Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Γοργὼ βασιλέως Κλεομένους θυγάτηρ, Ἀρισταγόρου τοῦ Μιλησίου παρακαλοῦντος αὐτὸν ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον ὑπὲρ Ἰώνων καὶ ὑπισχνουμένου χρημάτων πλῆθος καὶ ὅσῳ ἀντέλεγε πλείονα προστιθέντος, καταφθερεῖ σε, ἔφη, ὦ πάτερ, τὸ ξενύλλιον, ἐὰν μὴ τάχιον αὐτὸν τῆς οἰκίας ἐκβάλῃς.