Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἀργιλεωνὶς ἡ Βρασίδου μήτηρ, τελευτήσαντος αὐτῇ τοῦ υἱοῦ, ὡς παραγενόμενοί τινες τῶν Ἀμφιπολιτῶν εἰς Σπάρτην ἧκον πρὸς αὐτὴν ἠρώτησεν εἰ καλῶς καὶ ἀξίως τῆς Σπάρτης ὁ υἱὸς ἐτελεύτα· μεγαλυνόντων δʼ ἐκεῖνον καὶ λεγόντων ἄριστον ἐν τοῖς τοιούτοις ἔργοις ἁπάντων Λακεδαιμονίων εἶναι, εἶπεν, ὦ ξένοι, καλὸς μὲν ἦν κἀγαθὸς ὁ παῖς μου, πολλοὺς δʼ ἄνδρας Λακεδαίμων ἔχει τήνω κάρρονας.