatur) παρὰ Λῦσιν τὸν ἱερὸν[*](Λῦσιν τὸν ἱερὸν scripsi cum C. F. Hermanno: δυσὶ τῶν ἱερῶν ) σπουδάζοντες οὕτω[*](οὕτω] ὄντως W) διεφάνημεν. ἀλλʼ ὅρα τοὺς παρόντας, εἰ πρὸς ἀκρόασιν ἅμα πράξεων[*](ἅμα πράξεων Basileensis: ἀναπράξεων ) καὶ λόγων τοσούτων εὐκαίρως ἔχουσιν· οὐ γὰρ βραχὺ μῆκός ἐστι τῆς διηγήσεως, ἐπεὶ σὺ καὶ τοὺς λόγους προσπεριβαλέσθαι[*](προσπαραβαλέσθαι Holwerda: προσπεριβαλέσθαι ) κελεύεις.

ΑΡΧΙΔ. ἀγνοεῖς, ὦ Καφεισία, τοὺς ἄνδρας. ἦ μὴν ἄξιον εἰδέναι, πατέρων ὄντας ἀγαθῶν καὶ πρὸς ὑμᾶς οἰκείως ἐχόντων. ὁδὶ μέν ἐστιν ἀδελφιδοῦς Θρασυβούλου, Λυσιθείδης ὁδὶ δὲ Τιμόθεος, Κόνωνος υἱός· οὗτοι δʼ Ἀρχίνου παῖδες· οἱ δʼ ἄλλοι τῆς ἑταιρίας[*](ἑταιρείας *: ἑταιρίας ) τῆς[*](τῆς Duebnerus: lac. 11 E 7 B) ἡμετέρας πάντες· ὥστε σοι θέατρον εὔνουν καὶ οἰκεῖον[*](οἰκεῖον ἔχειν Madvigius: οἰκείαν ἔχον ) ἔχειν τὴν διήγησιν.

ΚΑΦ. εὖ λέγεις, ἀλλὰ τίς ἂν ὑμῖν μέτριος ἀρχὴ γένοιτο τῆς διηγήσεως πρὸς ἃς ἴστε πράξεις;

ΑΡΧΙΔ. ἡμεῖς, ὦ Καφεισία, σχεδὸν ὡς εἶχον αἱ Θῆβαι πρὸ τῆς καθόδου τῶν φυγάδων ἐπιστάμεθα. καὶ γάρ, ὡς οἱ περὶ Ἀρχίαν καὶ Λεοντίδην Φοιβίδαν πείσαντες ἐν σπονδαῖς καταλαβεῖν τὴν Καδμείαν τοὺς μὲν ἐξέβαλον τῶν πολιτῶν τοὺς δὲ φόβῳ κατεῖργον ἄρχοντες αὐτοὶ παρανόμως καὶ βιαίως, ἔγνωμεν ἐνταῦθα τῶν περὶ Μέλωνα καὶ Πελοπίδαν, ὡς οἶσθα, ἰδιόξενοι γενόμενοι καὶ παρʼ ὃν χρόνον ἔφευγον ἀεὶ συνδιατρίβοντες αὐτοῖς· καὶ πάλιν ὡς Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἐζημίωσαν ἐπὶ τῷ τὴν Καδμείαν[*](Καδμίαν B E hic et infra) καταλαβεῖν καὶ τῆς εἰς Ὄλυνθον στρατηγίας ἀπέστησαν, Λυσανορίδαν δὲ τρίτον αὐτὸν ἀντʼ ἐκείνου πέμψαντες ἐγκρατέστερον ἐφρούρουν τὴν ἄκραν, ἠκούσαμεν ἔγνωμεν δὲ καὶ τὸν Ἰσμηνίαν οὐ τοῦ βελτίστου θανάτου τυχόντʼ εὐθὺς ἀπὸ τῆς δίκης τῆς περὶ αὐτοῦ γενομένης, Γοργίδου πάντα τοῖς φυγάσι δεῦρο διὰ γραμμάτων ἐξαγγείλαντος ὥστε σοι λείπεται τὰ περὶ τὴν κάθοδον αὐτὴν[*](αὐτὴν R: αὐτῶν ) τῶν φίλων καὶ τὴν ἅλωσιν[*](ἅλωσιν] ἀφαίρεσιν Schaeferus) τῶν τυράννων διηγεῖσθαι.

ΚΑΦ. καὶ μὴν ἐκείναις γε ταῖς ἡμέραις, ὦ Ἀρχίδαμε, πάντες οἱ τῶν πραττομένων μετέχοντες εἰώθειμεν εἰς τὴν Σιμμίου[*](Σιμίου Cobetus hic et infra) συνιόντες οἰκίαν, ἔκ τινος πληγῆς περὶ τὸ σκέλος ἀναλαμβάνοντος αὑτόν, ἐντυγχάνειν μὲν ἀλλήλοις ἔκ του δεήσειε, φανερῶς

δὲ διατρίβειν ἐπὶ λόγοις καὶ φιλοσοφίᾳ, πολλάκις ἐφελκόμενοι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδην εἰς τὸ ἀνύποπτον, οὐκ ὄντας ἀλλοτρίους παντάπασι τῆς τοιαύτης διατριβῆς. καὶ γὰρ ὁ Σιμμίας πολὺν χρόνον ἐπὶ τῆς ξένης γεγονὼς καὶ πεπλανημένος ἐν ἀλλοδαποῖς ἀνθρώποις, ὀλίγῳ πρόσθεν εἰς Θήβας ἀφῖκτο μύθων τε[*](τε] δὲ BE) παντοδαπῶν καὶ λόγων βαρβαρικῶν ὑπόπλεως· ὧν, ὁπότε τυγχάνοι σχολὴν ἄγων ὁ Ἀρχίας, ἡδέως ἠκροᾶτο συγκαθεσθεὶς[*](συγκαθεσθεὶς W: συγκαθεὶς) μετὰ τῶν νέων καὶ βουλόμενος ἡμᾶς ἐν λόγοις διάγειν μᾶλλον ἢ προσέχειν τὸν νοῦν οἷς ἔπραττον ἐκεῖνοι. τῆς δʼ ἡμέρας ἐκείνης, ἐν σκότους ἔδει γενομένου τοὺς φυγάδας ἥκειν κρύφα πρὸς τὸ τεῖχος, ἀφικνεῖταί τις ἐνθένδε, Φερενίκου πέμψαντος, ἄνθρωπος οὐδενὶ ἢ Χάρωνι τῶν παρʼ ἡμῖν[*](οὐδενὶ τῶν παρʼ ἡμῖν ἢ Χαρωνι?) γνώριμος· ἐδήλου δὲ τῶν φυγάδων ὄντας δώδεκα τοὺς νεωτάτους μετὰ κυνῶν περὶ τὸν Κιθαιρῶνα θηρεῦσαι ὡς πρὸς ἑσπέραν ἀφιξομένους· [*](ἀφιξομένους R: ἀφικομένους) αὐτὸς δὲ πεμφθῆναι ταῦτά τε προερῶν, καὶ τὴν οἰκίαν, ἐν κρυβήσονται παρελθόντες, ὃς παρέξει γνωσόμενος, ὡς ἂν εἰδότες εὐθὺς ἐκεῖ βαδίζοιεν. ἀπορουμένων δʼ ἡμῶν καὶ σκοπούντων, αὐτὸς ὡμολόγησεν ὁ Χάρων παρέξειν. ὁ μὲν οὖν ἄνθρωπος ἔγνω πάλιν ἀπελθεῖν σπουδῇ πρὸς τοὺς φυγάδας.

ἐμοῦ δʼ ὁ μάντις Θεόκριτος τὴν χεῖρα πιέσας σφόδρα καὶ πρὸς τὸν Χάρωνα βλέψας

προερχόμενον[*](malim προσερχόμενον) οὗτος εἶπεν ὦ Καφεισία, φιλόσοφος οὐκ ἔστιν οὐδὲ μετείληφε παιδείας διαφόρου καὶ περιττῆς, ὥσπερ Ἐπαμεινώνδας ὁ σὸς ἀδελφός ἀλλʼ ὁρᾷς, ὅτι φύσει πρὸς τὸ καλὸν ὑπὸ[*](ὑπὸ] οὐχ ὑπὸ Holwerda) τῶν νόμων ἀγόμενος τὸν μέγιστον ὑποδύεται κίνδυνον ἑκουσίως ὑπὲρ τῆς πατρίδος. Ἐπαμεινώνδας δὲ Βοιωτῶν ἁπάντων τῷ πεπαιδεῦσθαι πρὸς ἀρετὴν ἀξιῶν διαφέρειν, ἀμβλὺς ἐστι καὶ ἀπρόθυμος, --- [*](lac. 53 E 50 B. fort. supplendum βοηθεῖν τοῖς ὑπὲρ τῆς πόλεως κινδυνεύουσιν, ὡς εἰ μὴ παρὰ τοῦτον παρὰ τίνα βελτίονα cett.) τοῦτον ἤ τινα βελτίονα καιρὸν αὑτῷ[*](αὐτῷ Holwerda: αὐτῷ) πεφυκότι καὶ παρεσκευασμένῳ καλῶς οὕτω χρησόμενος. κἀγὼ πρὸς αὐτὸν ὦ προθυμότατε εἶπον Θεόκριτε, τὰ δεδογμένα πράττομεν ἡμεῖς Ἐπαμεινώνδας δὲ μὴ πείθων, ὡς οἴεται βέλτιον εἶναι, ταῦτα μὴ πράσσειν, εἰκότως ἀντιτείνει πρὸς ἃ μὴ πέφυκε μηδὲ δοκιμάζει παρακαλούμενος. οὐδὲ γὰρ ἰατρόν, ἄνευ σιδήρου καὶ πυρὸς ὑπισχνούμενον τὸ νόσημα παύσειν, εὐγνωμονοίης ἄν, οἶμαι, τέμνειν ἢ ἀποκάειν[*](ἐπικαίειν R. καίειν Holwerda. Neutrum probandum. cf. Cat. mai. c. 15 lac. prima 36 E 27 B, secunda 18 E 14 B, tertia 45 E 35 B. Fort supplendum: τὸ σῶμα ἐκείνου δʼ ὁμολογήσαντος (vel εἶεν εἶπεν ἐκεῖνος), οὐκοῦν καὶ οὗτος, ἔφην ἐγώ, αὐτὸς μὲν δήπου μηδένα τῶν πολιτῶν φησιν ἄνευ μεγάλης ἀνάγκης ἀποκτενεῖν ἄκριτον cett.) βιαζόμενος --- οῦκ οὖν καὶ οὗτος --- δήπου μηδένα[*](μηδένα *: μηδὲ διὰ) τῶν πολιτῶν --- ἄκριτον, ἀλλὰ καὶ αἳματος ἐμφυλίου καὶ σφαγῆς τὴν πόλιν ἐλευθεροῦσι συναγωνιεῖσθαι προθύμως. ἐπεὶ δʼ οὐ πείθει τοὺς πολλούς, ἀλλὰ ταύτην ὡρμήκαμεν τὴν ὁδόν, ἐᾶν
αὑτὸν κελεύει φόνου καθαρὸν ὄντα καὶ[*](καὶ] del. W) ἀναίτιον ἐφεστάναι τοῖς καιροῖς, μετὰ τοῦ δικαίου καὶ τῷ συμφέροντι προσοισόμενον. οὐδὲ γὰρ ὅρον ἕξειν[*](ἕξειν R: ἕξει) τὸ ἔργον, ἀλλὰ Φερένικον μὲν ἴσως καὶ Πελοπίδαν ἐπὶ τοὺς αἰτίους μάλιστα τρέψεσθαι καὶ πονηρούς· Εὐμολπίδαν δὲ καὶ Σαμίδαν[*](Σαμίδαν R: σαμιάδαν), ἀνθρώπους διαπύρους πρὸς ὀργὴν καὶ θυμοειδεῖς, ἐν νυκτὶ λαβόντας ἐξουσίαν οὐκ ἀποθήσεσθαι τὰ ξίφη, πρὶν ἐμπλῆσαι τὴν πόλιν ὅλην φόνων καὶ διαφθεῖραι πολλοὺς τῶν ἰδίᾳ διαφόρων ὄντων.[*](διαφόρων ὄντων Cobetus: διαφερόντων)

ταῦτά μου διαλεγομένου πρὸς τὸν Θεόκριτον, Θεόκριτον ὁ Γαλαξίδωρος,[*](διέκρουεν ὁ Γαλαξίδωρος * διακούων ὁ Ἀναξίδωρος Ἀρχίαν ἑώρα * lac. 14 E 13 B) ἐγγὺς γὰρ Ἀρχίαν ἑώρα καὶ Λυσανορίδαν τὸν Σπαρτιάτην ἀπὸ τῆς Καδμείας ὥσπερ εἰς· ταὐτὸν ἡμῖν σπεύδοντας. ἡμεῖς μὲν οὖν ἐπέσχομεν· ὁ δʼ Ἀρχίας καλέσας τὸν Θεόκριτον καὶ τῷ Λυσανορίδᾳ προσαγαγὼν ἰδίᾳ λαλεῖ πολὺν χρόνον ἐκνεύσας τῆς ὁδοῦ μικρὸν ὑπὸ τὸ Ἄμφιον·[*](Ἀμφιον] Ἀμφιόνειον R) ὥσθʼ ἡμᾶς ἀγωνιᾶν, μή τις ὑπόνοια προσπέπτωκεν ἢ μήνυσις αὐτοῖς, περὶ ἧς ἀνακρίνουσι τὸν Θεόκριτον. ἐν τούτῳ δὲ Φυλλίδας, ὃν οἶσθʼ,[*](οἶσθα R: οἶσθας) ὦ Ἀρχίδαμε, τότε τοῖς περὶ τὸν Ἀρχίαν πολεμαρχοῦσι γραμματεύων[*](lac. 21 E 17 B. fort. exciderint verba προσδοκῶν τοὺς φυγάδας) ἥξειν καὶ τῆς πράξεως μετέχων, λαβόμενός μου τῆς χειρὸς ὥσπερ εἰώθει φανερῶς ἔσκωπτεν εἰς τὰ γυμνάσια καὶ τὴν πάλην. εἶτα πόρρω τῶν ἄλλων

ἀπαγαγὼν ἐπυνθάνετο περὶ τῶν φυγάδων, εἰ τὴν ἡμέραν φυλάττουσιν. ἐμοῦ δὲ φήσαντος, οὐκοῦν εἶπεν ὀρθῶς ἐγὼ τὴν ὑποδοχὴν παρεσκεύακα σήμερον, ὡς δεξόμενος Ἀρχίαν καὶ παρέξων ἐν οἴνῳ καὶ μέθῃ τοῖς ἀνδράσιν εὐχείρωτον ἄριστα μὲν οὖν εἶπον ὦ Φυλλίδα, καὶ πειράθητι πάντας ἢ ὅτι πλείστους[*](ὅτι πλείστους *: πλείους) εἰς ταὐτὸ τῶν ἐχθρῶν συναγαγεῖν ἀλλʼ οὐ ῥᾴδιον ἔφη μᾶλλον δʼ ἀδύνατον· ὁ γὰρ Ἀρχίας ἐλπίζων τινὰ τῶν ἐν ἀξιώματι γυναικῶν ἀφίξεσθαι τηνικαῦτα πρὸς αὐτόν, οὐ βούλεται παρεῖναι τὸν Λεοντίδην· ὥσθʼ ἡμῖν δίχα διαιρετέον αὐτοὺς ἐπὶ τὰς οἰκίας· Ἀρχίου γὰρ ἅμα καὶ Λεοντίδου προκαταληφθέντων, οἶμαι τοὺς ἄλλους ἐκποδὼν ἔσεσθαι φεύγοντας ἢ μενεῖν[*](μένειν BE) μεθʼ ἡσυχίας ἀγαπῶντας ἄν τις διδῷ τὴν ἀσφάλειαν οὕτως ἔφην ποιήσομεν. ἀλλὰ τί πρᾶγμα τούτοις πρὸς Θεόκριτόν ἐστιν, ὑπὲρ οὗ διαλέγονται; καὶ ὁ Φυλλίδασοὐ σαφῶς εἶπεν οὐδʼ [*](οὐδʼ] ἔχω εἰπεῖν οὐδʼ W) ὡς ἐπιστάμενος· ἢκουον δὲ σημεῖα καὶ μαντεύματα δυσχερῆ καὶ χαλεπὰ προστίθεσθαι[*](προστίθεσθαι] προτεθεσπισθαι Emperius lac. 85 fere E 72 B. suppleverim cum Amyoto ita: ἐν τούτῳ δὲ τοῦ Θεοκρίτου πρὸς ἡμᾶς ἐπανελθόντος, Φειδόλαος cett.) τῇ Σπάρτῃ. --- Φειδόλαος ὁ Ἁλιάρτιος[*](Ἁλιάρτιος Amyotus: τῖος) ἀπαντήσας μικρόν εἶπεν ὑμᾶς ἐνταῦθα περιμεῖναι[*](περιμεῖναι] περιμείνασι BE) Σιμμίας. ἐντυγχάνει γὰρ ἰδίᾳ Λεοντίδῃ [*](ἰδίᾳ Λεοντίδῃ R: διὰ Λεοντίδην) περὶ Ἀμφιθέου παραιτούμενος μεῖναι τὸ [*](μεῖναι τὸ] εἰ δύναιτο Madvigius) διαπράξασθαι φυγὴν ἀντὶ θανάτου τῷ ἀνθρώπῳ.

καὶ ὁ Θεόκριτος εἰς καιρόν[*](καιρόν] add. ἥκεις R) ἔφη καὶ· ὥσπερ ἐπίτηδες· καὶ γὰρ ἐβουλόμην πυθέσθαι, τίνʼ ἦν τὰ εὑρεθέντα καὶ τίς ὅλως ἡ ὄψις τοῦ Ἀλκμήνης τάφου παρʼ ὑμῖν ἀνοιχθέντος· εἰ δὴ[*](εἰ δὴ] ἤδη BE) παρεγένου καὶ αὐτός, ὅτε πέμψας Ἀγησίλαος· εἰς Σπάρτην τὰ λείψανα μετεκόμιζε καὶ ὁ Φειδόλαος οὐ γάρ ἔφη παρέτυχον, καὶ πολλὰ δυσανασχετῶν καὶ ἀγανακτῶν πρὸς τοὺς πολίτας ἐγκατελείφθην ὑπʼ αὐτῶν. εὑρέθη δʼ οὖν σώματος,[*](lac. 33 E 31 B explet Amyontus ita: μετὰ τῶν ὀστῶν καὶ τῶν λειψάνων τοῦ σώματος ψέλλιον χαλκοῦν cett.) ψέλλιον δὲ χαλκοῦν οὐ μέγα καὶ δύʼ ἀμφορεῖς κεραμεοῖ[*](ἀμφορεῖς κεραμεοὶ *: ἀμφορέες κεράμειοι) γῆν ἔχοντες ἐντὸς ὑπὸ χρόνου λελιθωμένην ἤδη καὶ συμπεπηγυῖαν --- [*](lac. 13 E 12 B) τοῦ μνήματος --- [*](lac. 8 E 9 B. fort. supplendum ἐπάνω δὲ τοῦ μνήματος ἔκειτο πίναξ) πίναξ χαλκοῦς[*](χαλχοῦς *: χάλκεος) ἔχων γράμματα πολλὰ θαυμαστὰ [*](θαυμαστὰ] scr. vid. θαυμαστὸν) ὡς παμπάλαια γνῶναι γὰρ ἐξ αὑτῶν[*](αὑτῶν Holwerda: αὐτῶν) οὐδὲν[*](οὐδὲν Leonicus: οὐδὲ) παρεῖχε καίπερ ἐκφανέντα τοῦ χαλκοῦ καταπλυθέντος τος, ἀλλʼ ἴδιός τις ὁ τύπος καὶ βαρβαρικὸς τῶν χαρακτήρων ἐμφερέστατος Αἰγυπτίοις διὸ καὶ Ἀγησίλαος, ὡς ἔφασαν, ἐξέπεμψεν ἀντίγραφα[*](ἀντίγραφα R: ἀντιγραφὰς) τῷ βασιλεῖ δεόμενος δεῖξαι τοῖς ἱερεῦσιν, εἰ ξυνήσουσιν. ἀλλὰ περὶ τούτων μὲν ἴσως ἂν ἔχοι τι καὶ Σιμμίας ἡμῖν ἀπαγγεῖλαι, κατʼ ἐκεῖνον τὸν χρόνον ἐν Αἰγύπτῳ πολλὰ τοῖς ἱερεῦσι διὰ φιλοσοφίαν συγγενόμενος Ἁλιάρτιοι δὲ τὴν μεγάλην ἀφορίαν καὶ τὴν ἐπίβασιν τῆς λίμνης οὐκ ἀπὸ· ταὐτομάτου γενέσθαι

νομίζουσιν, ἀλλὰ μήνιμα τοῦ τάφου τοῦτο περιελθεῖν[*](περιελθεῖν κἑ] cf. Symbolas meas p. 92) ἀνασχομένους ὀρυττόμενον·. καὶ ὁ Θεόκριτος μικρὸν διαλιπών ἀλλʼ οὐδʼ αὐτοῖς ἔφη Λακεδαιμονίοις ἀμήνιτον ἔοικεν εἶναι τὸ δαιμόνιον, ὡς προδείκνυσι τὰ σημεῖα περὶ ὧν ἄρτι Λυσανορίδας ἡμῖν ἐκοινοῦτο· καὶ νῦν μὲν ἄπεισιν εἰς Ἁλίαρτον ἐπιχώσων αὖθις τὸ σῆμα καὶ χοὰς ποιησόμενος Ἀλκμήνῃ καὶ Ἀλέῳ[*](Ἀλκμήνῃ καὶ Ἀλέῳ Duebnerus: ἀλκμήνης καὶ ἄλεον) κατὰ δή τινα χρησμόν, ἀγνοῶν τὸν Ἄλεον[*](τὸν Ἀλεον] τὸ ἄλεον BE) ὅστις ἦν· ἐπανελθὼν δʼ ἐκεῖθεν οἷός ἐστι τὸν Δίρκης ἀναζητεῖν τάφον, ἄγνωστον ὄντα τοῖς Θηβαίοις πλὴν τῶν ἱππαρχηκότων. ὁ γὰρ ἀπαλλαττόμενος τὸν παραλαμβάνοντα τὴν ἀρχὴν μόνος ἄγων μόνον ἔδειξε νύκτωρ, καί τινας[*](τινας] τινες BE) ἐπʼ αὐτῷ δράσαντες ἀπύρους[*](ἀπείρους iidem) ἱερουργίας, ὧν τὰ σημεῖα συγχέουσι καὶ ἀφανίζουσιν, ὑπὸ σκότους[*](σκότους *: σκότος. cf. Praefat. p. LXX) ἀπέρχονται χωρισθέντες. ἐγὼ δὲ τ--- [*](post δέ τʼ nulla lac. est in BE Fort. explendum δὲ τὸ μνῆμα μὲν. lac. posterior 128 E 100 B) μέν, ὦ Φειδόλαε, ---καλῶς ἐξευρήσειν αὐτοὺς νομίζω. φεύγουσι γὰρ οἱ πλεῖστοι τῶν ἱππαρχηκότων νομίμως, μᾶλλον δὲ πάντες πλὴν Γοργίδου καὶ Πλάτωνος, ὧν οὐδʼ ἂν ἐπιχειρήσειαν ἐκπυνθάνεσθαι δεδιότες τοὺς ἄνδρας· οἱ δὲ νῦν ἄρχοντες ἐν τῇ Καδμείᾳ τὸ δόρυ καὶ τὴν σφραγῖδα παραλαμβάνουσιν οὔτʼείδότες οὐδὲν οὔτε ---[*](lac. 23 fere E 16 B. Supplent δεικνύντες Amyotus, πυθόμενοι R)

ταῦτα τοῦ Θεοκρίτου λέγοντος, ὁ Λεοντίδης

ἐξῄει μετὰ τῶν φίλων· ἡμεῖς δʼ εἰσελθόντες ἠσπαζόμεθα τὸν Σιμμίαν ἐπὶ τῆς κλίνης καθεζόμενον, οὐ κατατετευχότα τῆς δεήσεως, οἶμαι, μάλα σύννουν καὶ διαλελυπημένον[*](διαλελυπημένον] fort. λίαν (vel νὴ Δία) λελυπημένον)· ἀποβλέψας δὲ πρὸς ἅπαντας ἡμᾶς ὦ Ἡράκλεις εἶπεν ἀγρίων καὶ βαρβάρων ἠθῶν εἶτʼ οὐχ ὑπέρευ Θαλῆς ὁ παλαιὸς ἀπὸ ξένης ἐλθὼν διὰ χρόνου, τῶν φίλων ἐρωτώντων ὅ τι καινότατον ἱστορήκοι, τύραννον ἔφη γέροντα. καὶ γὰρ ᾧ μηδὲν ἰδίᾳ συμβέβηκεν ἀδικεῖσθαι, τὸ βάρος αὐτὸ καὶ τὴν σκληρότητα τῆς ὁμιλίας δυσχεραίνων ἐχθρός ἐστι τῶν ἀνόμων καὶ ἀνυπευθύνων δυναστειῶν. ἀλλὰ ταῦτα μὲν ἴσως θεῷ μελήσει τὸν δὲ ξένον ἴστε τὸν ἀφιγμένον, ὦ Καφισία, πρὸς ὑμᾶς ὅστις ἐστίν; οὐκ οἶδʼ ἔφην ἐγώ τίνα λέγεις. καὶ μήν ἔφη Λεοντίδης φησὶν[*](φησὶν Amyotus; sed malim λέγει Λεοντίδης) ἄνθρωπον ὦφθαι παρὰ τὸ Λύσιδος μνημεῖον ἐκ νυκτῶν ἀνιστάμενον, ἀκολουθίας πλήθει καὶ κατασκευῇ σοβαρόν, αὐτόθι κατηυλισμένον ἐπὶ στιβάδων φαίνεσθαι γὰρ ἄγνου καὶ μυρίκης χαμεύνας ἔτι δʼ ἐμπύρων λείψανα καὶ χοὰς γάλακτος ἕωθεν δὲ πυνθάνεσθαι τῶν ἀπαντώντων, εἰ τοὺς Πολύμνιος παῖδας ἐνδημοῦντας εὑρήσει. καὶ τίς ἄν εἶπον ὁ ξένος εἴη; περιττῷ γὰρ ἀφʼ ὧν λέγεις τινὶ καὶ οὐκ ἰδιώτῃ προσέοικεν.

οὐ γὰρ οὖν εἶπεν ὁ Φειδόλαος· ἀλλὰ τοῦτον μέν, ὅταν ἥκῃ πρὸς ἡμᾶς, δεξόμεθα· νυνὶ δʼ ὑπὲρ ὧν ἀρτίως ἠποροῦμεν, ὦ Σιμμία, γραμμάτων, εἴ τι γιγνώσκεις πλεῖον[*](πλέον?) ἐξάγγειλον ἡμῖν· λέγονται

γὰρ οἱ κατʼ Αἴγυπτον ἱερεῖς[*](ἱερεῖς Turnebus: ἱερέες) τὰ γράμματα συμβαλεῖν τοῦ πίνακος, ἃ[*](ἃ] ὃν R) παρʼ ἡμῶν ἔλαβεν Ἀγησίλαος; τὸν Ἀλκμήνης τάφον ἀνασκευασάμενος. καὶ ὁ Σιμμίας εὐθὺς ἀναμνησθεὶς οὐκ οἶδʼ[*](οἷδα] εἶδον Amyotus) ἔφη τὸν πίνακα τοῦτον, ὦ Φειδόλαε· γράμματα δὲ πολλὰ παρʼ Ἀγησιλάου κομίζων Ἀγητορίδας ὁ Σπαρτιάτης ἧκεν εἰς Μέμφιν ὡς Χόνουφιν τὸν προφήτην, --- [*](lac. 8 litt. παρʼ ᾧ ποτε?) ποτὲ συμφιλοσοφοῦντες διετρίβομεν ἐγὼ καὶ Πλάτων καὶ Ἐλλοπίων ὁ Πεπαρήθιος. ἧκε δέ, πέμψαντος βασιλέως καὶ κελεύσαντος τὸν Χόνουφιν, εἴ τι συμβάλλοι τῶν γεγραμμένων, ἑρμηνεύσαντα ταχέως ἀποστεῖλαι πρὸς ἑαυτὸν δὲ τρεῖς ἡμέρας ἀναλεξάμενος βιβλίων τῶν[*](τῶν] τινῶν?) παλαιῶν παντοδαποὺς χαρακτῆρας, ἀντέγραψε τῷ βασιλεῖ καὶ· πρὸς ἡμᾶς ἔφρασεν, ὡς Μούσαις ἀγῶνα συντελεῖσθαι κελεύει τὰ γράμματα τοὺς δὲ τύπους εἶναι τῆς ἐπὶ Πρωτεῖ βασιλεύοντι γραμματικῆς, ἣν[*](ἢν Cobetus) Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἐκμαθεῖν ὑφηγεῖσθαι μέντοι καὶ παραινεῖν τοῖς Ἕλλησι διὰ τῶν γραμμάτων τὸν θεὸν ἄγειν σχολὴν καὶ εἰρήνην, διὰ φιλοσοφίας ἀγωνιζομένους ἀεί, Μούσαις καὶ λόγῳ διακρινομένους περὶ τῶν δικαίων, τὰ ὅπλα καταθέντας. ἡμεῖς δὲ καὶ τότε λέγειν καλῶς ἡγούμεθα τὸν Χόνουφιν, καὶ μᾶλλον ὁπηνίκα κομιζομένοις ἡμῖν ἀπʼ Αἰγύπτου περὶ Καρίαν Δηλίων τινὲς ἀπήντησαν, δεόμενοι Πλάτωνος ὡς γεωμετρικοῦ λῦσαι χρησμὸν αὐτοῖς; ἄτοπον ὑπὸ τοῦ θεοῦ προβεβλημένον.
ἦν δὲ[*](δὲ] δὴ Turnebus) χρησμὸς, Δηλίοις καὶ τοῖς ἄλλοις Ἕλλησι παῦλαν τῶν παρόντων κακῶν ἔσεσθαι διπλασιάσασι τὸν ἐν Δήλῳ βωμόν. οὔτε δὲ τὴν διάνοιαν ἐκεῖνοι συμβάλλειν δυνάμενοι καὶ περὶ τὴν τοῦ βωμοῦ κατασκευὴν γελοῖα πάσχοντες ʽἑκάστης γὰρ τῶν τεσσάρων πλευρῶν διπλασιαζομένης, ἔλαθον τῇ αὐξήσει τόπον στερεὸν ὀκταπλάσιον ἀπεργασάμενοι, διʼ ἀπειρίαν ἀναλογίας ἣ τῷ μήκει διπλάσιον παρέχεταἰ,[*](ἣ - παρέχεται] ᾗ τὸ μήκει διπλάσιον ὀκταπλάσιον παρέχεται κατὰ τὸ στερεὸν Holwerda) Πλάτωνα τῆς ἀπορίας ἐπεκαλοῦντο βοηθόν. ὁ δὲ τοῦ Αἰγυπτίου μνησθεὶς προσπαίζειν ἔφη τὸν θεὸν Ἕλλησιν ὀλιγωροῦσι παιδείας, οἷον ἐφυβρίζοντα τὴν ἀμαθίαν ἡμῶν καὶ κελεύοντα γεωμετρίας ἅπτεσθαι μὴ παρέργως· οὐ γάρ τοι[*](τοι] τι BE) φαύλης οὐδʼ ἀμβλὺ διανοίας ὁρώσης ἄκρως δὲ τὰς[*](τὰς] περὶ τὰς Turnebus) γραμμὰς ἠσκημένης ἔργον εἶναι[*](εἶναι W: εἶναι καὶ) δυεῖν μέσων[*](μέσων Leonicus: μέσον) ἀνάλογον[*](ἀνάλογον] ἀνὰ λόγον Holwerda) λῆψιν· μόνῃ διπλασιάζεται σχῆμα κυβικοῦ σώματος ἐκ πάσης ὁμοίως αὐξόμενον διαστάσεως. τοῦτο μὲν οὖν Εὔδοξον αὐτοῖς τὸν Κνίδιον ἢ τὸν Κυζικηνὸν Ἑλίκωνα[*](Ἑλίκωνα p. 463 c: ἑλικῶνα) συντελέσειν· μὴ τοῦτο δʼ οἴεσθαι[*](δʼ οἴεσθαι R: δεῖσθαι) χρῆναι ποθεῖν τὸν θεὸν ἀλλὰ προστάσσειν Ἕλλησι πᾶσι πολέμου καὶ κακῶν μεθεμένους Μούσαις ὁμιλεῖν, καὶ διὰ λόγων καὶ μαθημάτων τὰ πάθη καταπραΰνοντας ἀβλαβῶς καὶ ὠφελίμως ἀλλήλοις συμφέρεσθαι.

μεταξὺ δὲ τοῦ Σιμμίου λέγοντος, ὁ πατὴρ

ἡμῶν Πολύμνις ἐπεισῆλθε, καὶ καθίσας παρὰ τὸν Σιμμίαν Ἐπαμεινώνδας ἔφη καὶ σὲ καὶ τούτους παρακαλεῖ πάντας, εἰ μή τις ἀσχολία μείζων, ἐνταῦθα περιμεῖναι βουλόμενος ὑμῖν γνωρίσαι τὸν ξένον, ἄνδρα γενναῖον μὲν αὐτὸν ὄντα[*](ὄντα R: lac. 7 E 5-6 B) μετὰ γενναίας δὲ[*](δὲ X) καὶ καλῆς ἀφιγμένον τῆς προαιρέσεως --- [*](lac. 7 E 11 B. ἔστι δέ τις supplet X. Malim πρὸς ἡμᾶς vel ἡμῖν) ἐξ Ἰταλίας τῶν Πυθαγορικῶν ἀφῖκται δὲ Λύσιδι τῷ γέροντι χοὰς χέασθαι περὶ τὸν τάφον ἔκ τινων ἐνυπνίων ὥς φησι καὶ φασμάτων ἐναργῶν. συχνὸν δὲ κομίζων χρυσίον οἴεται δεῖν Ἐπαμεινώνδᾳ τὰς Λύσιδος γηροτροφίας ἀποτίνειν, καὶ προθυμότατός ἐστιν οὐ δεομένων οὐδὲ βουλομένων ἡμῶν τῇ πενίᾳ βοηθεῖν. καὶ ὁ Σιμμίας ἡσθεὶς πάνυ θαυμαστόν γε λέγεις εἶπεν ἄνδρα καὶ φιλοσοφίας ἄξιον· ἀλλὰ τίς ἡ αἰτία, διʼ ἣν οὐκ εὐθὺς ἣκει πρὸς ἡμᾶς; ἐκεῖνον[*](ἐκεῖνον] ἐκεῖ W) ἔφη νυκτερεύσαντα περὶ[*](περὶ] malim παρὰ) τὸν τάφον ἐμοὶ δοκεῖ τὸν Λύσιδος ἦγεν Ἐπαμεινώνδας πρὸς τὸν Ἰσμηνὸν ἀπολουσόμενον, εἶτʼ ἀφίξονται δεῦρο πρὸς ἡμᾶς· πρὶν δʼ ἐντυχεῖν ἡμῖν ἐνηυλίσατο τῷ τάφῳ, διανοούμενος ἀνελέσθαι τὰ λείψανα τοῦ σώματος καὶ κομίζειν εἰς Ἰταλίαν, εἰ μή τι νύκτωρ ὑπεναντιωθείη δαιμόνιον. ὁ μὲν οὖν πατὴρ ταῦτʼ εἰπὼν ἐσιώπησεν.

ὁ δὲ Γαλαξίδωρος ὦ Ἡράκλεις εἶπεν ὡσἔργον ἐστὶν εὑρεῖν ἄνδρα καθαρεύοντα τύφου καὶ δεισιδαιμονίας. οἱ μὲν γὰρ ἄκοντες ὑπὸ τῶν παθῶν τούτων ἁλίσκονται διʼ ἀπειρίαν ἢ διʼ ἀσθένειαν· οἱ

δέ, ὡς θεοφιλεῖς καὶ περιττοί τινες εἶναι δοκοῖεν, ἐπιθειάζουσι τὰς πράξεις, ὀνείρατα καὶ φάσματα καὶ τοιοῦτον ἄλλον ὄγκον προϊστάμενοι τῶν ἐπὶ νοῦν ἰόντων. ὃ πολιτικοῖς μὲν ἀνδράσι καὶ πρὸς αὐθάδη καὶ ἀκόλαστον ὄχλον ἠναγκασμένοις ζῆν οὐκ ἄχρηστον ἴσως ἐστὶν ὥσπερ ἐκ χαλινοῦ τῆς δεισιδαιμονίας πρὸς τὸ συμφέρον ἀντισπάσαι καὶ μεταστῆσαι τοὺς πολλούς· φιλοσοφίᾳ[*](φιλοσοπφίᾳ R: φιλοσοφίας)δʼ οὐ μόνον ἔοικεν ἀσχήμων ὁ τοιοῦτος εἶναι σχηματισμός, ἀλλὰ καὶ πρὸς τὴν ἐπαγγελίαν ἐναντίος, εἰ[*](εἰ X: ἢ) πᾶν ἐπαγγειλαμένη λόγῳ τἀγαθὸν καὶ τὸ συμφέρον διδάσκειν, εἰς θεοὺς ἐπαναχωρεῖ τῆς τῶν πράξεων ἀρχῆς[*](εἰς θεοὺς ἐπαναφέρει τὰς τῶν πράξεων ἀρχὰς an corrigendum ὑπαναχωρεῖ?) ὡς τοῦ λόγου καταφρονοῦσα, καὶ τὴν ἀπόδειξιν δοκεῖ διαφέρειν ἀτιμάσασα πρὸς μαντεύματα τρέπεται καὶ ὀνειράτων ὄψεις, ἐν οἷς ὁ φαυλότατος οὐχ ἧττον τῷ κατατυγχάνειν πολλάκις φέρεται τοῦ κρατίστου. διὸ καὶ Σωκράτης ὁ ὑμέτερος, ὦ Σιμμία, δοκεῖ μοι φιλοσοφώτερον χαρακτῆρα παιδείας καὶ λόγου περιβάλλεσθαι,[*](περιβαλέσθαι R: περιβάλλεσθαι) τὸ ἀφελὲς τοῦτο καὶ ἄπλαστον ὡς ἐλευθέριον καὶ μάλιστα φίλον ἀληθείας ἑλόμενος τὸν δὲ τῦφον ὥσπερ τινὰ καπνὸν φιλοσοφίας εἰς τοὺς σοφιστὰς ἀποσκεδάσας. ὑπολαβὼν δʼ ὁ Θεόκριτος τί γάρ εἶπεν ὦ Γαλαξίδωρε; καὶ σὲ Μέλητος πέπεικεν, ὅτι Σωκράτης· ὑπερεώρα τὰ θεῖα; τοῦτο γὰρ αὐτοῦ καὶ πρὸς Ἀθηναίους κατηγόρησεν οὐδαμῶς ἔφη τὰ γε θεῖα· φασμάτων δὲ καὶ μύθων καὶ δεισιδαιμο
νίας ἀνάπλεων [*](ἀνάπλεων R: ἀνάπλεω) φιλοσοφίαν ἀπὸ Πυθαγόρου --- [*](lac. 26 fere E, 26 B. Fort. supplendum: ἀπὸ Πυθαγόρου καὶ Ἀναξαγόρου, παρὰ δ; Ἐμπεδοκλέους) Ἐμπεδοκλέους δεξάμενος εὖ μάλα βεβακχευμένην εἴθισεν ὥσπερ πρὸς τὰ[*](ὥσπερ πρὸς τὰ] αὖ περὶ τὰ W. ὥσπερ ἔρωτι πρὸς τὰ?) πράγματα πεπνῦσθαι καὶ λόγῳ νήφοντι μετιέναι[*](μετιέναι Duebnerus: μετιεῖναι) τὴν ἀλήθειαν.

εἶεν εἶπεν ὁ Θεόκριτος, τὸ δὲ δαιμόνιον, ὦ βέλτιστε, τὸ Σωκράτους ψεῦδος ἢ τί φαμεν; ἐμοὶ γὰρ οὐδὲν οὕτω μέγα τῶν περὶ Πυθαγόρου λεγομένων εἰς μαντικὴν ἔδοξε καὶ θεῖον· ἀτεχνῶς γὰρ οἷον [*](οἶον] οἵαν? cf. Hom. K 279. ν 300) Ὅμηρος Ὀδυσσεῖ πεποίηκε τὴν Ἀθηνᾶν ἐν πάντεσσι πόνοισι παρισταμένην, τοιαύτην, ἔοικε Σωκράτει τοῦ βίου προποδηγὸν ἀρχῆς τινα συνάψαι τὸ δαιμόνιον ὄψιν, ἥ[*](Hom. Υ 95) μόνη τοι[*](τοι] γʼ οἱ?) πρόσθεν ἰοῦσα τίθει, φάος ἐν πράγμασιν ἀδήλοις καὶ πρὸς ἀνθρωπίνην ἀσυλλογίστοις φρόνησιν, ἐν[*](ἐν W) οἷς αὐτῷ συνεφθέγγετο πολλάκις τὸ δαιμόνιον ἐπιθειάζον ταῖς αὐτοῦ προαιρέσεσι. τὰ μὲν οὖν πλείονα καὶ μείζονα Σιμμίου χρὴ καὶ τῶν ἄλλων ἐκπυνθάνεσθαι Σωκράτους ἑταίρων· ἐμοῦ δὲ παρόντος, ὅτε πρὸς Εὐθύφρονα τὸν μάντιν ἧκον; ἔτυχε μέν, ὦ Σιμμία, μέμνησαι γάρ, ἄνω πρὸς τὸ Σύμβολον Σωκράτης καὶ τὴν οἰκίαν τὴν Ἀνδοκίδου βαδίζων ἅμα τι διερωτῶν καὶ διασείων τὸν Εὐθύφρονα μετὰ παιδιᾶς. ἄφνω δʼ ἐπιστὰς καὶ σιμπείσας [*](συμπείσας] σιωπήσας W. συμμύσας?) προσέσχεν αὑτῷ[*](αὑτῷ] οὕτω BE) συχνὸν χρόνον· εἶτʼ ἀναστρέψας ἐπορεύετο τὴν διὰ τῶν

κιβωτοποιῶν, καὶ τοὺς προκεχωρηκότας ἤδη τῶν ἑταίρων ἀνεκαλεῖτο[*](ἀνεκαλεῖτο φάσκων αὑτῷ W cum Amyoto: lac. 23 BE) φάσκων αὑτῷ γεγονέναι τὸ δαιμόνιον. οἱ μὲν οὖν πολλοὶ συνανέστρεφον, ἐν οἷς κἀγὼ τοῦ Εὐθύφρονος ἐχόμενος· νεανίσκοι δέ τινες τὴν εὐθεῖαν βαδίζοντες ὡς δὴ τὸ Σωκράτους ἐλέγξοντες δαιμόνιον, ἐπεσπάσαντο Χάριλλον τὸν αὐλητὴν ἥκοντα καὶ αὐτὸν μετʼ ἐμοῦ εἰς Ἀθήνας πρὸς Κέβητα· πορευομένοις δʼ αὐτοῖς διὰ τῶν ἑρμογλύφων[*](ἑρμολύφων R: ἑρμογλυφιῶν) παρὰ τὰ δικαστήρια σύες ἀπαντῶσιν ἀθρόαι[*](ἀθρόαι *: ἀθρόοι) βορβόρου περίπλεοι καὶ κατʼ ἀλλήλων ὠθούμεναι διὰ πλῆθος· ἐκτροπῆς δὲ μὴ παρούσης, τοὺς μὲν ἀνέτρεψαν ἐμβαλοῦσαι τοὺς δʼ ἀνεμόλυναν. ἧκεν οὖν καὶ ὁ Χάριλλος οἴκαδε τά τε σκέλη καὶ τὰ ἱμάτια βορβόρου μεστός, ὥστʼ ἀεὶ τοῦ Σωκράτους δαιμονίου μεμνῆσθαι μετὰ γέλωτος --- [*](lac. 8 E 7 B supplet verbis ἡμᾶς ἅμα καὶ W) θαυμάζοντας, εἰ μηδαμοῦ προλείπει τὸν ἄνδρα μηδʼ ἀμελεῖ τὸ θεῖον αὐτοῦ.

καὶ ὁ Γαλαξίδωρος οἴει γάρ ἔφη Θεόκριτε, τὸ Σωκράτους δαιμόνιον ἰδίαν καὶ περιττὴν ἐσχηκέναι δύναμιν; οὐχὶ[*](οὐχὶ] οὐχὶ δὲ R) τῆς κοινῆς μόριόν τι μαντικῆς[*](μαντικῆς Holwerda: ἀνάγκης) τὸν ἄνδρα πείρᾳ βεβαιωσάμενον, ἐν τοῖς ἀδήλοις καὶ ἀτεκμάρτοις τῷ λογισμῷ ῥοπὴν ἐπάγειν; ὡς γὰρ ὁλκὴ μία καθʼ αὑτὴν οὐκ ἄγει τὸν ζυγόν, ἰσορροποῦντι δὲ βάρει προστιθεμένη κλίνει τὸ σύμπαν ἐφʼ, ἑαυτήν οὕτω πταρμὸς ἢ [*](οὕτω πταρμὸς ἢ *: οὕτως ἐφαρμοσει) κληδὼν ἤ τι

τοιοῦτον σύμβολον --- [*](lac. 16 E 14 B. fort. exciderint verba μικρόν ἐστι) καὶ κοῦφον, ἐμβριθῆ διάνοιαν ἐπισπάσασθαι πρὸς πρᾶξιν· δυεῖν δʼ ἐναντίων λογισμῶν θατέρῳ προσελθὸν[*](προσελθὸν Emperius: προσελθὼν) ἔλυσε τὴν ἀπορίαν, τῆς ἰσότητος ἀναιρεθείσης, ὥστε κίνησιν γίγνεσθαι[*](μαλιμ γενέσθαι) καὶ ὁρμήν. ὑπολαβὼν δʼ ὁ πατήρ ἀλλὰ μήν ἔφη καὶ αὐτός, ὦ Γαλαξίδωρε, Μεγαρικοῦ τινος ἤκουσα, Τερψίωνος δὲ ἐκεῖνος, ὅτι τὸ Σωκράτους δαιμόνιον πταρμὸς ἦν, ὅ τε παρʼ αὐτοῦ καὶ ὁ παρʼ ἄλλων· ἑτέρου μὲν πταρόντος ἐκ δεξιᾶς εἴτʼ ὄπισθεν εἴτʼ ἔμπροσθεν, ὁρμᾶν αὐτὸν ἐπὶ τὴν πρᾶξιν· εἰ δʼ ἐξ ἀριστερᾶς, ἀποτρέπεσθαι τῶν δʼ αὐτοῦ πταρμῶν τὸν μὲν ἔτι μέλλοντος βεβαιοῦν τὸν δʼ ἤδη πράσσοντος ἐπέχειν καὶ κωλύειν τὴν ὁρμήν. ἀλλʼ ἐκεῖνό μοι δοκεῖ θαυμαστόν, εἰ πταρμῷ χρώμενος οὐ τοῦτο[*](τοῦτο] τοῦτον R) τοῖς ἑταίροις ἀλλὰ δαιμόνιον εἶναι τὸ κωλῦον ἢ κελεῦον ἔλεγε· τύφου γὰρ ἂν ἦν[*](ἂν ἦν idem: αὖ) τινος, ὦ φίλε, κενοῦ καὶ κόμπου τὸ τοιοῦτον, οὐκ ἀληθείας καὶ ἁπλότητος οἷς τὸν ἄνδρα μέγαν ὡς ἀληθῶς καὶ διαφέροντα τῶν πολλῶν γεγονέναι δοκοῦμεν, ὑπὸ φωνῆς ἔξωθεν ἢ πταρμοῦ τινος ὁπηνίκα τύχοι θορυβούμενον ἐκ τῶν πράξεων ἀνατρέπεσθαι καὶ προΐεσθαι[*](προϊεσθαι X: προσίεσθαι) τὸ δεδογμένον. αἱ δὲ Σωκράτους αὖ ὁρμαὶ[*](αὖ ὁρμαὶ idem: ἀφορμαὶ) τὸ βέβαιον[*](βεβαιον TUrnebus: lac. 18 E 16 B) ἔχουσαι καὶ σφοδρότητα φαίνονται πρὸς ἅπαν, ὡς ἂν ἐξ ὀρθῆς καὶ ἰσχυρᾶς ἀφειμέναι κρίσεως καὶ ἀρχῆς. πενίᾳ γὰρ ἐμμεῖναι παρὰ πάντα τὸν βίον
ἑκουσίως, σὺν παὶ χάριτι τῶν διδόντων ἔχειν δυνάμενον, καὶ φιλοσοφίας μὴ ἐκστῆναι πρὸς τοσαῦτα κωλύματα καὶ τέλος εἰς σωτηρίαν καὶ φυγὴν αὐτῷ σπουδῆς ἑταίρων καὶ παρασκευῆς εὐμηχάνου γενομένης, μήτε καμφθῆναι λιπαροῦσι μήθʼ ὑποχωρῆσαι τῷ θανάτῳ πελάζοντι,[*](πελάζοντι Emperius: παίζοντι) χρῆσθαι δʼ ἀτρέπτῳ τῷ λογισμῷ πρὸς τὸ δεινόν, οὐκ ἔστιν ἀνδρὸς ἐκ κληδόνων ἢ πταρμῶν μεταβαλλομένην ὅτε τύχοι γνώμην ἔχοντος ἀλλʼ ὑπὸ μείζονος ἐπιστασίας καὶ ἀρχῆς ἀγομένου πρὸς τὸ καλόν. ἀκούω δὲ καὶ τὴν ἐν Σικελίᾳ τῆς Ἀθηναίων δυνάμεως φθορὰν προειπεῖν αὐτὸν ἐνίοις τῶν φίλων. καὶ πρότερον ἔτι τούτων Πυριλάμπης ὁ Ἀντιφῶντος ἁλοὺς ἐν τῇ διώξει περὶ Δήλιον ὑφʼ ἡμῶν δορατίῳ τετρωμένος, ὡς ἤκουσε τῶν ἐπὶ τὰς σπονδὰς ἀφικομένων Ἀθήνηθεν, ὅτι Σωκράτης μετʼ Ἀλκιβιάδου καὶ Λάχητος[*](Λάχητος Turnebus: μάχητος) ἐπὶ Ῥηγίστης[*](ἐπὶ Ρηγίστης] ἐπὶ Ρειτοὺς Huttenus coll. Hesychio s v.) καταβὰς ἀπονενοστήκοι, πολλὰ μὲν τοῦτον ἀνεκαλέσατο, πολλὰ δὲ φίλους τινὰς καὶ λοχίτας οἷς συνέβη μετʼ αὐτοῦ παρὰ τὴν Πάρνηθα[*](παρνητα BE) φεύγουσιν ὑπὸ τῶν ἡμετέρων ἱππέων[*](ἱππέων] ἵππων BE) ἀποθανεῖν, ὡς τοῦ Σωκράτους δαιμονίου παρακούσαντας, ἑτέραν ὁδὸν οὐχ ἣν ἐκεῖνος ἦγε τρεπομένους[*](τραπομένους *: τρεπομένους) ἀπὸ τῆς μάχης. ταῦτα δʼ οἶμαι καὶ Σιμμίαν ἀκηκοέναι πολλάκις ὁ Σιμμίας ἔφη καὶ πολλῶν διεβοήθη γὰρ οὐκ ἠρέμα τὸ Σωκράτους Ἀθήνησιν ἐκ τούτων δαιμόνιον.

τί οὖν ὁ Φειδόλαος εἶπεν· ὦ Σιμμία, Γαλαξίδωρον ἐάσωμεν παίζοντα καταβάλλειν τοσοῦτο μαντείας ἔργον εἰς πταρμοὺς καὶ κληδόνας, οἷς καὶ οἱ πολλοὶ καὶ ἰδιῶται περὶ μικρὰ προσχρῶνται καὶ παίζοντες· ὅταν δὲ κίνδυνοι βαρύτεροι καὶ μείζονες καταλάβωσι πράξεις, ἐκεῖνο γίγνεται τὸ Εὐριπίδειον

οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας;
[*](Nauck. p. 441 (fr. 282, 22)) καὶ ὁ Γαλαξίδωρος Σιμμίου μέν ἔφη Φειδόλαε, περὶ τούτων, εἴ τι Σωκράτους αὐτὸς λέγοντος ἤκουσεν, ἕτοιμος ἀκροᾶσθαι καὶ πείθεσθαι[*](πείθεσθαι X: φείδεσθαι) μεθʼ ὑμῶν· τὰ δʼ ὑπὸ σοῦ λελεγμένα καὶ Πολύμνιος οὐ χαλεπὸν ἀνελεῖν. ὡς γὰρ ἐν ἰατρικῇ σφυγμὸς ἢ φλύκταινα μικρὸν οὐ μικροῦ δὲ σημεῖόν ἐστι, καὶ κυβερνήτῃ πελάγους[*](πελάγους] πελαγίας?) φθόγγος ὄρνιθος ἢ διαδρομὴ κνηκίδος ἀραιᾶς πνεῦμα σημαίνει καὶ κίνησιν τραχυτέραν θαλάσσης· οὕτω μαντικῇ ψυχῇ πταρμὸς ἢ κληδὼν οὐ μέγα καθʼ αὑτὸ σύμβολον δὲ μεγάλου[*](σύμβολον δὲ μεγάλου *: lac. 37 E 25 B) συμπτώματος· οὐδεμιᾶς γὰρ τέχνης καταφρονεῖται τὸ μικροῖς μεγάλα καὶ διʼ ὀλίγων, πολλὰ προμηνύειν. ἀλλʼ ὥσπερ εἴ τις ἄπειρος γραμμάτων δυνάμεως ὁρῶν ὀλίγα πλήθει καὶ φαῦλα τὴν μορφὴν ἀπιστοίη ἄνδρα γραμματικὸν ἐκ τούτων ἀναλέγεσθαι πολέμους μεγάλους, οἳ τοῖς πάλαι συνέτυχον, καὶ κτίσεις πόλεων πράξεις τε καὶ παθήματα[*](παθήματα Leonicus: μαθήματα) βασιλέων, εἶτα φαίη
φωνὴν ἢ ὅμοιόν τι [*](φαίη φωνὴν ἢ ὅμοιόν τι *: φανῆναι ὀμνύοντι. Coniecturam confirmat id quod in eandem etiam P. Papageorgiu incidit) μηνύειν καὶ καταλέγειν ἐκείνῳ τῶν ἱστορικῶν [*](τῶν ἱστορικῶν W: τῷ ἱστορικῷ) τούτων ἕκαστον, ἡδὺς ἄν, ὦ φίλε[*](φίλε] Φειδόλαε R), γέλως σοι τοῦ ἀνθρώπου τῆς ἀπειρίας ἐπέλθοι οὕτω σκόπει, μὴ καὶ ἡμεῖς τῶν μαντικῶν ἑκάστου τὴν δύναμιν ἀγνοοῦντες, ᾗ συμβάλλει πρὸς τὸ μέλλον, εὐήθως ἀγανακτῶμεν, εἰ νοῦν ἔχων ἄνθρωπος ἐκ τούτων[*](τούτων Duebnerus: τούτων ἂν) ἀποφαίνεταί τι περὶ τῶν ἀδήλων, καὶ ταῦτα φάσκων αὐτὸς οὐ πταρμὸν οὐδὲ φωνὴν ἀλλὰ δαιμόνιον αὐτῷ τῶν πράξεων ὑφηγεῖσθαι. μέτειμι γὰρ ἤδη πρὸς σέ, ὦ Πολύμνι, θαυμάζοντα Σωκράτους ἀνδρὸς ἀτυφίᾳ καὶ ἀφελείᾳ μάλιστα δὴ φιλοσοφίαν ἐξανθρωπίσαντος, εἰ μὴ πταρμὸν μηδὲ κληδόνα τὸ[*](το] del. Stegmannus, recte ut vid.) σημεῖον ἀλλὰ τραγικῶς πάνυ τὸ δαιμόνιον ὠνόμαζεν. ἐγὼ γὰρ ἂν τοὐναντίον ἐθαύμαζον ἀνδρὸς ἄκρου διαλέγεσθαι καὶ κρατεῖν ὀνομάτων, ὥσπερ Σωκράτης, εἰ μὴ τὸ δαιμόνιον ἀλλὰ τὸν πταρμὸν αὑτῷ[*](εἰ μὴ τὸν πταρμὸν ἀλλὰ τὸ δαιμόνιον αὐτῷ BE) σημαίνειν ἔλεγεν· ὥσπερ εἴ τις ὑπὸ τοῦ βέλους φαίη τετρῶσθαι μὴ τῷ βέλει ὑπὸ τοῦ βαλόντος, μεμετρῆσθαι δʼ αὖ τὸ βάρος ὑπὸ τοῦ ζυγοῦ μὴ τῷ ζυγῷ ὑπὸ τοῦ ἱστάντος. οὐ γὰρ τοῦ ὀργάνου τὸ ἔργον, ἀλλʼ οὗ καὶ τὸ ὄργανον ᾧ χρῆται πρὸς τὸ ἔργον· ὄργανον δέ τι καὶ τὸ σημεῖον ᾧ χρῆται τὸ σημαῖνον· ἀλλʼ ὅπερ εἶπον, εἴ τι Σιμμίας ἔχοι λέγειν, ἀκουστέον, ὡς εἰδότος ἀκριβέστερον.

καὶ ὁ Θεόκριτος πρότερόν γʼ ἔφη τοὺς εἰσιόντας οἵτινές[*](οἵτινες] εἴ τινες BE) εἰσιν ἀποσκεψαμένοις, μᾶλλον δὲ

τὸν ξένον ὃν[*](ὃν *) ἔοικεν ἡμῖν Ἐπαμεινώνδας ὁδὶ κομίζειν., ἀποβλέψαντες οὖν πρὸς τὰς θύρας, ἑωρῶμεν ἡγούμενον μὲν τὸν Ἐπαμεινώνδαν καὶ συνεστώτων[*](συνεστώτων] σὺν αὐτῷ τῶν R. τῶν συνεστώτων W) φίλων Ἰσμηνόδωρον καὶ Βακχυλίδαν καὶ Μέλισσον τὸν αὐλητήν, ἑπόμενον δὲ τὸν ξένον, οὐκ ἀγεννῆ τὸ εἶδος ἀλλὰ πραότητα καὶ φιλοφροσύνην τοῦ ἤθους ὑποφαίνοντα καὶ σεμνῶς ἀμπεχόμενον τὸ σῶμα καθίσαντος οὖν ἐκείνου μὲν αὐτοῦ παρὰ τὸν Σιμμίαν τοῦ δʼ ἀδελφοῦ παρʼ ἐμὲ τῶν δʼ ἄλλων ὡς ἕκαστος ἔτυχε καὶ γενομένης σιωπῆς, ὁ Σιμμίας τὸν ἀδελφὸν ἡμῶν καλέσας εἶεν εἶπεν ὦ Ἐπαμεινώνδα, τίνα χρὴ τὸν ξένον καὶ πῶς καὶ πόθεν προσαγορεύειν; ἀρχὴ γάρ τις ἐντυχίας καὶ γνώσεως αὕτη συνήθης. καὶ ὁ Ἐπαμεινώνδας Θεάνωρ εἶπεν ὦ Σιμμία, ὄνομα μὲν τἀνδρί,[*](τἀνδρί *: τῷ ἀνδρί) γένος δὲ Κροτωνιάτης τῶν ἐκεῖ φιλοσόφων οὐ καταισχύνων τὸ μέγα Πυθαγόρου κλέος· ἀλλὰ καὶ νῦν ἥκει δεῦρο μακρὰν ὁδὸν ἐξ Ἰταλίας ἔργοις καλοῖς καλὰ δόγματα βεβαιῶν. ὑπολαβὼν δʼ ὁ ξένος οὐκοῦν ἔφη σὺ κωλύεις, ὦ Ἐπαμεινώνδα, τῶν ἔργων τὸ κάλλιστον. εἰ γὰρ εὖ ποιεῖν φίλους καλόν, οὐκ αἰσχρὸν εὖ πάσχειν ὑπὸ φίλων· ἡ γὰρ χάρις οὐχ ἧττον δεομένη τοῦ λαμβάνοντος ἢ τοῦ διδόντος ἐξ ἀμφοῖν τελειοῦται πρὸς τὸ καλόν· ὁ δὲ μὴ δεξάμενος ὥσπερ σφαῖραν εὖ φερομένην κατῄσχυνεν ἀτελῆ πεσοῦσαν. ποίου γὰρ οὕτω σκοποῦ βάλλοντα καὶ τυχεῖν ἡδὺ καὶ διαμαρτάνειν ἀνιαρὸν ὡς ἀνδρὸς εὖ παθεῖν ἀξίου διὰ
χάριτος ἐφιέμενον; ἀλλʼ ἐπεῖ μὲν ὁ τοῦ σκοποῦ μένοντος ἀτυχήσας σφάλλεται διʼ αὑτόν, ἐνταυθοῖ δ̓ ὁ παραιτούμενος καὶ ὑποφεύγων ἀδικεῖ τὴν χάριν εἰς ὃ ἔσπευκε μὴ περαίνουσαν. σοὶ μὲν οὖν τὰς αἰτίας ἤδη διῆλθον, ὑφʼ ὧν ἔπλευσα δεῦρο· βούλομαι δὲ καὶ τούτοις [*](τούτοις Turnebus: τούτους) διελθὼν χρήσασθαι πρός σε δικασταῖς. ἐπεὶ γὰρ ἐξέπεσον αἱ κατὰ πόλεις ἑταιρεῖαι[*](ἑταιρεῖαι *: ἑταιρίαι) τῶν Πυθαγορικῶν στάσει κρατηθέντων, τοῖς δʼ ἔτι συνεστῶσιν ἐν Μεταποντίῳ συνεδρεύουσιν ἐν οἰκίᾳ πῦρ οἱ Κυλώνειοι περιένησαν καὶ διέφθειραν ἐν ταὐτῷ[*](ταὐτῷ W: τούτῳ) πάντας πλὴν Φιλολάου καὶ Λύσιδος, νέων ὄντων ἔτι ῥώμῃ[*](ῥῴμῃ] καὶ ῥώμῃ) στεγμαννυς. νιηιλ οπυσκαὶ κουφότητι διωσαμένων τὸ πῦρ, Φιλόλαος μὲν εἰς Λευκανοὺς φυγὼν ἐκεῖθεν ἀνεσώθη πρὸς τοὺς ἄλλους φίλους ἤδη πάλιν ἀθροιζομένους καὶ κρατοῦντας τῶν Κυλωνείων Λῦσις δʼ ὅπου γέγονεν ἠγνοεῖτο πολὺν χρόνον· πλήν γε δὴ Γοργίας ὁ Λεοντῖνος ἐκ τῆς Ἑλλάδος ἀναπλέων εἰς Σικελίαν ἀπήγγελλε τοῖς περὶ Ἄρκεσον βεβαίως Λύσιδι συγγεγονέναι διατρίβοντι περὶ Θήβας. ὥρμησε δʼ ὁ Ἄρκεσος πόθῳ τἀνδρὸς[*](τἀνδρὸς * hic et paulo post: τοῦ ἀνδρὸς) αὐτὸς ὡς εἶχε πλεῦσαι, κομιδῇ δὲ διὰ γῆρας καὶ ἀσθένειαν ἐλλείπων ἐπέσκηψε μάλιστα μὲν ζῶντα κομίσαι τὸν Λῦσιν εἰς Ἰταλίαν ἢ τὰ λείψανα τεθνηκότος. οἱ δʼ ἐν μέσῳ πόλεμοι καὶ στάσεις καὶ τυραννίδες ἐκώλυσαν αὐτῷ ζῶντι συντελέσαι τοὺς φίλους τὸν ἆθλον. ἐπεὶ δʼ ἡμῖν τὸ Λύσιδος δαιμόνιον ἤδη τεθνηκότος ἐναργῶς
προϋπέφαινε[*](προύφαινε Cobetus) τὴν τελευτήν, καὶ τὰς παρʼ ὑμῖν, ὦ Πολύμνι, θεραπείας καὶ διαίτας τἀνδρὸς οἱ σαφῶς εἰδότες ἀπήγγελλον, ὅτι πλουσίας ἐν οἴκῳ πένητι γηροκομίας τυχὼν καὶ πατὴρ τῶν σῶν υἱέων ἐπιγραφεὶς οἴχοιτο μακαριστός, ἀπεστάλην ἐγὼ νέος καὶ εἷς ὑπὸ πολλῶν καὶ πρεσβυτέρων, ἐχόντων οὐκ ἔχουσι χρήματα διδόντων, πολλὴν[*](πολλὴν] πολλὴν δὲ R) χάριν καὶ φιλίαν ἀντιλαμβανόντων. Λῦσις δὲ καὶ κεῖται[*](καὶ κεῖται] κεκήδευται Cobetus) καλῶς ὑφʼ ὑμῶν, καὶ τάφου καλοῦ κρείττων αὐτῷ χάρις ἐκτινομένη φίλοις ὑπὸ φίλων καὶ οἰκείων.

ταῦτα τοῦ ξένου λέγοντος, ὁ μὲν πατὴρ ἐπεδάκρυσε τῇ μνήμῃ τοῦ Λύσιδος πολὺν χρόνον, ὁ δʼ ἀδελφὸς ὑπομειδιῶν, ὥσπερ εἰώθει πρὸς ἐμέ πῶς ἔφη ποιοῦμεν, ὦ Καφεισία; προϊέμεθα[*](ποιῶμεν - προϊώμεθα Cobetus) τὴν πενίαν τοῖς χρήμασι καὶ σιωπῶμεν; ἥκιστʼ ἔφην ἐγώ τὴν φίλην καὶ ἀγαθὴν κουροτρόφον · ἀλλʼ ἄμυνε σὸς γὰρ ὁ λόγος.[*](Hom. ι 27) καὶ μὴν ἐγώ εἶπεν ὦ πάτερ, ταύτῃ μόνον[*](μόνον Holwerda: μόνῃ) τὴν οἰκίαν ἐδεδίειν ἁλώσιμον ὑπὸ χρημάτων εἶναι, κατὰ τὸ Καφισίου σῶμα, καλῆς μὲν ἐσθῆτος δεόμενον ἵνα τοῖς ἐρασταῖς ἐγκαλλωπίσηται τοσούτοις οὖσιν, ἀφθόνου δὲ καὶ πολλῆς; τροφῆς ἵνʼ ἀντέχῃ πρὸς τὰ γυμνάσια καὶ πρὸς τοὺς ἐν ταῖς παλαίστραις ἀγῶνας· ὁπηνίκα δʼ οὗτος οὐ προδίδωσι τὴν πενίαν οὐδʼ ὡς βαφὴν ἀνίησι τὴν πάτριον πενίαν, ἀλλὰ καίπερ ὢν μειράκιον, εὐτελείᾳ καλλωπίζεται καὶ στέργει τὰ παρόντα, τίς ἂν ἡμῖν γένοιτο τῶν

χρημάτων διάθεσις καὶ χρῆσις; ἦπου καταχρυσώσομεν τὰ ὅπλα, καὶ τὴν ἀσπίδα πορφύρᾳ συμμεμιγμένῃ πρὸς χρυσίον, ὥσπερ Νικίας ὁ Ἀθηναῖος, διαποικιλοῦμεν; σοὶ δʼ, ὦ πάτερ, Μιλησίαν χλανίδα τῇ δὲ μητρὶ παραλουργὸν ὠνησόμεθα χιτώνιον; οὐ γὰρ εἰς γαστέρα δήπου καταχρησόμεθα τὴν δωρεάν, εὐωχοῦντες αὑτοὺς πολυτελέστερον, ὥσπερ ξένον ὑποδεδεγμένοι βαρύτερον τὸν πλοῦτον ἄπαγʼ · εἶπεν ὁ πατήρ ὦ παῖ· μηδέποτε τοιαύτην ἐπίδοιμι μετακόσμησιν. τοῦ βίου ἡμῶν[*](ἡμῶν] deleverim) καὶ μὴν οὐδʼ ἀργόν ἔφη καθισόμεθα φρουροῦντες οἴκοι τὸν πλοῦτον· ἄχαρις γὰρ ἂν οὕτως ἡ χάρις καὶ ἄτιμος ἡ κτῆσις εἴη. τί μήν;[*](εἴη. τί μήν; R: ἐπὶ τί μήν;) εἶπεν ὁ πατήρ. οὐκοῦν ἔφη ὁ Ἐπαμεινώνδας Ἰάσωνι μὲν τῷ Θετταλῶν ταγῷ πέμψαντι δεῦρο πολὺ χρυσίον ἔναγχος πρὸς ἡμᾶς καὶ δεομένῳ λαβεῖν ἀγροικότερος ἐφάνην ἀποκρινόμενος ἀδίκων χειρῶν αὐτὸν κατάρχειν, ὅτι μοναρχίας ὢν ἐραστὴς ἄνδρα δημότην ἐλευθέρας καὶ αὐτονόμου πόλεως ἐπείρα διὰ χρημάτων. σοῦ δʼ, ὦ ξένε, τὴν μὲν προθυμίαν ʽ καλὴ γὰρ καὶ φιλόσοφοσʼ δέχομαι καὶ ἀγαπῶ διαφερόντως· ἥκεις δὲ φάρμακα φίλοις μὴ νοσοῦσι κομίζων. ὥσπερ οὖν εἰ πολεμεῖσθαι πυθόμενος ἡμᾶς ἔπλευσας ὅπλοις καὶ βέλεσιν ἡμᾶς ὠφελήσων, εἶτα φιλίαν καὶ εἰρήνην εὗρες, οὐκ ἂν ᾤου δεῖν ἐκεῖνα διδόναι καὶ ἀπολείπειν μὴ δεομένοις· οὕτω σύμμαχος μὲν ἀφῖξαι πρὸς πενίαν ὡς ἐνοχλουμένοις ὑπʼ αὐτῆς, ἡ δʼ ἐστὶ ῥᾴστη φέρειν
ἡμῖν καὶ φίλη σύνοικος. οὔκουν δεῖ χρημάτων οὐδʼ ὅπλων ἐπʼ αὐτὴν μηδὲν ἀνιῶσαν ἀλλʼ ἀπάγγελλε τοῖς ἐκεῖ γνωρίμοις, ὅτι κάλλιστα μὲν αὐτοὶ πλούτῳ χρῶνται καλῶς δὲ πενίᾳ χρωμένους αὐτόθι φίλους ἔχουσι, τὰς δὲ Λύσιδος ἡμῖν τροφὰς καὶ ταφὰς αὐτὸς ὑπὲρ αὑτοῦ Λῦσις ἀπέδωκε, τὰ τʼ ἄλλα καὶ πενίαν διδάξας μὴ δυσχεραίνειν.

ὑπολαβὼν δʼ ὁ Θεάνωρ ἆρʼ οὖν ἔφη τὸ πενίαν δυσχεραίνειν ἀγεννές ἐστι τὸ δὲ πλοῦτον δεδιέναι καὶ φεύγειν οὐκ ἄτοπον;[*](ἄτοπον posterius W. Fort. addendum etiam εἶπεν Ἐπαμεινώνδας) ἄτοπον, εἰ μὴ λόγῳ τις αὐτὸν ἀλλὰ σχηματιζόμενος ἢ διʼ ἀπειροκαλίαν ἢ τῦφόν τινα διωθεῖται. καὶ τίς ἄν ἔφη λόγος ἀπείργοι τὴν ἐκ καλῶν καὶ δικαίων κτῆσιν, ὦ Ἐπαμεινώνδα;[*](ὦ Ἐπαμεινώνδα W: ὡς ἐπαμεινώνδας) μᾶλλον δὲ ʽπραότερον[*](πραότερον idem: πρότερον) γὰρ ἡμῖν ἢ τῷ Θετταλῷ πρὸς τὰς ἀποκρίσεις ἐνδίδου σαυτὸν ὑπὲρ τούτωνʼ εἰπέ μοι, πότερον ἡγῇ δόσιν μὲν εἶναί τινα χρημάτων ὀρθὴν λῆψιν δὲ μηδεμίαν ἢ καὶ τοὺς διδόντας ἁμαρτάνειν πάντως καὶ τοὺς λαμβάνοντας; οὐδαμῶς εἶπεν ὁ Ἐπαμεινώνδας, ἀλλʼ ὥσπερ ἄλλου τινὸς ἐγὼ καὶ πλούτου χάριν τε καὶ κτῆσιν εἶναι νομίζω, τὴν μὲν αἰσχρὰν τὴν δʼ ἀστείαν. ἆρʼ οὖν ἔφη ὁ Θεάνωρ ὁ ἃ ὀφείλει[*](ἃ ὀφείλει *: ἃ ὀφείλων) διδοὺς ἑκουσίως καὶ προθύμως οὐ καλῶς δίδωσιν; ὡμολόγησεν. ὁ δʼ ἅ τις καλῶς δίδωσι δεξάμενος οὐ καλῶς εἴληφεν; ἢ γένοιτʼ ἂν δικαιοτέρα χρημάτων λῆψις τῆς παρὰ τοῦ δικαίως διδόντος; οὐκ ἄν ἔφη γένοιτο. δυεῖν ἄρα

φίλων̓ εἶπεν ὦ Ἐπαμεινώνδα, εἰ θατέρῳ[*](θατέρῳ posterius Basileensis: θάτερον) δοτέον, θατέρῳ δήπου ληπτέον· ἐν μὲν γὰρ ταῖς μάχαις τὸν εὖ βάλλοντα τῶν πολεμίων ἐκκλιτέον, ἐν δὲ ταῖς χάρισι τὸν καλῶς διδόντα τῶν φίλων οὔτε φεύγειν οὔτ ἀπωθεῖσθαι δίκαιον· εἰ γὰρ ἡ πενία μὴ δυσχερὲς οὐδʼ αὖ πάλιν ὁ πλοῦτος οὕτως ἄτιμος καὶ ἀπόβλητος. οὐ γὰρ οὖν εἶπεν ὁ Ἐπαμεινώνδας ἀλλʼ ἔστιν ὅτῳ μὴ λαβόντι [*](λαβόντι W: διδόντι) τὸ καλῶς διδόμενον τιμιώτερον ὑπάρχει καὶ κάλλιον· οὑτωσὶ δʼ ἐπίσκεψαι μεθʼ ἡμῶν. εἰσὶ δήπουθεν ἐπιθυμίαι πολλαὶ καὶ πολλῶν, ἔνιαι μὲν ἔμφυτοι λεγόμεναι καὶ περὶ τὸ σῶμα βλαστάνουσαι, πρὸς τὰς ἀναγκαίας ἡδονάς αἱ[*](αἳ *: αἱ) δʼ ἐπήλυδες, αἳ ἕνεκα[*](ἕνεκα *: ἕνεκεν) κενῶν δοξῶν, ἰσχὺν δὲ καὶ βίαν ὑπὸ χρόνου καὶ συνηθείας ἐν τροφῇ μοχθηρᾷ λαβοῦσαι, πολλάκις ἕλκουσι καὶ ταπεινοῦσι τὴν ψυχὴν ἐρρωμενέστερον τῶν ἀναγκαίων· ἔθει δὲ καὶ μελέτῃ πολὺ μέν τις ἤδη καὶ τῶν ἐμφύτων ἀπαρύσαι παθῶν τῷ λόγῳ παρέσχε· τὸ δὲ πᾶν τῆς ἀσκήσεως κράτος, ὦ φίλε, ταῖς ἐπεισοδίοις καὶ περιτταῖς προσαγαγόντας ἐπιθυμίαις ἐκπονεῖν χρὴ καὶ ἀποκόπτειν αὐτὰς ἀνείρξεσι καὶ κατοχαῖς ὑπὸ τοῦ λόγου κολαζομένας. εἰ γὰρ δίψαν ἐκβιάζεται καὶ πεῖναν ἡ πρὸς τροφὴν καὶ ποτὸν ἀντίβασις τοῦ λογισμοῦ, μακρῷ δήπου ῥᾷόν ἐστι φιλοπλουτίαν κολοῦσαι καὶ φιλοδοξίαν ἀποχαῖς ὧν ἐφίενται καὶ ἀνείρξεσιν εἰς τέλος καταλυθείσας ἢ οὐ δοκεῖ σοι; ὡμολόγησεν ὁ ξένος. ἆρʼ οὖν ἔφη διαφορὰν ὁρᾷς
ἀσκήσεως καὶ τοῦ πρὸς ὃ ἡ ἄσκησις ἔργου, καὶ καθάπερ ἀθλητικῆς ἔργον μὲν ἂν εἴποις τὴν ὑπὲρ τοῦ στεφάνου πρὸς τὸν ἀντίπαλον ἅμιλλαν, ἄσκησιν δὲ τὴν ἐπὶ τοῦτο διὰ τῶν γυμνασίων παρασκευὴν τοῦ σώματος· οὕτω καὶ ἀρετῆς ὁμολογεῖς τὸ μὲν ἔργον εἶναι τὸ δʼ ἄσκησιν; ὁμολογήσαντος δὲ τοῦ ξένου, φέρε τοίνυν πρῶτον εἶπε[*](εἶπε W: εἰπέ) τῆς ἐγκρατείας τὸ τῶν αἰσχρῶν καὶ παρανόμων ἡδονῶν ἀπέχεσθαι πότερον ἄσκησιν ἢ μᾶλλον ἔργον καὶ ἀπόδειξιν ἀσκήσεως εἶναι νομίζεις;[*](νομίζειν BE) ἔργον εἶπεν ἐγὼ καὶ ἀπόδειξιν ἄσκησιν δὲ καὶ μελέτην [*](μελέτην R: μελέτην μετὰ) ἐγκρατείας, οὐχ ᾗπερ ἔτι νῦν ἐφείλκυσθε[*](ἦπερ - ἐφείλκυσθε] ἦσπερ - ἐφικνεῖσθε? vid. Symb.) πάντες ὑμεῖς, ὅταν γυμναζόμενοι[*](γυμνασάμενοι R) καὶ κινήσαντες ὥσπερ ζῷα τὰς ὀρέξεις, ἐπιστῆτε λαμπραῖς τραπέζαις καὶ ποικίλοις ἐδέσμασι πολὺν χρόνον, εἶτα ταῦτα τοῖς οἰκέταις ὑμῶν εὐωχεῖσθαι παραδόντες, αὐτοὶ τὰ λιτὰ καὶ ἁπλᾶ προσφέρησθε κεκολασμέναις ἤδη ταῖς ἐπιθυμίαις; ἡ γὰρ ἐν οἷς ἔξεστιν ἀποχὴ τῶν ἡδονῶν ἄσκησίς ἐστι τῇ ψυχῇ πρὸς ἃ κεκώλυται πάνυ μὲν οὖν εἶπεν. ἔστιν οὖν τις, ὦ φίλε, καὶ δικαιοσύνῃ πρὸς φιλοπλουτίαν καὶ φιλαργυρίαν ἄσκησις, οὐ τὸ μὴ κλέπτειν ἐπιόντα νύκτωρ τὰ τῶν πέλας μηδὲ λωποδυτεῖν· οὐδʼ εἰ μὴ προδίδωσί τις πατρίδα καὶ φίλους διʼ ἀργύριον, οὗτος ἀσκεῖ πρὸς φιλαργυρίαν ʽκαὶ γὰρ ὁ νόμος ἴσως ἐνταῦθα καὶ ὁ φόβος ἀπείργει τὴν πλεονεξίαν τοῦ ἀδικεῖν̓, ἀλλʼ ὁ τῶν δικαίων καὶ συγκεχωρημένων
ὑπὸ τοῦ νόμου κερδῶν πολλάκις ἀφιστὰς ἑαυτὸν ἑκουσίως, ἀσκεῖ καὶ προσεθίζεται[*](προεθίζεται *: προσεθίζεται) μακρὰν εἶναι παντὸς ἀδίκου καὶ παρανόμου λήμματος. οὔτε γὰρ ἐν ἡδοναῖς μεγάλαις μὲν ἀτόποις δὲ καὶ βλαβεραῖς οἷόν τε τὴν διάνοιαν ἠρεμεῖν μὴ πολλάκις ἐν ἐξουσίᾳ τοῦ ἀπολαύειν καταφρονήσασαν, οὔτε λήμματα μοχθηρὰ καὶ πλεονεξίας μεγάλας εἰς ἐφικτὸν ἡκούσας ὑπερβῆναι ῥᾴδιον ᾧτινι μὴ πόρρωθεν ἐνδέδεται[*](ἐνδέδεται R: ἐνδέδοται)καὶ κεκόλασται τὸ φιλοκερδές, ἀλλʼ οἷς ἔξεστιν[*](ἀλλʼ οἷς ἔξεστιν Emperius: ἄλλαις ἕξεσιν) ἀνέδην[*](ἀνέδην R: ἀναίδην) εἰς τὸ κερδαίνειν ἀνατεθραμμένον σπαργᾷ[*](σπαργᾷ scripsi cum Holwerda: ὁ γὰρ σπαργᾷ ubi ὁ γὰρ ex proxima syllaba ortum est ) πρὸς τὰς ἀδικίας[*](πρὸς τὰς ἀδικίας *: περὶ τὰς ἀδίκους) μάλα μόλις καὶ χαλεπῶς τοῦ πλεονεκτεῖν ἀπεχόμενον. ἀνδρὶ δὲ μὴ φίλων προϊεμένῳ χάρισι μὴ βασιλέων δωρεαῖς αὑτόν, ἀλλὰ καὶ τύχης κλῆρον ἀπειπαμένῳ καὶ θησαυροῦ φανέντος ἐπιπηδῶσαν ἀποστήσαντι τὴν φιλοπλουτίαν, οὐκ ἐπανίσταται πρὸς τὰς ἀδικίας οὐδὲ θορυβεῖ τὴν διάνοιαν ἀλλʼ εὐκόλως χρῆται πρὸς τὸ καλὸν αὑτῷ μέγα φρονῶν καὶ τὰ κάλλιστα τῇ ψυχῇ συνειδώς. τούτων ἐγὼ καὶ Καφεισίας ἐρασταὶ τῶν ἀνθρώπων ὄντες, ὦ φίλε Σιμμία, παραιτούμεθα τὸν ξένον ἐᾶν ἡμᾶς ἱκανῶς ἐγγυμνάσασθαι[*](ἐγγυμνάσασθαι W: ἐγγυμνᾶσθαι) τῇ πενίᾳ πρὸς τὴν ἀρετὴν ἐκείνην.

ταῦτα τἀδελφοῦ[*](τἀδελφοῦ*: τοῦ ἀδελφοῦ) διελθόντος, ὁ[*](ὁ R: ὅσον ὁ) Σιμμίας δὶς ἢ τρὶς ἐπινεύσας τῇ κεφαλῇ μέγας ἔφη μέγας ἀνήρ ἐστιν Ἐπαμεινώνδας τούτου δʼ αἴτιος οὑτοσὶ

Πολύμνις, ἐξ ἀρχῆς[*](ἐξ ἀρχῆς] ante οὑτοσὶ BE) τὴν ἀρίστην τροφὴν ἐν φιλοσοφίᾳ τοῖς παισὶ παρασκευασάμενος. ἀλλὰ περὶ μὲν τούτων αὐτοὶ διαλύεσθε[*](αὐτοὶ διαλύεσθε R: αὐτὸς διαλύεσθαι) πρὸς αὑτούς[*](αὐτούς idem: αὐτούς), ὦ ξένε· τὸν δὲ Λῦσιν ἡμῖν, εἰ θέμις ἀκοῦσαι, πότερον ἄρα κινεῖς ἐκ τοῦ τάφου καὶ μετοικίζεις εἰς Ἰταλίαν ἢ καταμένειν ἐνταῦθα παρʼ ἡμῖν ἐάσεις εὐμενέσι καὶ φίλοις, ὅταν ἐκεῖ γενώμεθα, συνοίκοις χρησόμενον; καὶ ὁ Θεάνωρ ἐπιμειδιάσας ἔοικεν ἔφη Λῦσις, ὦ Σιμμία, φιλοχωρεῖν, οὐδενὸς τῶν καλῶν ἐνδεὴς γεγονὼς διʼ Ἐπαμεινώνδαν. ἔστι γάρ τι γιγνόμενον[*](γιγνόμενον scripsi cum Stegmanno: γενόμενον) ἰδίᾳ περὶ τὰς ταφὰς τῶν Πυθαγορικῶν ὅσιον, οὗ μὴ τυχόντες οὐ δοκοῦμεν ἀπέχειν τὸ μακαριστὸν καὶ οἰκεῖον τέλος. ὡς οὖν ἔγνωμεν ἐκ τῶν ὀνείρων τὴν Λύσιδος τελευτὴν ʽ διαγιγνώσκομεν δὲ σημείῳ τινὶ φαινομένῳ κατὰ τοὺς ὕπνους, εἴτε τεθνηκότος εἴτε ζῶντος εἴδωλὸν ἐστιν̓, ἔννοια πολλοῖς ἐπεισῆλθεν, ὡς ἐπὶ ξένης ὁ Λῦσις ἄλλως κεκήδευται καὶ κινητέος ἐστὶν ἡμῖν ὅπως ἐκεῖ[*](ἐκεῖ] οἴκοι Holwerda) μεταλάχῃ τῶν νομιζομένων. τοιαύτῃ δὲ διανοίᾳ παραγενόμενος καὶ πρὸς τὸν τάφον εὐθὺς ὑπὸ τῶν ἐγχωρίων ὁδηγηθείς, ἑσπέρας ἤδη χοὰς ἐχεόμην ἀνακαλούμενος τὴν Λύσιδος ψυχὴν κατελθεῖν[*](κατελθεῖν] κάτωθεν ἐλθεῖν Herwerdenus) ἀποθεσπίσουσαν ὡς χρὴ ταῦτα πράσσειν. προϊούσης δὲ τῆς νυκτός, εἶδον μὲν οὐδὲν ἀκοῦσαι δὲ φωνῆς ἔδοξα τὰ ἀκίνητα[*](τἀκίνητα?) μὴ κινεῖν· ὁσίως γὰρ ὑπὸ τῶν φίλων κεκηδεῦσθαι τὸ Λύσιδος σῶμα, τὴν
δὲ ψυχὴν ἤδη κεκριμένην ἀφεῖσθαι πρὸς ἄλλην γένεσιν, ἄλλῳ δαίμονι συλλαχοῦσαν. καὶ μέντοι καὶ συμβαλὼν ἕωθεν Ἐπαμεινώνδᾳ καὶ τὸν τρόπον ἀκούσας ᾧ θάψειε Λῦσιν, ἐπέγνων ὅτι καλῶς ἄχρι τῶν ἀπορρήτων πεπαιδευμένος ὑπʼ ἐκείνου τἀνδρὸς εἴη καὶ χρῷτο ταὐτῷ δαίμονι πρὸς τὸν βίον, εἰ μὴ κακὸς ἐγὼ τεκμήρασθαι τῷ πλῷ τὸν κυβερνήτην. εὐρεῖαι μὲν γὰρ ἀτραποὶ βίων, ὀλίγαι[*](ὀλίγαι] λιταί? cf. p. 964 c) δʼ ἃς δαίμονες ἀνθρώπους ἄγουσιν ὁ μὲν οὖν Θεάνωρ ταῦτʼ εἰπὼν τῷ Ἐπαμεινώνδᾳ προσέβλεψεν, οἷον ἐξ ὑπαρχῆς ἀναθεώμενος[*](ἀναθέμενος BE) αὐτοῦ τὴν φύσιν καὶ[*](καὶ Leonicus) τὸ εἶδος.

ἐν τούτῳ δʼ ὁ μὲν ἰατρὸς προσελθὼν περιέλυσε τοῦ Σιμμίου τὸν ἐπίδεσμον ὡς θεραπεύσων τὸ σῶμα· [*](σῶμα] τραῦμα R) Φυλλίδας δʼ ἐπεισελθὼν μεθʼ Ἱπποσθενείδου καὶ κελεύσας ἐμὲ καὶ Χάρωνα καὶ Θεόκριτον ἐξαναστῆναι προσῆγεν εἴς τινα γωνίαν τοῦ περιστύλου, σφόδρα τεταραγμένος ὡς διεφαίνετο τῷ προσώπῳ κἀμοῦ μή τι καινότερον, ὦ Φυλλίδα, προσπέπτωκεν εἰπόντος, ἐμοὶ μὲν οὐδέν ἔφη καινόν, ὧ Καφεισία· καὶ γὰρ προῄδειν καὶ προύλεγον ὑμῖν τὴν Ἱπποσθενείδου μαλακίαν, δεόμενος μὴ ἀνακοινοῦσθαι μηδὲ παραλαμβάνειν εἰς τὴν πρᾶξιν. ἐκπλαγέντων δὲ τὸν λόγον ἡμῶν, ὁ Ἱπποσθενείδας μὴ λέγε πρὸς θεῶν ἔφη Φυλλίδα, ταῦτα· μηδὲ τὴν προπέτειαν εὐτολμίαν οἰόμενος ἀνατρέψῃς καὶ ἡμῶν καὶ τὴν πόλιν· ἀλλʼ ἔασον ἀσφαλῶς, εἴπερ εἵμαρται, κατελθεῖν τοὺς ἄνδρας. καὶ ὁ Φυλλίδας παροξυνόμενος·

εἰπέ μοι φησίν ὦ Ἱπποσθενείδα, πόσους οἴει μετέχειν τῶν ἀπορρήτων εἰς τὴν πρᾶξιν ἡμῖν; ἐγὼ μέν εἶπεν οὐκ ἐλάσσους ἢ τριάκοντα γιγνώσκω. τί οὖν ἔφη τοσούτων τὸ πλῆθος ὄντων, τὰ πᾶσι δόξαντα μόνος ἀνῄρηκας καὶ διακεκώλυκας ἐκπέμψας ἱππέα πρὸς τοὺς ἄνδρας ἤδη καθʼ ὁδὸν ὄντας, ἀναστρέφειν κελεύσας καὶ μὴ κατατεῖναι[*](κατιέναι W praeter necessitatem) σήμερον, ὅτε τῶν πρὸς τὴν κάθοδον αὐτοῖς τὰ πλεῖστα καὶ[*](καὶ] abesse malim) ταὐτόματον[*](ταὐτόματον *: τὸ αὐτόματον) συμπαρεσκεύασεν. εἰπόντος δὲ ταῦτα τοῦ Φυλλίδου, πάντες μὲν διεταράχθημεν ὁ δὲ Χάρων τῷ Ἱπποσθενείδᾳ πάνυ σκληρῶς τὴν ὄψιν ἐνερείσας ὦ μοχθηρέ εἶπεν ἄνθρωπε, τί δέδρακας ἡμᾶς; οὐδέν ἔφη δεινόν ὁ Ἱπποσθενείδας ἐὰν ἀνεὶς τὴν τραχύτητα τῆς φωνῆς, ἀνδρὸς ἡλικιώτου καὶ πολιὰς παραπλησίως ἔχοντος λογισμῶν μετάσχῃς. εἰ μὲν γὰρ εὐψυχίαν φιλοκίνδυνον ἀποδείξασθαι τοῖς πολίταις καὶ θυμὸν ὀλιγωροῦντα τοῦ βίου προῃρήμεθα, Φυλλίδα, πολὺ τὸ τῆς ἡμέρας μῆκος ἔτι· καὶ τὴν ἑσπέραν μὴ περιμένωμεν ἀλλʼ ἤδη βαδίζωμεν ἐπὶ τοὺς τυράννους τὰ ξίφη λαβόντες· ἀποκτιννύωμεν, ἀποθνήσκωμεν, ἀφειδῶμεν ἑαυτῶν. εἰ δὲ ταῦτα μὲν οὔτε δρᾶσαι χαλεπὸν οὔτε παθεῖν, ἐξελέσθαι δὲ τὰς Θήβας ὅπλων, τοσούτων πολεμίων περιεχόντων, καὶ τὴν Σπαρτιατῶν φρουρὰν ἀπώσασθαι δυσὶ νεκροῖς ἢ τρισὶν οὐ ῥᾴδιον (οὐδὲ γὰρ τοσοῦτον εἰς τὰ συμπόσια καὶ τὰς ὑποδοχὰς παρεσκεύακε Φυλλίδας ἄκρατον, ὥστε τοὺς χιλίους καὶ πεντακοσίους
Ἀρχία[*](Ἀρχίᾳ an Ἀρχίου?) μεθυσθῆναι δορυφόρους ἀλλὰ κἂν ἐκεῖνον ἀνέλωμεν, ἐφεδρεύει, τῇ νυκτὶ[*](τῇ νυκτὶ] πύκτης Herwerdenus) νήφων Ἡριππίδας[*](Ἡριππίδας R: κριππίδας. cf. Vit. Pelop. c. 13) καὶ Ἄρκεσος), τί σπεύδομεν κατάγειν φίλους καὶ οἰκείους ἄνδρας ἐπὶ προῦπτον ὄλεθρον, καὶ τοῦτο μηδʼ ἀγνοούντων τῶν ἐχθρῶν παντάπασι τὴν κάθοδον; διὰ τί γὰρ Θεσπιεῦσι μὲν παρήγγελται τρίτην ἡμέραν ταύτην ἐν τοῖς ὅπλοις εἶναι προσέχειν, ὅταν οἱ Σπαρτιατῶν ἡγεμόνες καλῶσιν; Ἀμφίθεον δὲ σήμερον, ὡς πυνθάνομαι, μέλλουσιν ἀνακρίναντες, ὅταν Ἀρχίας ἐπανέλθῃ, διαφθερεῖν. οὐ μεγάλα ταῦτα σημεῖα τοῦ μὴ λανθάνειν τὴν πρᾶξιν; οὐ κράτιστον ἐπισχεῖν χρόνον οὐχὶ πολὺν ἀλλʼ ὅσον ἐξοσιώσασθαι τὰ θεῖα; καὶ γὰρ οἱ μάντεις τῇ Δήμητρι[*](Δήμητρι *: δημήτρᾳ) τὸν βοῦν θύοντες πολὺν θόρυβον καὶ κίνδυνον λέγουσι δημόσιον ἀποσημαίνειν τὰ ἔμπυρα. καὶ τὸ σοὶ πλείστης δεόμενον, ὦ Χάρων, εὐλαβείας, ἐχθὲς ἐξ ἀγροῦ μοι συνοδεύων Ὑπατόδωρος ὁ Ἐριάνθους χρηστὸς μὲν ἄλλως καὶ οἰκεῖος ἀνὴρ οὐδὲν δὲ τῶν πρασσομένων [*](πρασσομένων *: προεσομένων) συνειδώς, ἔστι σοι φησὶν ὦ Ἱπποσθενείδα, Χάρων ἑταῖρος ἐμοὶ δʼ οὐ πάνυ συνήθης ἐὰν οὖν δοκῇ σοι, φράσον αὐτῷ φυλάττεσθαί τινα κίνδυνον ἐξ ἐνυπνίου μάλα δυσχεροῦς καὶ ἀτόπου· τῆς γὰρ ἄλλης νυκτὸς ᾤμην αὐτοῦ τὴν οἰκίαν ὠδίνειν ὥσπερ κύουσαν αὐτὸν δὲ καὶ τοὺς φίλους συναγωνιῶντας εὔχεσθαι καὶ κύκλῳ παρεῖναι τὴν δὲ μυκᾶσθαι καὶ ἀφιέναι φωνάς τινας ἀνάρθρους,
τέλος δὲ πῦρ λάμψαι πολὺ καὶ δεινὸν ἐξ αὐτῆς ἔνδοθεν, ὡς τὰ πλεῖστα τῆς πόλεως φλέγεσθαι τὴν δὲ Καδμείαν καπνῷ μόνῳ περιέχεσθαι τὸ δὲ πῦρ ἄνω μὴ ἐπιπολάζειν.[*](ἐπιπολάζειν Turnebus: περιπολάζειν), ἡ μὲν οὖν ὄψις, ὦ Χάρων, ἣν ὁ ἄνθρωπος; διεξῆλθε, τοιαύτη τις ἦν· ἐγὼ δὲ καὶ παραχρῆμα κατέδεισα, καὶ πολὺ μᾶλλον ἀκούσας σήμερον ὡς εἰς τὴν σὴν οἰκίαν οἱ φυγάδες καταίρειν μέλλουσιν, ἀγωνιῶ, μὴ μεγάλων κακῶν ἐμπλήσωμεν ἡμᾶς αὐτοὺς, οὐδὲν ἀξιόλογον τοὺς πολεμίους δράσαντες ἀλλʼ ὅσον διαταράξαντες. τὴν γὰρ πόλιν πρὸς ἡμῶν τίθεμαι, τὴν δὲ Καδμείαν ὥσπερ ἐστὶ πρὸς ἐκείνων.

ὑπολαβὼν δʼ ὁ Θεόκριτος καὶ κατασχὼν τὸν Χάρωνα βουλόμενον εἰπεῖν τι πρὸς τὸν Ἱπποσθενείδαν, ἀλλʼ ἔμοιγʼ εἶπεν ἀπʼ οὐδενὸς οὕτως; οὐδέποτε θαρρῆσαι πρὸς τὴν πρᾶξιν, ὦ Ἱπποσθενείδα, παρέστη, καίπερ ἱεροῖς ἀεὶ χρησαμένῳ καλοῖς ὑπὲρ τῶν φυγάδων, ὡς ἀπὸ τῆς ὄψεως ταύτης· εἴ γε φῶς μὲν πολὺ καὶ λαμπρὸν ἐν τῇ πόλει λέγεις ἐξ οἰκίας φίλης ἀνασχεῖν, καπνῷ δὲ συμμελανθῆναι τὸ τῶν πολεμίων οἰκητήριον, οὐδὲν οὐδέποτε δακρύων καὶ ταραχῆς φέροντι κρεῖττον· ἀσήμους δὲ φωνὰς ἐκφέρεσθαι παρʼ ἡμῶν, ὥστε κἂν εἴ τις ἐπιχειροίη[*](ἐπιχειροίη *: ἐπιχειρῇ) κατηγορεῖν, περιφώνησιν[*](περιφώνησιν R: περὶ φωνῆς ἵνʼ) ἀσαφῆ καὶ τυφλὴν ὑπόνοιαν ἡ πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ κρατήσει[*](κρατήσει Emperius: κρατήσῃ). δυσιερεῖν δέ γε θύοντας εἰκός ἡ γὰρ ἀρχὴ

καὶ τὸ ἱερεῖον οὐ δημόσιον ἀλλὰ τῶν κρατούντων ἐστίν. ἔτι δὲ τοῦ Θεοκρίτου λέγοντος, λέγω πρὸς τὸν Ἱπποσθενείδαν τίνα πρὸς τοὺς ἄνδρας ἐξαπέστειλας; εἰ γὰρ οὐ πολὺ προείληφας, διωξόμεθα καὶ Ἱπποσθενείδας οὐκ οἶδʼ εἶπεν ὦ Καφεισία ʽ δεῖ γὰρ ὑμῖν τἀληθῆ λέγειν̓, εἰ καταλάβοις ἂν τὸν ἄνθρωπον ἵππῳ χρώμενον τῶν ἐν Θήβαις κρατίστῳ· γνώριμος δʼ ὑμῖν ὁ ἄνθρωπός[*](ὁ ἄνθρωπος] del. Herwerdenus) ἐστι, τῶν Μέλωνα ἁρματηλατῶν ἐπιστάτης καὶ διὰ Μέλωνα τὴν πρᾶξιν ἀπʼ ἀρχῆς συνειδώς. κἀγὼ κατιδὼν τὸν ἄνθρωπον ἆρʼ οὐ[*](οὐ] οὖν R) Χλίδωνα λέγεις εἶπον ὦ Ἱπποσθενείδα[*](ὦ ἀντισθενείδα BE), τὸν κέλητι τὰ Ἡραῖα νικῶντα πέρυσιν; ἐκεῖνον μὲν οὖν αὐτόν· ἔφησε. καὶ τίς οὗτος ἔφην ἐστὶν ὁ πρὸς ταῖς αὐλείοις θύραις ἐφεστὼς πάλαι καὶ προσβλέπων ἡμῖν; ἐπιστρέψας οὖν ὁ Ἱπποσθενείδας Χλίδων ἔφη νὴ τὸν Ἡρακλέα· φεῦ, μή τι χαλεπώτερον συμβέβηκε; κἀκεῖνος, ὡς εἶδεν ἡμᾶς προσέχοντας αὐτῷ, ἀπὸ τῆς θύρας ἡσυχῆ προσῆγε. τοῦ δʼ Ἱπποσθενείδου νεύσαντος αὐτῷ καὶ λέγειν κελεύσαντος εἰς ἅπαντας. --- [*](lac. 36 E 27 B. supplet ὄντας καλοὺς κἀγαθούς Amyotus) οἶδʼ ἔφη τοὺς ἄνδρας ἀκριβῶς, Ἱπποσθενείδα καί σε μήτε κατʼ οἶκον εὑρὼν[*](εὖρον BE) μήτʼ ἐπʼ ἀγορᾶς δεῦρο πρὸς τούτους ἐτεκμαιρόμην ἣκειν, καὶ συνέτεινον εὐθύς, ἵνα μηδὲν ἀγνοῆτε τῶν γεγονότων. ὡς γὰρ ἐκέλευσας τάχει παντὶ χρησάμενον ἐπὶ τοῦ ὄρους ἀπαντῆσαι τοῖς ἀνδράσιν, εἰσῆλθον οἴκαδε ληψόμενος τὸν ἵππον· αἰτοῦντι δὲ
μοι τὸν χαλινὸν οὐκ εἶχεν ἡ γυνὴ δοῦναι, ἀλλὰ διέτριβεν[*](διέτριβεν X: διέτριβον) ἐν τῷ ταμιείῳ[*](ταμιείῳ *: ταμείῳ) πολὺν χρόνον· ὡς δὲ ζητοῦσα καὶ σκευωρουμένη[*](σκευωρουμένη R: σκαιωρουμένη) τὰ ἔνδον, ἱκανῶς ἀπολαύσασά μου, τέλος ὡμολόγησε κεχρηκέναι τῷ γείτονι τὸν χαλινὸν ἑσπέρας, αἰτησαμένης αὐτοῦ τῆς γυναικός· ἀγανακτοῦντος ἐμοῦ[*](ἐμοῦ *: δʼ ἐμοῦ) καὶ κακῶς αὐτὴν λέγοντος, τρέπεται πρὸς δυσφημίας[*](δυσθυμίας BE) ἀποτροπαίους, ἐπαρωμένη κακὰς ὁδοὺς κακὰς δʼ ἐπανόδους· ἃ νὴ Δία πάντα τρέψειαν εἰς αὐτὴν ἐκείνην οἱ θεοί. τέλος δὲ μέχρι πληγῶν προαχθεὶς ὑπʼ ὀργῆς, εἶτʼ ὄχλου γειτόνων καὶ γυναικῶν συνδραμόντος, αἴσχιστα ποιήσας καὶ παθὼν μόλις ἀφῖγμαι πρὸς ὑμᾶς, ὅπως ἄλλον ἐκπέμπητε πρὸς τοὺς ἄνδρας, ὡς ἐμοῦ παντάπασιν ἐκστατικῶς ἐν τῷ παρόντι καὶ κακῶς ἔχοντος.

ἡμᾶς δέ τις ἔσχεν ἄτοπος μεταβολὴ τοῦ πάθους. μικρὸν γὰρ ἔμπροσθεν τῷ κεκωλῦσθαι δυσχεραίνοντες, πάλιν διὰ τὴν ὀξύτητα τοῦ καιροῦ καὶ τὸ τάχος, ὡς οὐκ οὔσης ἀναβολῆς, εἰς ἀγωνίαν ὑπηγόμεθα καὶ φόβον. οὐ μὴν ἀλλʼ ἐγὼ προσαγορεύσας τὸν Ἱπποσθενείδαν καὶ δεξιωσάμενος ἐθάρρυνον, ὡς καὶ τῶν θεῶν παρακαλούντων ἐπὶ τὴν πρᾶξιν. ἐκ δὲ τούτου Φυλλίδας μὲν ᾤχετο τῆς ὑποδοχῆς ἐπιμελησόμενος, καὶ τὸν Ἀρχίαν εὐθὺς ἐνσείσων εἰς τὸν πότον· Χάρων δὲ τῆς οἰκίας[*](lac. 41 E 17 B supplenda vid. cum Amyoto verbis ὡς δεξομενος τοὺς φυγάδας) ἐγὼ δὲ καὶ Θεόκριτος πάλιν πρὸς τὸν Σιμμίαν

ἐπανήλθομεν, ὅπως τῷ Ἐπαμεινώνδᾳ καιρὸν λαβόντες ἐντύχοιμεν.

οἱ δʼ ἦσαν πρόσω ζητήσεως οὐκ ἀγεννοῦς νὴ Δίʼ[*](νὴ Δίʼ R: ἤδη) ἀλλʼ ἧς ὀλίγον ἔμπροσθεν οἱ περὶ Γαλαξίδωρον καὶ Φειδόλαον ἥψαντο, διαποροῦντες τίνος οὐσίας[*](τίνος οὐσίας Turnebus: τίς οὐσία) καὶ δυνάμεως εἴη τὸ Σωκράτους λεγόμενον δαιμόνιον. ἃ μὲν οὖν πρὸς τὸν Γαλαξιδώρου λόγον ἀντεῖπεν ὁ Σιμμίας οὐκ ἠκούσαμεν αὐτὸς δὲ Σωκράτη μὲν ἔφη περὶ τούτων ἐρόμενός ποτε μὴ τυχεῖν ἀποκρίσεως, διὸ μηδʼ αὖθις ἐρέσθαι πολλάκις δʼ αὐτῷ παραγενέσθαι τοὺς μὲν διʼ ὄψεως ἐντυχεῖν θείῳ τινὶ λέγοντας ἀλαζόνας ἡγουμένῳ,[*](ἡγούμενον BE) τοῖς δʼ ἀκοῦσαί τινος φωνῆς φάσκουσι·[*](φασκούσης iidem) προσέχοντι τὸν νοῦν καὶ διαπυνθανομένῳ μετὰ σπουδῆς ὅθεν ἡμῖν παρίστατο, σκοπουμένοις ἰδίᾳ πρὸς ἀλλήλους, ὑπονοεῖν μήποτε τὸ Σωκράτους δαιμόνιον οὐκ ὄψις ἀλλὰ φωνῆς τινος αἴσθησις ἢ λόγου[*](ἢ λόγου] ἀλόγου iidem) νόησις εἴη, συνάπτοντος ἀτόπῳ τινὶ τρόπῳ πρὸς αὐτόν· ὥσπερ καὶ καθʼ ὕπνον οὐκ ἔστι φωνή, λόγων δέ τινων δόξας καὶ νοήσεις λαμβάνοντες οἴονται φθεγγομένων ἀκούειν, ἀλλὰ τοῖς μὲν ὡς ἀληθῶς ὄναρ ἡ τοιαύτη σύνεσις γίγνεται, διʼ ἡσυχίαν καὶ γαλήνην τοῦ σώματος, ὅταν καθεύδωσι --- [*](lac. 19 E 15 B suppleo: ὅταν δʼ ἐγρηγορότες ὦσι) μόλις ἐπήκοον ἔχουσι τὴν ψυχὴν τῶν κρειττόνων καὶ πεπνιγμένοι[*](πεπνιγμένοι R: πεπνυμένοι) γε θορύβῳ τῶν παθῶν καὶ περιαγωγῇ τῶν χρειῶν εἰσακοῦσαι καὶ

παρασχεῖν τὴν διάνοιαν οὐ δύνανται τοῖς δηλουμένοις. Σωκράτει δʼ ὁ νοῦς καθαρὸς ὢν καὶ ἀπαθής, τῷ σώματι μικρὰ[*](μικρὰ Basileensis: μὴ μικρὰ) τῶν ἀναγκαίων χάριν καταμιγνὺς αὑτόν, εὐαφὴς ἦν καὶ λεπτὸς ὑπὸ τοῦ προσπεσόντος ὀξέως μεταβαλεῖν · τὸ δὲ προσπῖπτον οὐ φθόγγον ἀλλὰ λόγον ἄν τις εἰκάσειε δαίμονος, ἄνευ φωνῆς ἐφαπτόμενον αὐτῷ τῷ δηλουμένῳ τοῦ νοοῦντος πληγῇ γὰρ ἡ φωνὴ προσέοικε τῆς ψυχῆς, διʼ ὤτων βίᾳ τὸν λόγον εἰσδεχομένης, ὅταν ἀλλήλοις ἐντυγχάνωμεν. ὁ δὲ τοῦ κρείττονος νοῦς ἄγει τὴν εὐφυᾶ ψυχὴν ἐπιθιγγάνων τῷ νοηθέντι πληγῆς μὴ δεομένην· ἡ δʼ ἐνδίδωσιν αὐτῷ χαλῶντι καὶ συντείνοντι τὰς ὁρμάς, οὐ βιαίους[*](βιαίους R: βιαίως) ὑπὸ παθῶν ἀντιτεινόντων, ἀλλʼ εὐστρόφους καὶ μαλακὰς ὥσπερ ἡνίας ἐνδούσας.[*](ἐνδούσαις BE. ἐνδόσεις?) οὐ δεῖ δὲ θαυμάζειν ὁρῶντας τοῦτο μὲν ὑπὸ μικροῖς; οἴαξι μεγάλων περιαγωγὰς ὁλκάδων, τοῦτο δὲ τροχῶν κεραμεικῶν δίνησιν ἄκρας[*](ἄκρας Herwerdenus: ἔκρᾳ) παραψαύσει χειρὸς ὁμαλῶς περιφερομένων· ἄψυχα μὲν γὰρ ἀλλʼ ὅμως τροχαλὰ ταῖς κατασκευαῖς ὑπὸ λειότητος ἐνδίδωσι πρὸς τὸ κινοῦν ῥοπῆς γενομένης. ψυχὴ δʼ ἀνθρώπου μυρίαις ὁρμαῖς οἷον ὕσπληξιν ἐντεταμένη, μακρῷ πάντων ὀργάνων εὐστροφώτατόν ἐστιν, ἄν τις κατὰ λόγον ἅπτηται, ῥοπὴν λαβοῦσα πρὸς τὸ νοηθὲν κινεῖσθαι ἐνταῦθα γὰρ εἰς τὸ νοοῦν αἱ τῶν παθῶν καὶ ὁρμῶν κατατείνουσιν ἀρχαί· τούτου δὲ σεισθέντος, ἑλκόμεναι σπῶσι καὶ συντείνουσι τὸν ἄνθρωπον. ᾗ καὶ μάλιστα τὸ νοηθὲν ἡλίκην ἔχει
ῥώμην καταμαθεῖν δίδωσιν· ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα καὶ σάρκες ὑγρῶν περίπλεαι, καὶ βαρὺς ὁ ἐκ τούτων ὄγκος ἡσυχάζων καὶ κείμενος, · ἅμα[*](ἅμα] ἀλλʼ ἅμα) τῷ τὴν ψυχὴν ἐν μνηστείᾳ[*](ἐν μνηστείᾳ (i.e. μνήμῃ)) βαλέσθαι[*](βαλέσθαι τι *: ἐν νηστείᾳ βαλέσθαι contrarium legitur p. 489 c; ἐν ἀμνηστίᾳ - τίθεσθαι. Cf. Plat. Menex. p. 239 c: ἔτι τʼ ἐστὶν ἐν μνηστείᾳ (=μνήμῃ)) τι καὶ πρὸς αὐτὸ κινῆσαι τὴν ὁρμήν, ὅλος ἀναστὰς καὶ συνταθείς, πᾶσι τοῖς μέρεσιν οἷον ἐπτερωμένος φέρεται πρὸς τὴν πρᾶξιν. εἰ δʼ ὁ[*](εἰ δʼ ὁ W: οὐδὲ ὁ. Apodosis est οὕτως οὐκ ἂν οἶμαι κἑ) τῆς κινήσεως καὶ συνεντάσεως καὶ παραστάσεως[*](συντάσεως καὶ παρασπάσεως R) τρόπος χαλεπὸς ἢ παντελῶς ἄπορος συνοφθῆναι, καθʼ ὃν ἡ ψυχὴ νοήσασα ἐφέλκεται ταῖς ὁρμαῖς τὸν ὄγκον, ἀλλʼ ἐν ὅσῳ[*](ἀλλʼ ἐν ὅσῳ μάλα] corr. vid. μᾶλλον δʼ ᾖ σῶμα μάλα) μάλα δίχα φωνῆς ἐννοηθεὶς κινεῖ λόγος ἀπραγμόνως, οὕτως[*](οὕτως] iungendum cum δυσπειστως) οὐκ ἂν οἶμαι δυσπείστως ἔχοιμεν[*](ἔχοιμεν W: ἔχει μὲν) ὑπὸ νοῦ κρείσσονος νοῦν καὶ ψυχῆς θειοτέρας ἂν ἄγεσθαι[*](ἂν ἄγεσθαι W: ἀγαγέσθαι) θύραθεν ἐφαπτομένης ἣν[*](ἣν R: ᾗ) πέφυκεν ἐπαφὴν λόγος ἴσχειν πρὸς λόγον ὥσπερ φῶς[*](φῶς] φῶς πρὸς?) ἀνταύγειαν. τῷ γὰρ ὄντι τὰς μὲν ἀλλήλων νοήσεις οἷον ὑπὸ σκότῳ διὰ φωνῆς ψηλαφῶντες γνωρίζομεν· αἱ δὲ τῶν δαιμόνων φέγγος ἔχουσαι τοῖς δυναμένοις[*](δυναμένοις] δαιμονίοις Herwerdenus. συνεῖναι δυναμένοις Stegmannus) ἐλλάμπουσιν, οὐ δεόμεναι ῥημάτων οὐδʼ ὀνομάτων, οἷς χρώμενοι πρὸς ἀλλήλους; οἱ ἄνθρωποι συμβόλοις εἴδωλα τῶν νοουμένων καὶ εἰκόνας ὁρῶσιν, αὐτὰ[*](αὐτὰ] i. e. τὰ νοούμενα) δʼ οὐ γιγνώσκουσι πλὴν οἷς ἔπεστιν[*](ἔνεστιν R: ἔπεστιν) ἴδιόν τι καὶ
δαιμόνιον ὥσπερ εἴρηται φέγγος· καίτοι τὸ περὶ τὴν φωνὴν γιγνόμενον ἔστιν παραμυθεῖται τοὺς ἀπιστοῦντας· ὁ γὰρ ἀὴρ φθόγγοις ἐνάρθροις τυπωθεὶς καὶ γενόμενος διʼ ὅλου λόγος καὶ φωνὴ πρὸς τὴν ψυχὴν τοῦ ἀκροωμένου περαίνει τὴν νόησιν· ὥστε θαυμάζειν οὐκ[*](οὐκ Amyotus) ἄξιον, εἰ καὶ κατὰ τοῦτο τὸ νοηθὲν ὑπὸ τῶν ἀμεινόνων[*](ἀμεινόνων Holwerda: ἀμει cum lac. 5 E 3 B) ὁ ἀὴρ τρεπόμενος διʼ εὐπάθειαν ἐνσημαίνεται τοῖς θείοις καὶ περιττοῖς ἀνδράσι τὸν τοῦ νοήσαντος λόγον. ὥσπερ γὰρ αἱ πληγαὶ τῶν --- [*](lac. 6 E 8 B. supplent μεταλλευόντων R. ὑπορυττόντων Herwerdenus) οντων ἀσπίσι χαλκαῖς ἁλίσκονται διὰ τὴν ἀντήχησιν, ὅταν ἐκ βάθους ἀναφερόμεναι προσπέσωσι, τῶν δʼ ἄλλων ἀδήλως διεκθέουσαι λανθάνουσιν· οὕτως οἱ τῶν δαιμόνων λόγοι διὰ πάντων φερόμενοι μόνοις ἐνηχοῦσι τοῖς ἀθόρυβον ἦθος καὶ νήνεμον ἔχουσι τὴν ψυχὴν, οὓς δὴ καὶ ἱεροὺς καὶ δαιμονίους ἀνθρώπους καλοῦμεν. οἱ δὲ πολλοὶ καταδαρθοῦσιν οἴονται τὸ δαιμόνιον ἀνθρώποις ἐπιθειάζειν· εἰ δʼ ἐγρηγορότας καὶ καθεστῶτας ἐν τῷ φρονεῖν ὁμοίως κινοῦσι, θαυμαστὸν ἡγοῦνται καὶ ἄπιστον· ὥσπερ ἂν εἴ τις οἴοιτο, τὸν μουσικὸν ἀνειμένῃ τῇ λύρᾳ χρώμενον, ὅταν συστῇ τοῖς τόνοις ἢ καθαρμοσθῇ, μὴ ἅπτεσθαι μηδὲ χρῆσθαι. τὸ γὰρ αἴτιον οὐ συνορῶσι, τὴν ἐν αὐτοῖς[*](αὐτοὶς *: αὐτοῖς) ἀναρμοστίαν καὶ ταραχήν, ἧς ἀπήλλακτο[*](ἀπήλλακτο R: ἀπήλλακται) Σωκράτης ὁ ἑταῖρος ἡμῶν ὥσπερ ὁ δοθεὶς ἔτι παιδὸς ὄντος αὐτοῦ τῷ πατρὶ χρησμὸς
ἀπεθέσπισεν ἐᾶν γὰρ αὐτὸν ἐκέλευσεν ὅ τι ἂν ἐπὶ νοῦν ἴῃ πράττειν, καὶ μὴ βιάζεσθαι μηδὲ παράγειν ἀλλʼ ἐφιέναι τὴν ὁρμὴν τοῦ παιδός, εὐχόμενον ὑπὲρ αὐτοῦ Διὶ ἀγοραίῳ καὶ Μούσαις, τὰ δʼ ἄλλα μὴ πολυπραγμονεῖν περὶ Σωκράτους, ὡς κρείττονα δήπουθεν ἔχοντος ἐν αὑτῷ μυρίων διδασκάλων καὶ παιδαγωγῶν ἡγεμόνα πρὸς τὸν βίον.