De Genio Socratis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
ἡμῖν μέν,[*](μὲν] μὲν οὖν?) ὦ Φειδόλαε, καὶ ζῶντος Σωκράτους καὶ τεθνηκότος, οὕτως ἐννοεῖν περὶ τοῦ δαιμονίου παρίσταται, τῶν κληδόνας ἢ πταρμοὺς ἤ τι τοιοῦτον εἰρηκότων ἄλλο[*](εἰρηκότων ἄλλο *: ἄλλο εὐρηκότων nisi quod om εἰρηκότων BE) καταφρονοῦσιαν ἃ δὲ Τιμάρχου τοῦ Χαιρωνέως ἠκούσαμεν ὑπὲρ τούτου διεξιόντος, οὐκ οἶδα μὴ[*](μὴ] εἰ μὴ Herwerdenus) μύθοις ὁμοιότερʼ ἢ λόγοις ὄντα[*](ὁμοιότερα ἢ λόγοις ὄντα Herwerdenus: ** (21 E 23 B) λογίσονται) σιωπᾶν ἄμεινον.μηδαμῶς εἶπεν ὁ Θεόκριτος ἀλλὰ δίελθʼ αὐτά· καὶ γὰρ εἰ μὴ λίαν ἀκριβῶς, ἀλλʼ ἔστιν ὅπη ψαύει τῆς ἀληθείας καὶ τὸ μυθῶδες. πρότερον δὲ τίς ἦν οὗτος ὁ Τίμαρχος φράσον· οὐ γὰρ ἔγνων τὸν ἄνθρωπον εἰκότως γʼ εἶπεν ὁ Σιμμίας ὦ Θεόκριτε νέος γὰρ ὢν κομιδῇ ἐτελεύτησε,[*](malim τετελεύτηκε) καὶ τοῦ Σωκράτους δεηθεὶς ταφῆναι παρὰ Λαμπροκλέα τὸν Σωκράτους υἱόν, ὀλίγαις[*](ὀλίγαις Basileensis: αἶς) πρότερον ἡμέραις αὐτοῦ τεθνηκότα, φίλον καὶ ἡλικιώτην γενόμενον. οὗτος οὖν ποθῶν γνῶναι τὸ Σωκράτους δαιμόνιον ἣν ἔχει δύναμιν, ἅτε δὴ νέος οὐκ ἀγεννὴς ἄρτι γεγευμένος φιλοσοφίας, ἐμοὶ καὶ Κέβητι
κοινωσάμενος μόνοις εἰς Τροφωνίου κατῆλθε, δράσας τὰ νομιζόμενα περὶ τὸ μαντεῖον. ἐμμείνας δὲ δύο νύκτας κάτω καὶ μίαν ἡμέραν, τῶν πολλῶν ἀπεγνωκότων αὐτὸν ἤδη καὶ τῶν οἰκείων ὀδυρομένων, πρωὶ μάλα φαιδρὸς ἀνῆλθε προσκυνήσας δὲ τὸν θεόν, ὡς πρῶτον διέφυγε[*](διέφυγε *: διέφευγε) τὸν ὄχλον, διηγεῖτο ἡμῖν θαυμάσια πολλὰ καὶ ἰδεῖν καὶ ἀκοῦσαι.ἔφη δὲ καταβὰς εἰς τὸ μαντεῖον περιτυχεῖν σκότῳ πολλῷ τὸ πρῶτον, εἶτʼ ἐπευξάμενος κεῖσθαι πολὺν χρόνον, οὐ μάλα συμφρονῶν ἐναργῶς εἴτʼ ἐγρήγορεν εἴτʼ ὠνειροπόλει[*](ὀνειροπολεῖ Stegmannus; ego malim ἐγρηγόρει vel ἐγρηγορὼς ἦν) πλὴν δόξαι γε, τῆς κεφαλῆς ἅμα ψόφῳ προσπεσόντι πληγείσης, τὰς ῥαφὰς διαστάσας μεθιέναι τὴν ψυχήν. ὡς δʼ ἀναχωροῦσα κατεμίγνυτο πρὸς ἀέρα διαυγῆ καὶ καθαρὸν ἀσμένη, πρῶτον μὲν ἀναπνεῦσαι τότε δοκεῖν διὰ χρόνου συχνοῦ σιεινομένην τέως, καὶ πλείονα γίγνεσθαι τῆς πρότερον ὥσπερ ἱστίον ἐκπεταννύμενον[*](ἐκπεταννύμενον Basileensis: ἐκτεταννυμένον) ἔπειτα κατακούειν ἀμαυρῶς ῥοίζου τινὸς ὑπὲρ κεφαλῆς περιελαυνομένου φωνὴν ἡδεῖαν ἱέντος. ἀναβλέψας δὲ τὴν μὲν γῆν οὐδαμοῦ καθορᾶν, νήσους δὲ λαμπομένας μαλακῷ πυρί, κατʼ ἀλλήλων ἐξαμειβούσας ἄλλην ἄλλοτε χρόαν, ὥσπερ[*](ὥσπερ] ὥστε ὥσπερ Herwerdenus) βαφὴν ἄγειν[*](προσάγειν R) τῷ φωτὶ ποικιλλομένῳ κατὰ τὰς μεταβολάς. φαίνεσθαι δὲ πλήθει μὲν ἀναρίθμους μεγέθει δʼ ὑπερφυεῖς, οὐκ ἴσας δὲ πάσας ἀλλʼ ὁμοίως κυκλοτερεῖς· οἴεσθαι δὲ
ταύταις τὸν αἰθέρα κύκλῳ φερομέναις ὑπορροιζεῖν[*](lac. 6 E 8 B) εἶναι γὰρ ὁμολογουμένην[*](ὁμολογοῦσαν R) τῇ τῆς κινήσεως λειότητι τὴν πραότητα τῆς φωνῆς ἐκείνης ἐκ πασῶν συνηρμοσμένης. διὰ μέσου δʼ αὐτῶν θάλασσαν ἢ λίμνην ὑποκεχύσθαι τοῖς χρώμασι διαλάμπουσαν διὰ τῆς γλαυκότητος ἐπιμιγνυμένοις· καὶ τῶν νήσων ὀλίγας μὲν ἐκπλεῖν κατὰ πόρον καὶ διακομίζεσθαι πέραν τοῦ ῥεύματος, ἄλλας δὲ πολλὰς --- ἐφέλκεσθαι τῇ --- [*](lac. 8 E 9 B supplet verbis ἀνίσως τε καὶ πλαγίως Amyotus; posteriorum 36 E 22 B verbo ῥύμῃ R) σχεδὸν ὑποφερομένας.[*](ὑποφερουμένας R: ὑποφερομένης) εἶναι δὲ τῆς θαλάσσης πῆ μὲν πολὺ βάθος κατὰ νότον, μάλιστα δʼ ἀραιὰ τενάγη[*](fort. corr. κατὰ νότον μάιστα, πῆ δʼ ἀραιὰ (vel potius εὐρέα) τενάγη cett.) καὶ βραχέα, πολλαχῆ δὲ καὶ ὑπερχεῖσθαι καὶ ἀπολείπειν[*](ἀπολείπειν *: ἀπολιπεῖν) αὖθις[*](αὖθις] εὐθὺς Holwerda) οὐ μεγάλας ἐκβολὰς λαμβάνουσαν, καὶ τῆς[*](τῆς *: τὰς) χρόας τὸ μὲν ἄκρατον καὶ πελάγιον, τὸ δʼ οὐ καθαρὸν ἀλλὰ συγκεχυμένον καὶ λιμνῶδες. τῶν· δὲ ῥοθίων τὰς νήσους ἅμα[*](ἅμα] fort. ἅμα τῷ, ut sit: οὐδὲν δὲ τῶν ῥοθίων ἅμα τῷ περαιουμένας (ita W pro περαινομένας) τὰς ν. ἐπανάγειν, συνάπτειν (αὐτὰς) εἰς ταὐτὸ πέρας τῇ ἀρχῇ) περαινομένας ἐπανάγειν οὐδὲν εἰς ταὐτὸ τῇ ἀρχῇ συνάπτειν πέρας οὐδὲ ποιεῖν κύκλον, ἀλλʼ ἡσυχῆ παραλλάσσειν τὰς ἐπιβολὰς ἕλικα ποιούσας μίαν ἐν τῷ περιστρέφεσθαι. τούτων δὲ πρὸς τὸ μέσον μάλιστα τοῦ[*](τοῦ om. BE) περιέχοντος καὶ μέγιστον ἐγκεκλίσθαι τὴν θάλασσαν ὀλίγῳ τῶν ὀκτὼ μερῶν τοῦ παντὸς ἔλαττον, ὡς αὐτῷ[*](αὐτῷ Leonicus: αὐτὸ) κατεφαίνετο· δύο δʼ αὐτὴν ἔχειν ἀναστομώσεις πυρὸς ἐμβάλλοντας[*](ἐμβάλλοντας *: ἐμβαλόντος) ἐναντίους ποταμοὺς δεχομένας, ὡς[*](ὡς] malim ὥστʼ) ἐπὶ πλεῖστον ἀνακοπτομένην κοχλάζειν[*](κοχλάζειν *: κολάζειν) καὶ ἀπολευκαίνεσθαι τὴν γλαυκότητα. ταῦτα μὲν οὖν ὁρᾶν τερπόμενος τῇ θέᾳ· κάτω δʼ ἀπιδόντι φαίνεσθαι χάσμα μέγα στρογγύλον οἷον ἐκτετμημένης σφαίρας, φοβερὸν δὲ δεινῶς καὶ βαθύ, πολλοῦ σκότους πλῆρες οὐχ ἡσυχάζοντος ἀλλʼ ἐκταραττομένου καὶ ἀνακλύζοντος πολλάκις· ὅθεν ἀκούεσθαι μυρίας μὲν ὠρυγὰς καὶ στεναγμοὺς ζῴων μυρίων δὲ κλαυθμὸν βρεφῶν καὶ μεμιγμένους ἀνδρῶν καὶ γυναικῶν ὀδυρμούς, ψόφους δὲ παντοδαποὺς καὶ θορύβους ἐκ βάθους πόρρωθεν ἀμυδροὺς ἀναπεμπομένους οἷς οὐ μετρίως αὐτὸς ἐκπεπλῆχθαι. χρόνου δὲ προϊόντος, εἰπεῖν τινα πρὸς αὐτὸν οὐχ ὁρώμενον ὦ Τίμαρχε, τί ποθεῖς πυθέσθαι φράσαι δʼ αὐτὸν ὅτι πάντα, τί γὰρ οὐ θαυμάσιον; ἀλλʼ ἡμῖν φάναι τῶν ἄνω μέτεστι μικρόν· ἄλλων γὰρ θεῶν ἐκεῖνα· τὴν δὲ Φερσεφόνης μοῖραν, ἣν ἡμεῖς διέπομεν, τῶν τεττάρων μίαν οὖσαν ὧν[*](ὧν R: ὡς) ἡ Στὺξ ὁρίζει, βουλομένῳ σοι σκοπεῖν πάρεστιν ἐρομένου δʼ αὐτοῦ τίς ἡ Στύξ ἐστιν; ὁδὸς εἰς Ἅιδου φάναι καὶ πρόεισιν ἐξ[*](ἐξ) ἐναντίας, αὐτῇ[*](αὐτῇ R: αὐτὴ) σχίζουσα τῇ κορυφῇ τὸ φῶς ἀνατείνουσα δʼ, ὡς ὁρᾷς, ἐκ τοῦ Ἅιδου κάτωθεν ᾗ ψαύει περιφερομένη καὶ τοῦ φωτός, ἀφορίζει[*](fort. κάτωθεν ψαύει περιφερομένη τοῦ φωτός, καὶ ἀφορίζει cett.) τὴν ἐσχάτην μερίδα τῶν ὅλων. τέσσαρες δʼ εἰσὶν ἀρχαὶ πάντων[*](πάντων] πάσης BE), ζωῆς μὲν ἡ πρώτη κινήσεως δʼ ἡ δευτέρα γενέσεως δʼ ἡ τρίτη φθορᾶς; δʼ ἡ τελευταία· συνδεῖ δὲ τῇ μὲν δευτέρᾳ τὴν πρώτην Μονὰς κατὰ τὸ ἀόρατον; τὴν δὲ δευτέραν τῇ τρίτῃ Νοῦς καθʼ, ἣλιον, τὴν δὲ τρίτην πρὸς τετάρτην Φύσις κατὰ σελήνην; τῶν δὲ συνδέσμων ἑκάστου Μοῖρα κλειδοῦχος Ἀνάγκης θυγάτηρ κάθηται, τοῦ μὲν πρώτου Ἄτροπος τοῦ δὲ δευτέρου Κλωθώ, τοῦ δὲ πρὸς σελήνην Λάχεσις, περὶ ἣν ἡ καμπὴ τῆς γενέσεως. αἱ μὲν γὰρ ἄλλαι, νῆσοι θεοὺς ἔχουσι σελήνη δὲ δαιμόνων, ἐπιχθονίων οὖσα φεύγει τὴν Στύγα μικρὸν ὑπερφέρουσα· λαμβάνεται δʼ ἅπαξ ἐν μέτροις δευτέροις ἑκατὸν ἑβδομήκοντα ἑπτά· καὶ τῆς Στυγὸς ἐπιφερομένης αἱ ψυχαὶ βοῶσι δειμαίνουσαι πολλὰς γὰρ ὁ Ἅιδης ἀφαρπάζει περιολισθανούσας ἄλλας δʼ ἀνακομίζεται κάτωθεν ἡ σελήνη προσνηχομένας, αἷς εἰς καιρὸν τῆς γενέσεως[*](τῆς γενέσεως ἡ R: ἡ τῆς γενέσεως) ἡ τελευτὴ συνέπεσε[*](συνέπεσε *: ἐνεπεσε), πλὴν ὅσαι μιαραὶ καὶ ἀκάθαρτοι ταύτας δʼ ἀστράπτουσα καὶ μυκωμένη φοβερὸν οὐκ ἐᾷ πελάζειν, ἀλλὰ θρηνοῦσαι τὸν ἑαυτῶν πότμον ἀποσφαλλόμεναι φέρονται κάτω πάλιν ἐπʼ ἄλλην γένεσιν, ὡς ὁρᾷς. ἀλλʼ οὐδὲν[*](οὐδὲν ἕτερον?) ὁρῶ τὸν Τίμαρχον εἰπεῖν ἢ πολλοὺς ἀστέρας περὶ τὸ χάσμα παλλομένους, ἑτέρους δὲ καταδυομένους εἰς αὐτό, τοὺς δʼ ᾅττοντας[*](ᾄττοντας R: ἀπόντας) αὖ κάτωθεν. αὐτοὺς ἄρα φάναι τοὺς δαίμονας ὁρῶν ἀγνοεῖς. ἔχει γὰρ ὧδε· ψυχὴ πᾶσα νοῦ μετέσχεν, ἄλογος δὲ καὶ ἄνους οὐκ ἔστιν, ἀλλʼ ὅσον ἂν αὐτῆς σαρκὶ μιχθῇ καὶ πάθεσιν, ἀλλοιούμενον τρέπεται καθʼ ἡδονὰς καὶ ἀλγηδόνας εἰς τὸ ἄλογον. μίγνυται δʼ οὐ πᾶσα τὸν αὐτὸν τρόπον· ἀλλʼ αἱ μὲν ὅλαι κατέδυσαν εἰς σῶμα, καὶ διʼ ὅλων ἀναταραχθεῖσαι[*](ἀνακραθεῖσαι W) τὸ σύμπαν ὑπὸ παθῶν. διαφέρονται κατὰ τὸν βίον· αἱ δὲ πῆ μὲν ἀνεκράθησαν, πῆ δʼ ἔλιπον ἔξω τὸ καθαρώτατον, οὐκ ἐπισπώμενον ἀλλʼ οἷον ἀκρόπλουν ἐπιψαῦον ἐκ κεφαλῆς τοῦ ἀνθρώπου καθάπερ ἐν βυθῷ δεδυκότος ἄρτημα κορυφαῖον, ὀρθουμένης περὶ αὐτὸ τῆς ψυχῆς ἀνέχον ὅσον ὑπακούει καὶ οὐ κρατεῖται τοῖς πάθεσιν. τὸ μὲν οὖν ὑποβρύχιον ἐν τῷ σώματι φερόμενον ψυχὴ λέγεται· τὸ δὲ φθορᾶς λειφθὲν οἱ πολλοὶ νοῦν καλοῦντες ἐντὸς εἶναι νομίζουσιν αὑτῶν,[*](αὐτῶν W: αὐτῶν) ὥσπερ ἐν τοῖς ἐσόπτροις τὰ φαινόμενα κατʼ ἀνταύγειαν οἱ δʼ ὀρθῶς ὑπονοοῦντες, ὡς ἐκτὸς ὄντα δαίμονα προσαγορεύουσι. τοὺς μὲν οὖν ἀποσβέννυσθαι δοκοῦντας ἀστέρας, ὦ Τίμαρχε φάναι τὰς εἰς σῶμα καταδυομένας ὅλας ψυχὰς ὁρᾶν νόμιζε, τοὺς δʼ οἷον ἀναλάμποντας πάλιν καὶ ἀναφαινομένους κάτωθεν, ἀχλύν τινα καὶ ζόφον ὥσπερ πηλὸν ἀποσειομένους, τὰς ἐκ τῶν σωμάτων ἐπαναπλεούσας μετὰ τὸν θάνατον· οἱ δʼ ἄνω διαφερόμενοι δαίμονὲς εἰσι τῶν νοῦν ἔχειν λεγομένων ἀνθρώπων. πειράθητι δὲ κατιδεῖν ἑκάστου τὸν σύνδεσμον, ᾧ[*](ᾧ *: ᾗ) τῇ ψυχῇ συμπέφυκε. ταῦτʼ ἀκούσας αὐτὸς[*](αὐτὸς] add. ἔφη R) ἀκριβέστερον προσέχειν καὶ θεᾶσθαι τῶν ἀστέρων ἀποσαλεύοντας τοὺς μὲν ἧττον τοὺς δὲ μᾶλλον, ὥσπερ τοὺς τὰ δίκτυα διασημαίνοντας ἐν τῇ θαλάσσῃ φελλοὺς ὁρῶμεν ἐπιφερομένους· ἐνίους δὲ τοῖς κλωθομένοις ἀτράκτοις ὁμοίως ἐγκατατεταραγμένην καὶ ἀνώμαλον ἕλκοντας,[*](ὁμοίως ἔγκλισιν (ἄνω κάτω) τεταραγμένην καὶ ἀνώμ ἔχοντας? cf. p. 564 a) οὐ δυναμένους καταστῆσαι τὴν κίνησιν ἐπʼ εὐθείας. λέγειν δὲ τὴν φωνὴν τοὺς μὲν εὐθεῖαν καὶ τεταγμένην κίνησιν ἔχοντας εὐηνίοις ψυχαῖς χρῆσθαι διὰ τροφὴν καὶ παίδευσιν ἀστείαν, οὐκ ἄγαν[*](οὐκ ἄγαν Turnebus: οὐ κατὰ γαῖαν) σκληρὸν καὶ ἄγριον παρεχομέναις τὸ ἄλογον τοὺς δʼ ἄνω καὶ κάτω πολλάκις ἀνωμάλως καὶ τεταραγμένως ἐγκλίνοντας, οἷον ἐκ δεσμοῦ σπαραττομένους, δυσπειθέσι καὶ ἀναγώγοις[*](ἀναγώγοις idem: ἀναλώτοις) διʼ ἀπαιδευσίαν ζυγομαχεῖν ἤθεσι, πῆ μὲν κρατοῦντας καὶ περιάγοντας; ἐπὶ δεξιάν, πῆ δὲ καμπτομένους ὑπὸ τῶν παθῶν καὶ συνεφελκομένους τοῖς ἁμαρτήμασιν, εἶτα πάλιν ἀντιτείνοντας καὶ βιαζομένους. τὸν μὲν γὰρ σύνδεσμον οἷα χαλινὸν τῷ ἀλόγῳ τῆς ψυχῆς ἐμβεβλημένον, ὅταν ἀντισπάσῃ, τὴν λεγομένην μεταμέλειαν ἐπάγειν ταῖς ἁμαρτίαις καὶ τὴν ἐπὶ ταῖς ἡδοναῖς, ὅσαι παράνομοι καὶ ἀκρατεῖς, αἰσχύνην, ἀλγηδόνα καὶ πληγὴν οὖσαν ἐνθένδε[*](ἐνθένδε] ἐνδόθεν (l. ἔνδοθεν) Herwerdenus) τῆς ψυχῆς ὑπὸ τοῦ κρατοῦντος καὶ ἄρχοντος ἐπιστομιζομένης· μέχρι ἂν οὕτω κολαζομένη πειθήνιος γένηται καὶ συνήθης ὥσπερ θρέμμα πρᾶον ἄνευ πληγῆς καὶ ἀλγηδόνος ὑπὸ συμβόλων ὀξέως καὶ σημείων, αἰσθανομένη τοῦ δαίμονος. αὗται μὲν οὖν ὀψέ ποτε καὶ βραδέως ἄγονται καὶ καθίστανται πρὸς τὸ δέον. ἐκ δὲ τῶν εὐηνίων ἐκείνων καὶ[*](καὶ Turnebus) κατηκόων εὐθὺς ἐξ ἀρχῆς καὶ γενέσεως τοῦ οἰκείου δαίμονος καὶ τὸ μαντικόν ἐστι καὶ θεοκλυτούμενον γένος· ὧν τὴν Ἑρμοδώρου[*](Ἑρμοδώρου] Ἑρμότιμος vocatur a Luciano) τοῦ Κλαζομενίου ψυχὴν ἀκήκοας δήπουθεν, ὡς ἀπολείπουσα παντάπασι τὸ σῶμα νύκτωρ καὶ μεθʼ ἡμέραν ἐπλανᾶτο πολὺν τόπον, εἶτʼ αὖθις ἐπανῄει, πολλοῖς τῶν μακρὰν λεγομένων καὶ πραττομένων ἐντυχοῦσα καὶ παραγενομένη· μέχρι οὗ τὸ σῶμα, τῆς γυναικὸς προδούσης, λαβόντες οἱ ἐχθροὶ ψυχῆς ἔρημον οἴκοι κατέπρησαν. τοῦτο· μὲν οὖν οὐκ ἀληθές ἐστιν· οὐ γὰρ ἐξέβαινεν ἡ ψυχὴ τοῦ σώματος, ὑπείκουσα δʼ ἀεὶ καὶ χαλῶσα τῷ δαίμονι τὸν σύνδεσμον ἐδίδου περιδρομὴν καὶ περιφοίτησιν, ὥστε πολλὰ συνορῶντα καὶ κατακούοντα τῶν ἐκτὸς εἰσαγγέλλειν. οἱ δʼ ἀφανίσαντες τὸ σῶμα κοιμωμένου μέχρι νῦν δίκην ἐν τῷ ταρτάρῳ τίνουσι. ταῦτα δʼ εἴσῃ φάναι σαφέστερον, ὦ νεανία, τρίτῳ μηνὶ · νῦν δʼ ἄπιθι παυσαμένης δὲ τῆς φωνῆς, βούλεσθαι μὲν αὑτὸν[*](αὐτὸν] 1. e. se) ὁ Τίμαρχος ἔφη θεάσασθαι περιστρέφοντα, τίς ὁ φθεγγόμενος εἴη· σφόδρα δὲ τὴν κεφαλὴν αὖθις ἀλγήσας, καθάπερ βίᾳ συμπιεσθεῖσαν, οὐδὲν ἔτι γιγνώσκειν οὐδʼ αἰσθάνεσθαι τῶν καθʼ ἑαυτόν· εἶτα μέντοι μετὰ μικρὸν ἀνενεγκὼν ὁρᾶν αὑτὸν ἐν Τροφωνίου παρὰ τὴν εἴσοδον, οὗπερ ἐξ ἀρχῆς κατεκλίθη, κείμενον.ὁ μὲν οὖν Τιμάρχου μῦθος οὗτος. ἐπεὶ δʼ ἐλθὼν Ἀθήναζε τρίτῳ μηνὶ μετὰ[*](μετὰ Herwerdenus: κατὰ) τὴν γενομένην φωνὴν ἐτελεύτησεν, ἡμεῖς δὲ Σωκράτει θαυμάζοντες
ἀπηγγέλλομεν, ἐμέμψατο Σωκράτης ἡμᾶς, ὅτι μὴ ζῶντος ἔτι τοῦ Τιμάρχου διήλθομεν αὐτοῦ γὰρ ἂν ἡδέως ἐκείνου πυθέσθαι · καὶ προσανακρῖναι σαφέστερον. ἀπέχεις, ὦ Θεόκριτε, μετὰ τοῦ λόγου τὸν μῦθον· ἀλλʼ ὅρα μὴ καὶ τὸν ξένον ἡμῖν παρακλητέον ἐπὶ τὴν ζήτησιν οἰκεία γὰρ πάνυ καὶ προσήκουσα θείοις ἀνδράσι.τί δʼ εἶπεν Ἐπαμεινώνδας οὐ συμβάλλεται γνώμην ἀπὸ τῶν αὐτῶν ἀναγόμενος ἡμῖν; καὶ ὁ πατὴρ μειδιάσας τοιοῦτον ἔφη τὸ ἦθος, ὦ ξένε, τὸ τούτου, σιωπηλὸν καὶ πρὸς τοὺς λόγους εὐλαβές, ἄπληστον δὲ τοῦ μανθάνειν καὶ ἀκροᾶσθαι · διὸ καὶ Σπίνθαρος ὁ Ταραντῖνος οὐκ ὀλίγον αὐτῷ συνδιατρίψας ἐνταῦθα χρόνον ἀεὶ δήπου λέγει μηδενί πη τῶν καθʼ ἑαυτὸν ἀνθρώπων ἐντετυχηκέναι μήτε πλείονα γιγνώσκοντι μήτε ἐλάσσονα φθεγγομένῳ. σὺ οὖν ἃ φρονεῖς αὐτὸς δίελθε περὶ τῶν εἰρημένων.ἐγὼ τοίνυν ἔφη τὸν μὲν Τιμάρχου λόγον ὥσπερ ἱερὸν καὶ ἄσυλον ἀνακεῖσθαί φημι τῷ θεῷ χρῆναι θαυμάζω δʼ εἰ τοῖς ὑπὸ Σιμμίου λεγομένοις περὶ[*](περὶ R) αὐτοῦ δυσπιστήσουσί τινες, κύκνους μὲν[*](μὲν idem: μὲν γὰρ) ἱεροὺς καὶ δράκοντας καὶ κύνας καὶ ἵππους ὀνομάζοντες, ἀνθρώπους δὲ θείους εἶναι καὶ θεοφιλεῖς ἀπιστοῦντες, καὶ ταῦτα τὸν θεὸν οὐ φίλορνιν ἀλλὰ φιλάνθρωπον ἡγούμενοι. καθάπερ οὖν ἀνὴρ φίλιππος οὐ πάντων ὁμοίως ἐπιμέλεται[*](ἐπιμέλεται *: ἐπιμελεῖται) τῶν ὑπʼ αὐτὸ τὸ[*](αὐτὸ τὸ] ταὐτὸ?) γένος, ἀλλʼ ἀεὶ τινʼ ἄριστον ἐξαιρῶν καὶ ἀποκρίνων
καθʼ αὑτὸν ἀσκεῖ καὶ τρέφει καὶ ἀγαπᾷ διαφερόντως· οὕτω[*](οὕτω addidi cum Anonymo) καὶ ἡμῶν οἱ ὑπὲρ ἡμᾶς, τοὺς βελτίστους οἷον ἐξ ἀγέλης χαράξαντες, ἰδίας τινὸς καὶ περιττῆς παιδαγωγίας ἀξιοῦσι, οὐχ ὑφʼ ἡνίας οὐδὲ ῥυτήρων ἀλλὰ λόγῳ διὰ συμβόλων εὐθύνοντες· ὧν οἱ πολλοὶ καὶ ἀγελαῖοι παντάπασιν ἀπείρως ἔχουσιν. οὐδὲ γὰρ οἱ πολλοὶ κύνες τῶν θηρατικῶν σημείων οὐδʼ οἱ πολλοὶ ἵπποι τῶν ἱππικῶν συνιᾶσιν[*](συνιᾶσιν Stegmannus: συνίασιν) ἀλλʼ οἱ μεμαθηκότες, εὐθὺς ἀπὸ σιγμοῦ τοῦ τυχόντος ἢ ποππυσμοῦ τὸ προσταττόμενον αἰσθανόμενοι, ῥᾳδίως εἰς ὃ δεῖ καθίστανται. φαίνεται δὲ γιγνώσκων καὶ Ὅμηρος ἣν λέγομεν διαφορὰν ἡμεῖς· τῶν γὰρ μάντεων οἰωνοπόλους τινὰς καλεῖ καὶ ἱερεῖς,[*](καὶ ἱερεῖς] del. Holwerda) ἑτέρους δὲ τῶν θεῶν αὐτῶν διαλεγομένων συνιέντας καὶ συμφρονοῦντας ἀποσημαίνειν οἴεται τὸ μέλλον, ἐν οἷς λέγεικαί
- τῶν δʼ Ἕλενος, Πριάμοιο φίλος παῖς, ξύνθετο[*](σύνθετο Homerus H 44) θυμῷ
- βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι
ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.[*](γενετάων BE)[*](id. H 53) ὥσπερ γὰρ τῶν βασιλέων καὶ τῶν στρατηγῶν τὴν διάνοιαν οἱ μὲν ἐκτὸς αἰσθάνονται καὶ γιγνώσκουσι πυρσοῖς τισι καὶ κηρύγμασι καὶ ὑπὸ σαλπίγγων, τοῖς δὲ πιστοῖς καὶ συνήθεσιν αὐτοὶ φράζουσιν· οὕτω τὸ θεῖον ὀλίγοις ἐντυγχάνει διʼ αὑτοῦ καὶ σπανίως, τοῖς δὲ πολλοῖς σημεῖα δίδωσιν, ἐξ ὧν ἡ λεγομένη μαντικὴ συνέστηκε. θεοὶ μὲν γὰρ οὖν ὀλίγων ἀνθρώπων κοσμοῦσι βίον, οὓς ἂν ἄκρως μακαρίους τε καὶ θείους ὡς ἀληθῶς ἀπεργάσασθαι βουληθῶσιν· αἱ δʼ ἀπηλλαγμέναι γενέσεως ψυχαὶ καὶ σχολάζουσαι τὸ λοιπὸν ἀπὸ σώματος, οἷον ἐλεύθεραι πάμπαν ἀφιέμεναι,[*](malim ἀφιειμέναι) δαίμονὲς εἰσιν ἀνθρώπων ἐπιμελεῖς καθʼ Ἡσίοδον.[*](Ἡσίοδον] OD 120) ὡς γὰρ ἀθλητὰς καταλύσαντας ἄσκησιν ὑπὸ γήρως οὐ τελέως ἀπολείπει τὸ φιλότιμον καὶ φιλοσώματον,[*](φιλοσώματον] φιλάγωνον Emperius praeter necessitatem) ἀλλʼ ἑτέρους ἀσκοῦντας ὁρῶντες ἥδονται καὶ παρακαλοῦσι καὶ συμπαραθέουσιν· οὕτως οἱ πεπαυμένοι τῶν περὶ τὸν βίον ἀγώνων διʼ ἀρετὴν ψυχῆς γενόμενοι δαίμονες οὐ παντελῶς ἀτιμάζουσι τἀνταῦθα[*](τἀνταῦθα *: τὰ ἐνταῦθα) πράγματα καὶ λόγους καὶ σπουδάς, ἀλλὰ τοῖς ἐπὶ ταὐτὸ γυμναζομένοις τέλος εὐμενεῖς ὄντες καὶ συμφιλοτιμούμενοι πρὸς τὴν ἀρετήν, ἐγκελεύονται καὶ συνεξορμῶσιν, ὅταν ἐγγὺς ἢδη τῆς ἐλπίδος ἁμιλλωμένους καὶ ψαύοντας ὁρῶσιν. οὐ γὰρ οἷς ἔτυχε συμφέρεται τὸ δαιμόνιον· ἀλλʼ οἷον ἐπὶ τῶν νηχομένων ἐν θαλάττῃ τοὺς μὲν πελαγίους ἔτι καὶ πρόσω τῆς γῆς φερομένους οἱ ἐπὶ γῆς ἑστῶτες σιωπῇ θεῶνται μόνον, τοὺς δʼ ἐγγὺς ἤδη παραθέοντες καὶ παρεμβαίνοντες ἅμα καὶ χειρὶ καὶ φωνῇ βοηθοῦντες ἀνασῴζουσιν οὕτως, ὦ --- [*](lac. 8 E 7 B supplet verbo Σιμμία Amyotus; posteriorem 5 E 11 B ita: ἐᾷ μὲν γὰρ ἡμᾶς; malim ἐᾷ γὰρ ἡμᾶς) τοῦ δαιμονίου ὁ τρόπος --- ἡμᾶς βαπτιζομένους ὑπὸ τῶν πραγμάτων, καὶ σώματα πολλὰ καθάπερ ὀχήματα[*](ὀχήματα] σχήματα F. Schmidtius) μεταλαμβάνοντας, αὐτοὺς ἐξαμιλλᾶσθαι καὶ μακροθυμεῖν,[*](μακροθυμεῖ R) διʼ οἰκείας πειρωμένους ἀρετῆς σῴζεσθαι καὶ τυγχάνειν λιμένος. ἥτις δʼ ἂν ἤδη διὰ μυρίων γενέσεων ἠγωνισμένη μακροὺς ἀγῶνας εὖ καὶ προθύμως ψυχή, τῆς περιόδου συμπεραινομένης κινδυνεύουσα καὶ φιλοτιμουμένη περὶ τὴν ἑκβασιν ἱδρῶτι πολλῷ ἄνω προσφέρηται,[*](ἄνω προσφέρηται] πρὸς τἄνω φέρηται?) ταύτῃ τὸν οἰκεῖον οὐ νεμεσᾷ δαίμονα βοηθεῖν ὁ θεὸς ἀλλʼ ἀφίησι τῷ προθυμουμένῳ προθυμεῖται δʼ ἄλλος ἄλλην ἀνασῴζειν ἐγκελευόμενος· ἡ δὲ συνακούει διὰ τὸ πλησιάζειν καὶ σῴζεται μὴ πειθομένη δέ, ἀπολιπόντος τοῦ δαίμονος, οὐκ εὐτυχῶς ἀπαλλάσσει.
τούτων εἰρημένων, ὁ Ἐπαμεινώνδας ἀποβλέψας εἰς ἐμὲ σοὶ μέν. εἶπεν ὦ Καφεισία, σχεδὸν ὥρα βαδίζειν εἰς τὸ γυμνάσιον ἤδη καὶ μὴ ἀπολείπειν τοὺς συνήθεις ἡμεῖς δὲ Θεάνορος ἐπιμελησόμεθα, διαλύσαντες ὅταν δοκῇ τὴν συνουσίαν κἀγώ ταῦτʼ ἔφην πράττωμεν· ἀλλὰ μικρὸν οἶμαί τι μετʼ ἐμοῦ καὶ Γαλαξιδώρου βούλεταί σοι διαλεχθῆναι οὑτοσὶ[*](οὐτοσὶ *: οὐτοσὶ ὁ) Θεόκριτος. ἀγαθῇ τύχῃ εἶπε διαλεγέσθω· καὶ προῆγεν ἀναστὰς εἰς τὸ ἐπικάμπειον τῆς στοᾶς. καὶ ἡμεῖς περισχόντες αὐτὸν ἐπεχειροῦμεν παρακαλεῖν ἐπὶ τὴν πρᾶξιν. ὁ δὲ καὶ τὴν ἡμέραν ἔφη πάνυ σαφῶς εἰδέναι τῆς καθόδου τῶν φυγάδων, καὶ συντετάχθαι μετὰ Γοργίδου τοῖς φίλοις[*](τοῖς φίλοις R: τοὺς φίλους) πρὸς τὸν
καιρόν· ἀποκτενεῖν δὲ τῶν πολιτῶν ἄκριτον οὐδένα, μὴ μεγάλης ἀνάγκης γενομένης· ἄλλως δὲ καὶ πρὸς τὸ πλῆθος ἁρμόζειν τὸ Θηβαίων εἶναί τινας ἀναιτίους καὶ καθαροὺς τῶν πεπραγμένων, οἳ[*](οἳ W) μᾶλλον ἕξουσιν ἀνυπόπτως πρὸς[*](πρὸς R) τὸν δῆμον ὡς ἀπὸ τοῦ βελτίστου παραινοῦντες, ἐδόκει ταῦθʼ ἡμῖν. κἀκεῖνος μὲν ἀνεχώρησεν αὖθις ὡς τοὺς περὶ Σιμμίαν· ἡμεῖς δὲ καταβάντες εἰς τὸ γυμνάσιον ἐνετυγχάνομεν τοῖς φίλοις, καὶ διαλαμβάνων ἄλλος ἄλλον ἐν τῷ συμπαλαίειν τὰ μὲν ἐπυνθάνετο τὰ δʼ ἔφραζε καὶ συνετάττετο πρὸς τὴν πρᾶξιν. ἑωρῶμεν δὲ καὶ τοὺς περὶ Ἀρχίαν καὶ Φίλιππον ἀληλιμμένους ἀπιόντας ἐπὶ τὸ δεῖπνον. ὁ γὰρ Φυλλίδας, δεδιὼς μὴ τὸν Ἀμφίθεον προανέλωσιν, εὐθὺς ἀπὸ τῆς Λυσανορίδου προπομπῆς τὸν Ἀρχίαν δεξάμενος[*](δεξάμενος] δεξιωσάμενος Herwerdenus) καὶ περὶ τῆς --- [*](lac. 7 E Fort. excidit: ὑπάνδρου. cf. Vit. Pelop. c. 9) γυναικός, ἧς ἐπιθυμῶν ἐτύγχανεν, εἰς ἐλπίδας ἐμβαλὼν, ὡς ἀφιξομένης εἰς τὸν πότον,[*](πότον Salmasius: τόπον) ἔπεισε πρὸς ῥᾳθυμίαν καὶ ἄνεσιν τραπέσθαι μετὰ τῶν εἰωθότων αὐτῷ συνακολασταίνειν.ὀψὲ δʼ ἤδη τό τε[*](τό τε R: τότε. Sed malim τὸ) ψῦχος ἐπέτεινε πνεύματος γενομένου, καὶ διὰ τοῦτο τῶν πολλῶν τάχιον εἰς τὰς οἰκίας ἀνακεχωρηκότων, ἡμεῖς μὲν τοὺς περὶ Δαμοκλείδαν καὶ Πελοπίδαν καὶ Θεόπομπον ἐντυχόντες ἀνελαμβάνομεν, ἄλλοι δʼ ἄλλους· ἐσχίσθησαν γὰρ εὐθὺς ὑπερβαλόντες[*](ὑπερβαλόντες Herwerdenus: ὑπερβάλλοντες) τὸν Κιθαιρῶνα, καὶ παρέσχεν
αὐτοῖς; ὁ χειμὼν τὰ πρόσωπα συγκεκαλυμμένοις ἀδεῶς διελθεῖν τὴν πόλιν ἐνίοις δʼ ἐπήστραψε δεξιὸν ἄνευ βροντῆς εἰσιοῦσι διὰ τῶν πυλῶν· καὶ τὸ σημεῖον ἐδόκει καλὸν πρὸς ἀσφάλειαν καὶ δόξαν, ὡς λαμπρῶν ἀκινδύνων δὲ τῶν πράξεων ἐσομένων.ὡς οὖν ἅπαντες ἔνδον ἦμεν, πεντήκοντα δυεῖν δέοντες, ἤδη τοῦ Θεοκρίτου καθʼ ἑαυτὸν ἐν οἰκίσκῳ τινὶ σφαγιαζομένου, πολὺς ἦν τῆς θύρας ἀραγμός· καὶ μετὰ μικρὸν ἧκέ τις ἀγγέλλων ὑπηρέτας τοῦ Ἀρχίου δύο κόπτειν τὴν αὔλειον ἀπεσταλμένους σπουδῇ πρὸς Χάρωνα, καὶ κελεύειν ἀνοίγειν καὶ ἀγανακτεῖν, βράδιον ὑπακουόντων. θορυβηθεὶς οὖν ὁ Χάρων, ἐκείνοις μὲν εὐθὺς ἀνοιγνύναι προσέταξεν, αὐτὸς δʼ ἀπαντήσας ἔχων στέφανον ὡς τεθυκὼς καὶ πίνων, ἐπυνθάνετο τῶν ὑπηρετῶν ὅ τι βούλοιντο. λέγει δʼ ἅτερος Ἀρχίας καὶ Φίλιππος ἔπεμψαν ἡμᾶς κελεύοντες ὡς τάχιστὰ σʼ[*](σε Duebnerus) ἣκειν πρὸς αὐτούς. ἐρομένου τοῦ Χάρωνος, τίς ἡ σπουδὴ τῆς τηνικαῦτα μεταπέμψεως αὐτοῦ καὶ μή τι καινότερον, οὐδὲν ἴσμεν ὁ ὑπηρέτης ἔφη πλέον· ἀλλὰ τί λέγωμεν αὐτοῖς; ὅτι νὴ Δίʼ εἶπεν[*](εἶπεν] εἰπεῖν BE) ὁ Χάρων θεὶς τὸν στέφανον ἢδη καὶ λαβὼν τὸ ἱμάτιον ἕπομαι μεθʼ ὑμῶν γὰρ τηνικαῦτα βαδίζων διαταράξω τινὰς ὡς· ἀγόμενος.[*](ὡς ἀπαγόμενος Herwerdenus) οὕτως ἔφησαν[*](ἔφησαν] ἔφη BE) ποίει καὶ γὰρ ἡμᾶς δεῖ τοῖς ὑπὸ πόλιν[*](ὑπὸ πόλιν] fort. ὑπὸ τὴν ἀκρόπολιν. cf. p. 598 e) φρουροῖς κομίσαι τι πρόσταγμα παρὰ τῶν ἀρχόντων ἐκεῖνοι μὲν οὖν ᾤχοντο.
τοῦ δὲ Χάρωνος εἰσελθόντος; πρὸς ἡμᾶς καὶ ταῦτα φράσαντος, ἔκπληξις ἅπαντας ἔσχεν οἰομένους μεμηνῦσθαι καὶ τὸν Ἱπποσθενείδαν ὑπενόουν οἱ πλεῖστοι, κωλῦσαι μὲν ἐπιχειρήσαντα τὴν κάθοδον διὰ τοῦ Χλίδωνος, ἐπεὶ δʼ ἀπέτυχε καὶ συνῆπται τῷ καιρῷ τὸ δεινόν, ἐξενηνοχέναι πιθανὸν ὄντα τὴν πρᾶξιν ὑπὸ δέους· οὐ γὰρ ἀφίκετο μετὰ τῶν ἄλλων εἰς τὴν οἰκίαν, ἀλλʼ ὅλως ἐδόκει πονηρὸς γεγονέναι καὶ παλίμβολος οὐ μὴν ἀλλὰ τόν γε Χάρωνα πάντες ᾠόμεθα χρῆναι βαδίζειν καὶ ὑπακούειν τοῖς ἄρχουσι καλούμενον. ὁ δὲ κελεύσας τὸν υἱὸν ἐλθεῖν κάλλιστον ὄντα Θηβαίων, ὦ Ἀρχίδαμε,[*](ἀρχέδαμε BE hic et infra) παῖδα καὶ φιλοπονώτατον περὶ τὰ γυμνάσια, πεντεκαιδεκέτη μὲν σχεδὸν πολὺ δὲ ῥώμῃ καὶ μεγέθει διαφέροντα τῶν ὁμηλίκων, οὗτος εἶπεν ὦ ἄνδρες, ἐμοὶ μόνος ἐστὶ καὶ ἀγαπητός, ὥσπερ ἴστε· τοῦτον ὑμῖν παραδίδωμι πρὸς θεῶν ἅπασι πρὸς δαιμόνων[*](πρὸς τε δαιμόνων R) ἐπισκήπτων· εἰ φανείην ἐγὼ πονηρὸς περὶ ὑμᾶς, ἀποκτείνατε, μὴ φείσησθʼ ἡμῶν· τὸ δὲ λοιπόν, ὦ ἄνδρες ἀγαθοί, πρὸς τὸ συμπεσὸν[*](συμπεσὸν idem: συμπόσιον) ἀντιτάξασθε, μὴ πρόησθε τὰ σώματα διαφθεῖραι τοῖς αἰσχίστοις[*](τοῖς ἐχθίστοις W) ἀνάνδρως καὶ ἀκλεῶς, ἀλλʼ ἀμύνασθε τὰς ψυχὰς ἀηττήτους τῇ πατρίδι φυλάττοντες· ταῦτα τοῦ Χάρωνος λέγοντος, τὸ μὲν φρόνημα καὶ τὴν καλοκἀγαθίαν ἐθαυμάζομεν, πρὸς δὲ τὴν ὑποψίαν ἠγανακτοῦμεν καὶ ἀπάγειν ἐκελεύομεν τὸν παῖδα. τὸ δʼ ὅλον εἶπεν ὁ Πελοπίδας οὐδʼ εὖ βεβουλεῦσθαι δοκεῖς ἡμῖν, ὦ Χάρων, μὴ μεταστησάμενος εἰς οἰκίαν ἑτέραν τὸν υἱόν· τί γὰρ αὐτὸν δεῖ κινδυνεύειν μεθʼ ἡμῶν ἐγκαταλαμβανόμενον; καὶ νῦν ἐκπεμπτέος, ἵνʼ ἡμῖν, ἐάν τι πάσχωμεν, εὐγενὴς ὑποτρέφηται τιμωρὸς; ἐπὶ τοὺς τυράννους. οὐκ ἔστιν εἶπεν ὁ Χάρων ἀλλʼ αὐτοῦ παραμενεῖ καὶ κινδυνεύσει μεθʼ ὑμῶν· οὐδὲ γὰρ τούτῳ καλὸν ὑποχείριον γενέσθαι τοῖς ἐχθροῖς ἀλλὰ τόλμα παρʼ ἡλικίαν, ὦ παῖ, γευόμενος ἄθλων ἀναγκαίων, καὶ κινδύνευε μετὰ πολλῶν καὶ ἀγαθῶν πολιτῶν ὑπὲρ ἐλευθερίας καὶ ἀρετῆς· πολλὴ δʼ ἐλπὶς ἔτι λείπεται· καὶ πού τις ἐφορᾷ θεῶν ἡμᾶς ἀγωνιζομένους περὶ τῶν δικαίων.δάκρυα πολλοῖς ἐπῆλθεν ἡμῶν, ὦ Ἀρχίδαμε, πρὸς τοὺς λόγους τἀνδρός· αὐτὸς[*](αὐτὸς R: οὖτος) δʼ ἄδακρυς καὶ ἄτεγκτος ἐγχειρίσας Πελοπίδᾳ τὸν υἱὸν ἐχώρει διὰ θυρῶν δεξιούμενος ἕκαστον ἡμῶν καὶ παραθαρρύνων. ἔτι δὲ μᾶλλον ἂν ἠγάσω τοῦ παιδος αὐτοῦ τὴν φαιδρότητα καὶ τὸ ἀδεὲς[*](ἀδεὲς Basileensis: ἀδαὲς) πρὸς τὸν κίνδυνον, ὥσπερ τοῦ Νεοπτολέμου, μήτʼ ὠχριάσαντος μήτʼ ἐκπλαγέντος, ἀλλʼ ἕλκοντος τὸ ξίφος τοῦ Πελοπίδου καὶ καταμανθάνοντος. ἐν τούτῳ, Κηφισοδώρῳ Διότονος[*](Διόγονος R), εἷς τῶν φίλων,[*](Διότονος εἶς τῶν Κηφισοδώρου φίλων Stegmannus. Possis etiam Διότ. εἶς τῶν φίλων Κηφισοδώρου (vel Κηφισοδώρῳ cf. p. 596 e)) παρῆν πρὸς ἡμᾶς ξίφος ἔχων καὶ θώρακα σιδηροῦν ὑπενδεδυμένος καὶ πυθόμενος τὴν Χάρωνος ὑπʼ Ἀρχίου μετάπεμψιν ᾐτιᾶτο τὴν μέλλησιν ἡμῶν, καὶ παρώξυνεν εὐθὺς ἐπὶ τὰς οἰκίας
βαδίζειν· φθήσεσθαι γὰρ ἐμπεσόντας αὐτοῖς· εἰ δὲ μή, βέλτιον εἶναι προελθόντας ἐν ὑπαίθρῳ συμπλέκεσθαι, πρὸς ἀλλήλους[*](πρὸς ἀλλήλους] πρὸς αὐτοὺς X ut cum συμπλέκεσθαι iungatur. Ego aliter distinxi) ἀσυντάκτους καὶ σποράδας, ἢ μένειν ἐν οἰκίσκῳ καθείρξαντας αὑτοὺς ὥσπερ σμῆνος ἐξαιρεθησομένους ὑπὸ τῶν πολεμίων. ἐνῆγε δὲ καὶ ὁ μάντις Θεόκριτος, ὡς τῶν ἱερῶν σωτηρίων καὶ καλῶν καὶ πρὸς ἀσφάλειαν ἐχεγγύων αὐτῷ γεγονότων.ὁπλιζομένων δʼ ἡμῶν καὶ συνταττομένων, αὖθις[*](αὖθις Turnebus: αὐτοῖς) ἀφικνεῖται Χάρων ἱλαρῷ τῷ προσώπῳ καὶ μειδιῶν καὶ προσβλέπων εἰς ἡμᾶς θαρρεῖν ἐκέλευεν, ὡς δεινοῦ μηδενὸς ὄντος ἀλλὰ τῆς πράξεως ὁδῷ βαδιζούσης. ὁ γὰρ Ἀρχίας, ἔφη, καὶ ὁ Φίλιππος ὡς ἤκουσαν ἥκειν ἐμὲ κεκλημένον, ἤδη βαρεῖς ὑπὸ τῆς μέθης ὄντες καὶ συνεκλελυμένοι τοῖς σώμασι τὰς ψυχάς,· μόλις διαναστάντες ἔξω προῆλθον ἐπὶ τὰς θύρας. εἰπόντος δὲ τοῦ Ἀρχίου φυγάδας, ὦ Χάρων, ἀκούομεν ἐν τῇ πόλει κρύπτεσθαι παρεισελθόντας οὐ μετρίως ἐγὼ διαταραχθείς ποῦ δʼ εἶπον εἶναι λέγονται καὶ τίνες; ἀγνοοῦμεν ὁ Ἀρχίας εἶπε· καί σε τούτου χάριν ἐλθεῖν ἐκελεύσαμεν, εἰ δή τι τυγχάνοις σαφέστερον ἀκηκοώς. κἀγὼ μικρὸν ὥσπερ ἐκ πληγῆς[*](ἐκ πληγῆς idem: ἐκπλαγεὶς) ἀναφέρων τὴν διάνοιαν ἐλογιζόμην λόγον εἶναι τὴν μήνυσιν οὐ βέβαιον, οὐδʼ ὑπὸ τῶν συνειδότων ἐξενηνέχθαι τὴν πρᾶξιν οὐδενός· οὐ γὰρ ἂν[*](ἂν W) ἀγνοεῖν τὴν,οἰκίαν αὐτούς, εἴ τις εἰδὼς
ἀκριβῶς ἐμήνυεν· ἄλλως δʼ ὑποψίαν ἢ λόγον ἄσημον ἐν τῇ πόλει περιφερόμενον ἥκειν εἰς ἐκείνους. εἶπον οὖν πρὸς αὐτὸν ὅτι ʽ ζῶντος μὲν Ἀνδροκλείδου πολλάκις ἐπίσταμαι φήμας τοιαύτας ῥυείσας διακενῆς καὶ λόγους ψευδεῖς ἐνοχλήσαντας ἡμῖν· νυνὶ δʼ ἔφην οὐδὲν ἀκήκοα τοιοῦτον, ὦ Ἀρχία σκέψομαι δὲ τὸν λόγον, εἰ κελεύεις· κἂν πύθωμαί τι φροντίδος ἄξιον, οὐ λήσεται ὑμᾶς.[*](οὐχ ὑμᾶς λήσεται Benseler) πάνυ μὲν οὖν ὁ Φυλλίδας εἶπε μηδέν, ὦ Χάρων, ἀδιερεύνητον μηδʼ ἄπυστον ὑπὲρ τούτων ἀπολίπῃς· τί γὰρ κωλύει μηδενὸς καταφρονεῖν ἀλλὰ πάντα φυλάττεσθαι καὶ προσέχειν; καλὸν γὰρ ἡ πρόνοια καὶ τὸ ἀσφαλές[*](τἀσφαλές?) ἅμα δὲ τὸν Ἀρχίαν ὑπολαβὼν ἀπῆγεν εἰς τὸν οἶκον, ἐν ᾧ πίνοντες τυγχάνουσιν.[*](τυγχάνουσιν] ἐτύγχανον?) ἀλλὰ μὴ μέλλωμεν, ἄνδρες ἔφη, προσευξάμενοι δὲ τοῖς θεοῖς ἐξίωμεν. ταῦτα τοῦ Χάρωνος εἰπόντος, εὐχόμεθα[*](εὐχόμεθα] imperfectum. cf. p. 18 d) τοῖς θεοῖς καὶ παρεκαλοῦμεν ἀλλήλους.ὥρα μὲν οὖν ἦν καθʼ ἣν ἅνθρωποι μάλιστα περὶ δεῖπνόν εἰσι, τὸ δὲ πνεῦμα μᾶλλον ἐπιτεῖνον ἤδη νιφετὸν ὑπεκίνει ψεκάδι λεπτῇ μεμιγμένον· ὥστε πολλὴν ἐρημίαν εἶναι διὰ τῶν στενωπῶν διεξιοῦσιν. οἱ μὲν οὖν ἐπὶ τὸν Λεοντίδην καὶ τὸν Ὑπάτην[*](Ὑπάτην X ex Vit. Pel. c 11: ὑπάττην) ταχθέντες ἐγγὺς ἀλλήλων οἰκοῦντας,[*](οἰκοῦντας idem ex eadem: οἰκοῦντες) ἐν ἱματίοις ἐξῄεσαν ἔχοντες οὐδὲν ἕτερον τῶν ὅπλων ἢ μάχαιραν ἕκαστος (ἐν δὲ τούτοις ἦν καὶ
Πελοπίδας καὶ Δαμοκλείδας καὶ Κηφισόδωρος)·[*](ἐν δὲ τούτοις - Κηφισόδωρος] parenthesi inclusit Stegmannus) Χάρων δὲ καὶ Μέλων καὶ οἱ μετʼ αὐτῶν ἐπιτίθεσθαι τοῖς περὶ Ἀρχίαν μέλλοντες, ἡμιθωράκια ἐνδεδυμένοι καὶ στεφάνους δασεῖς ἔχοντες, οἱ μὲν ἐλάτης οἱ δὲ πεύκης ἔνιοι δὲ καὶ χιτώνια τῶν γυναικείων[*](γυναικείων Herwerdenus: γυναικῶν) ἀμπεχόμενοι, μεθύοντας ἀπομιμούμενοι κώμῳ χρωμένους μετὰ γυναικῶν. ἡ[*](ἡ] ὃ BE) δὲ χείρων, ὦ Ἀρχίδαμε, τύχη καὶ τὰς τῶν πολεμίων μαλακίας καὶ ἀγνοίας ταῖς ἡμετέραις ἐπανισοῦσα τόλμαις καὶ παρασκευαῖς, καὶ καθάπερ δρᾶμα τὴν πρᾶξιν ἡμῶν ἀπʼ ἀρχῆς διαποικίλλουσα κινδυνώδεσιν ἐπεισοδίοις, εἰς αὐτὸ συνέδραμε τὸ ἔργον, ὀξὺν ἐπιφέρουσα καὶ δεινὸν ἀνελπίστου περιπετείας ἀγῶνα. τοῦ γὰρ Χάρωνος ὡς ἀνέπεισε τοὺς[*](ἀνέπεισε τοὺς R: ἐνέπεσε τοῖς) περὶ Ἀρχίαν καὶ Φίλιππον ἀναχωρήσαντος οἴκαδε καὶ διασκευάζοντος ἡμᾶς ἐπὶ τὴν πρᾶξιν, ἧκεν ἐνθένδε παρʼ ὑμῶν ἐπιστολὴ παρʼ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν ἐκεῖνον, ὄντα φίλον αὐτῷ καὶ ξένον, ὡς ἔοικεν, ἐξαγγέλλουσα τὴν κάθοδον καὶ τὴν ἐπιβουλὴν τῶν φυγάδων καὶ τὴν οἰκίαν, εἰς ἣν παρεληλύθεισαν,[*](παρεληλύθεσαν *: παρεληλύθεισαν) καὶ τοὺς συμπράττοντας αὐτοῖς. ἢδη δʼ καὶ τῇ μέθῃ κατακεκλυσμένος[*](κατακεκλυσμένος Cobetus: κατακεκλασμένος) Ἀρχίας καὶ[*](καὶ Turnebus: κἀν) τῇ προσδοκίᾳ τῶν γυναικῶν ἀνεπτοημένος, ἐδέξατο μὲν τὴν ἐπιστολήν, τοῦ δὲ γραμματοφόρου φήσαντος ὑπέρ τινων[*](τινων Herwerdenus: τῶν) σπουδαίων αὐτῷ γεγράφθαι· τὰ σπουδαῖα τοίνυν εἰς αὔριον ἔφη. καὶ τὴν μὲν ἐπιστολὴν ὑπέθηκεν ὑπὸ τὸ προσκεφάλαιον, αἰτήσας δὲ ποτήριον ἐκέλευσεν ἐγχεῖν, καὶ τὸν Φυλλίδαν ἐξέπεμπε συνεχῶς ἐπὶ θύρας σκεψόμενον εἰ τὰ γύναια πρόσεισι.τοιαύτης δὲ τὸν πότον ἐλπίδος διαπαιδαγωγησάσης, προσμίξαντες ἡμεῖς καὶ διὰ τῶν οἰκετῶν εὐθὺς ὠσάμενοι πρὸς τὸν ἀνδρῶνα, μικρὸν ἐπὶ ταῖς θύραις ἔστημεν ἐφορῶντες τῶν κατακειμένων ἕκαστον. ἡ μὲν οὖν τῶν στεφάνων καὶ τῆς ἐσθῆτος ὄψις παραλογιζομένη τὴν ἐπιδημίαν ἡμῶν σιγὴν ἐποίησεν· ἐπεὶ δὲ πρῶτος ὁ Μέλων ὥρμησε διὰ μέσου τὴν χεῖρα τῇ λαβῇ τοῦ ξίφους ἐπιβεβληκώς, Καβίριχος ὁ κυαμευτὸς[*](κυαμευτὸς Dindorfius: κυαμιστὸς) ἄρχων τοῦ βραχίονος αὐτὸν παραπορευόμενον ἀντισπάσας, ἀνεβόησεν οὐ Μέλων οὗτος, ὦ Φυλλίδα; τούτου μὲν οὖν ἐξέκρουσε τὴν ἐπιβουλὴν[*](ἐπιβολὴν R: ἐπιβουλὴν) ἅμα τὸ ξίφος· ἀνέλκων, διανιστάμενον δὲ χαλεπῶς τὸν Ἀρχίαν ἐπιδραμὼν οὐκ ἀνῆκε παίων ἕως ἀπέκτεινε. τὸν δὲ Φίλιππον ἔτρωσε μὲν Χάρων παρὰ[*](παρὰ] κατὰ Herwerdenus) τὸν τράχηλον ἀμυνόμενον δὲ τοῖς παρακειμένοις ἐκπώμασιν, ὁ Λυσίθεος ἀπὸ τῆς κλίνης χαμαὶ καταβαλὼν ἀνεῖλε. τὸν δὲ Καβίριχον ἡμεῖς κατεπραΰνομεν, ἀξιοῦντες μὴ τοῖς τυράννοις βοηθεῖν ἀλλὰ τὴν πατρίδα συνελευθεροῦν, ἱερὸν ὄντα καὶ τοῖς θεοῖς καθωσιωμένον ὑπὲρ αὐτῆς. ὡς δὲ καὶ διὰ τὸν οἶνον οὐκ ἦν εὐπαρακόμιστος τῷ λογισμῷ πρὸς τὸ συμφέρον ἀλλὰ μετέωρος καὶ τεταραγμένος ἀνίστατο, καὶ τὸ δόρυ προεβάλλετο[*](προυβάλλετο?) κατʼ αἰχμήν,
ὅπερ ἐξ ἔθους ἀεὶ φοροῦσιν οἱ παρʼ ἡμῖν ἄρχοντες ἐγὼ μὲν ἐκ μέσου διαλαβὼν τὸ δόρυ καὶ μετεωρίσας ὑπὲρ κεφαλῆς, ἐβόων ἀφεῖναι καὶ σῴζειν ἑαυτόν, εἰ δὲ μκή, πεπλήξεσθαι, Θεόπομπος[*](Θεόπομπος Amyotus: Θέοπος) δὲ παραστὰς ἐκ δεξιῶν καὶ τῷ ξίφει πατάξας αὐτόν, ἐνταῦθʼ ἔφη κεῖσο μετὰ τούτων, οὓς ἐκολάκευες· μὴ γὰρ ἐν ἐλευθέραις στεφανώσαιο ταῖς Θήβαις μηδὲ θύσειας ἔτι τοῖς θεοῖς, ἐφʼ ὧν κατηράσω πολλὰ τῇ πατρίδι πολλάκις ὑπὲρ τῶν πολεμίων εὐχόμενος πεσόντος δὲ τοῦ Καβιρίχου, τὸ μὲν ἱερὸν δόρυ Θεόκριτος παρὼν ἀνήρπασεν ἐκ τοῦ φόνου, τῶν δὲ θεραπόντων ὀλίγους τολμήσαντας ἀμύνασθαι διεφθείραμεν ἡμεῖς· τοὺς δʼ ἡσυχίαν ἄγοντας εἰς τὸν ἀνδρῶνα κατεκλείσαμεν, οὐ βουλόμενοι διαπεσόντας ἐξαγγεῖλαι τὰ πεπραγμένα, πρὶν εἰδέναι καὶ τὰ τῶν ἑταίρων[*](ἑταίρων Leonicus: ἑτέρων) εἰ καλῶς κεχώρηκεν.ἐπράχθη δὲ κἀκεῖνα τοῦτον τὸν τρόπον· ἔκοψαν οἱ περὶ Πελοπίδαν τοῦ Λεοντίδου τὴν αὔλειον ἡσυχῆ προσελθόντες, καὶ πρὸς τὸν ὑπακούσαντα τῶν οἰκετῶν ἔφασαν ἥκειν Ἀθήνηθεν γράμματα τῷ Λεοντίδῃ παρὰ Καλλιστράτου κομίζοντες. ὡς δʼ ἀπαγγείλας καὶ κελευσθεὶς ἀνοῖξαι τὸν μοχλὸν ἀφεῖλε καὶ μικρὸν ἐνέδωκε τὴν θύραν, ἐμπεσόντες ἀθρόοι καὶ ἀνατρέψαντες τὸν ἄνθρωπον ἵεντο δρόμῳ διὰ τῆς αὐλῆς ἐπὶ τὸν θάλαμον. ὁ δʼ εὐθὺς ἐπὶ τὴν ἀλήθειαν ἐξενεχθεὶς τῇ ὑπονοίᾳ καὶ[*](καὶ] del. Herwerdenus) σπασάμενος τὸ ἐγχειρίδιον ὥρμησε πρὸς ἄμυναν, ἄδικος μὲν
ἀνὴρ καὶ τυραννικὸς εὔρωστος δὲ τῇ ψυχῇ καὶ κατὰ χεῖρα ῥωμαλέος· οὐ μὴν ἔγνω γε τὸν λύχνον καταβαλεῖν καὶ διὰ σκότους συμμῖξαι τοῖς ἐπιφερομένοις, ἀλλʼ ἐν φωτὶ καθορώμενος ὑπὸ τούτων ἅμα τῆς θύρας ἀνοιγομένης παίει τὸν Κηφισόδωρον εἰς τὸν λαγόνα· καὶ δευτέρῳ τῷ Πελοπίδᾳ συμπεσὼν μέγα βοῶν ἀνεκαλεῖτο τοὺς θεράποντας. ἀλλʼ ἐκείνους μὲν οἱ περὶ τὸν Σαμίδαν ἀνεῖργον, οὐ παρακινδυνεύοντας εἰς χεῖρας ἐλθεῖν ἀνδράσιν ἐπιφανεστάτοις τῶν πολιτῶν καὶ κατʼ ἀλκὴν διαφέρουσιν. ἀγὼν δʼ ἦν τῷ Πελοπίδᾳ πρὸς τὸν Λεοντίδην καὶ διαξιφισμὸς ἐν ταῖς θύραις τοῦ θαλάμου στεναῖς οὔσαις, καὶ τοῦ Κηφισοδώρου πεπτωκότος ἐν μέσαις αὐταῖς[*](μέσαις αὐταῖς Holwerda: μέσοις αὐτοῖς) καὶ θνήσκοντος, ὥστε μὴ δύνασθαι τοὺς ἄλλους προσβοηθεῖν. τέλος δʼ ὁ ἡμέτερος λαβὼν μὲν εἰς τὴν κεφαλὴν οὐ μέγα τραῦμα· δοὺς δὲ πολλὰ καὶ καταβαλὼν τὸν Λεοντίδην, ἐπέσφαξε θερμῷ τῷ Κηφισοδώρῳ. καὶ γὰρ εἶδε πίπτοντα τὸν ἐχθρὸν ὁ ἀνὴρ καὶ τῷ Πελοπίδᾳ τὴν δεξιὰν ἐνέβαλε· καὶ τοὺς ἄλλους ἀσπασάμενος ἅμʼ ἵλεως ἐξέπνευσε. γενόμενοι δʼ ἀπὸ τούτων ἐπὶ τὸν Ὑπάτην[*](Υπάτην X: ἱππάτην) τρέπονται, καὶ τῶν θυρῶν ὁμοίως αὐτοῖς ἀνοιχθεισῶν φεύγοντα τὸν Ὑπάτην[*](Υπάτην X: ἱππάτην)ὑπὲρ τέγους τινὸς εἰς τοὺς γείτονας ἀποσφάττουσιν.ἐκεῖθεν δὲ πρὸς ἡμᾶς ἠπείγοντο καὶ συμβάλλουσιν ἡμῖν ἔξωθεν παρὰ τὴν πολύστυλον. ἀσπασάμενοι δʼ ἀλλήλους καὶ συλλαλήσαντες ἐχωροῦμεν
ἐπὶ τὸ δεσμωτήριον. ἐκκαλέσας δὲ τὸν[*](δὲ τὸν Exemplum Turnebi: lac. 6 E 7 B) ἐπὶ τῆς εἱρκτῆς ὁ Φυλλίδας Ἀρχίας ἔφη καὶ Φίλιππος κελεύουσὶ σε ταχέως ἄγειν ἐπʼ αὐτοὺς Ἀμφίθεον ὁ δʼ ὁρῶν καὶ τῆς ὥρας τὴν ἀτοπίαν καὶ τὸ μὴ καθεστηκότα λαλεῖν αὐτῷ[*](αὐτῷ Holwerda: αὐτῷ) τὸν Φυλλίδαν, ἀλλὰ θερμὸν ὄντα τῷ ἀγῶνι καὶ μετέωρον, ὑπειδόμενος[*](ὑπιδόμενος *: ὑπειδόμενος) τὸ πλάσμα πότʼ ἔλεγεν ὦ Φυλλίδα, τηνικαῦτα μετεπέμψαντο δεσμώτην οἱ πολέμαρχοι; πότε δὲ διὰ σοῦ; τί δὲ κομίζεις παράσημον; ἅμα δὲ[*](ἅμα δὲ] ὁ δʼ ἅμα?) τῷ λόγῳ ξυστὸν ἱππικὸν ἔχων διῆκε τῶν πλευρῶν καὶ κατέβαλε πονηρὸν ἄνθρωπον, ᾧ καὶ μεθʼ ἡμέραν ἐπενέβησαν καὶ προσέπτυσαν οὐκ ὀλίγαι γυναῖκες, ἡμεῖς δὲ τὰς θύρας τῆς εἱρκτῆς κατασχίσαντες ἐκαλοῦμεν ὀνομαστὶ πρῶτον μὲν τὸν Ἀμφίθεον, εἶτα τῶν ἄλλων πρὸς ὃν ἕκαστος ἐπιτηδείως εἶχεν,. οἱ δὲ τὴν φωνὴν γνωρίζοντες ἀνεπήδων[*](ἀνεπήδων W: ἀπεπήδων) ἐκ τῶν χαμευνῶν ἄσμενοι τὰς ἁλύσεις ἐφέλκοντες· οἱ δὲ τοὺς πόδας ἐν τῷ ξύλῳ δεδεμένοι τὰς χεῖρας ὀρέγοντες ἐβόων δεόμενοι μὴ ἀπολειφθῆναι. λυομένων δὲ τούτων, ἢδη πολλοὶ προσεφέροντο τῶν ἐγγὺς οἰκούντων αἰσθανόμενοι τὰ πραττόμενα καὶ χαίροντες. αἱ δὲ γυναῖκες, ὡς ἑκάστη περὶ τοῦ προσήκοντος; ἤκουσεν, οὐκ ἐμμένουσαι τοῖς Βοιωτῶν ἔθεσιν[*](ἔθεσιν W: ἢθεσιν) ἐξέτρεχον πρὸς ἀλλήλας καὶ διεπυνθάνοντο παρὰ τῶν ἀπαντώντων αἱ δʼ ἀνευροῦσαι πατέρας ἢ ἄνδρας αὑτῶν[*](αὑτῶν *: αὐτῶν) ἠκολούθουν, οὐδεὶς δʼ ἐκώλυε· ῥοπὴ γὰρ ἦν μεγάλη πρὸς τοὺς ἐντυγχάνοντας ὁ παρʼ αὐτῶν ἔλεος καὶ δάκρυα καὶ δεήσεις σωφρόνων γυναικῶν.ἐν δὲ τούτῳ τῶν πραγμάτων ὄντων, πυθόμενος τὸν Ἐπαμεινώνδαν ἐγὼ καὶ τὸν Γοργίδαν ἢδη μετὰ τῶν φίλων συναθροίζεσθαι περὶ τὸ τῆς Ἀθηνᾶς ἱερόν, ἐπορευόμην πρὸς αὐτούς· ἧκον δὲ πολλοὶ κἀγαθοὶ τῶν πολιτῶν ὁμοῦ καὶ συνέρρεον ἀεὶ πλείονες. ὡς δʼ ἀπήγγειλα καθʼ ἕκαστον αὐτοῖς τὰ πεπραγμένα καὶ παρεκάλουν βοηθεῖν ἐλθόντας εἰς τὴν ἀγοράν, ἅμα πάντες εὐθὺς ἐπὶ τὴν ἐλευθερίαν ἐκήρυττον τοὺς πολίτας. τοῖς δὲ τότʼ ὄχλοις τῶν συνισταμένων ὅπλα παρεῖχον αἵ τε στοαὶ[*](αἵ τε στοαὶ Turnebus ex Vit. Pel. c. 12: αἵ θʼ ἑστίαι ) πλήρεις οὖσαι παντοδαπῶν λαφύρων, καὶ τὰ τῶν ἐγγὺς οἰκούντων ἐργαστήρια μαχαιροποιῶν. ἧκε δὲ καὶ Ἱπποσθενείδας μετὰ τῶν φίλων καὶ οἰκετῶν[*](οἰκετῶν] οἰκείων W) τοὺς ἐπιδεδημηκότας κατὰ τύχην πρὸς τὰ Ἡράκλεια σαλπικτὰς παραλαμβάνων. εὐθέως δʼ οἱ μὲν ἐπὶ τῆς ἀγορᾶς ἐσήμαινον οἱ δὲ κατʼ ἄλλους τόπους, πανταχόθεν ἐκταράττοντες τοὺς ὑπεναντίους, ὡς πάντων ἀφεστώτων, οἱ μὲν καὶ καπνίζοντες --- [*](lac. 15 E 19 B. fort. καὶ οἱ μὲν λακωνίζοντες ἐκ τῆς πόλεως ἐπὶ τὴν Καδμείαν ) τὴν Καδμείαν ἔφευγον ἐπισπασάμενοι καὶ τοὺς κρείττους λεγομένους, εἰωθότας δὲ περὶ τὴν ἄκραν κάτω[*](κάτω Turnebus: καὶ τῶ ) νυκτερεύειν· οἱ δʼ ἄνω, τούτων μὲν ἀτάκτως καὶ τεθορυβημένως ἐπιχεομένων, ἡμᾶς δὲ περὶ τὴν ἀγορὰν
ἀφορῶντες, οὐδενὸς μέρους ἡσυχάζοντος, ἀλλὰ πανταχόθεν ψόφων καὶ θορύβων ἀναφερομένων, καταβαίνειν μὲν οὐ διενοοῦντο, καίπερ περὶ πεντακισχιλίους τὸ πλῆθος ὄντες· ἐκπεπληγμένοι δὲ τὸν κίνδυνον ἄλλως; προυφασίζοντο Λυσανορίδαν. περιμένειν[*](περμένειν R: παραμένειν ) γὰρ[*](lac. 15 BE supplet γὰρ αὐτὸν ὀφείλοντα παραγενέσθαι τῆς ἡμέρας ἐκείνης R. Fort. γὰρ αὐτὸν ἀπόντα τῆς ἡμ. ἐκείνης vel tale quid) ἡ τῆς ἡμέρας ἐκείνης. διὸ καὶ τοῦτον μὲν ὕστερον, ὡς πυνθανόμεθα, χρήμασιν οὐκ ὀλίγοις ἐζημίωσαν τῶν Λακεδαιμονίων οἱ γέροντες· Ἡριππίδαν[*](Ηριππίδαν *: ἑρμιππίδαν ) δὲ καὶ Ἄρκεσον ἀπέκτειναν εὐθὺς ἐν Κορίνθῳ λαβόντες, τὴν δὲ Καδμείαν ὑπόσπονδον παραδόντες ἡμῖν ἀπήλλαττον[*](ἀπηλλάττοντο R) μετὰ τῶν στρατιωτῶν.