Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Λάκων ἐπὶ τῆς ἀσπίδος μυῖαν ἔχων ἐπίσημον, καὶ ταύτην οὐ μείζω τῆς ἀληθινῆς, ὡς καταγελῶντές τινες ἔλεγον ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει, ἵνα μὲν οὖν εἶπε φανερὸς ὦ· οὕτω γὰρ τοῖς πολεμίοις πλησίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπʼ αὐτῶν ὁρᾶσθαι.

ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας, οὐ Λακωνικόν εἶπε τὸ φλυαρεῖν.

Σπαρτιάτης ἐρωτηθεὶς εἰ ἀσφαλὴς ἡ εἰς Σπάρτην ὁδὸς εἶπεν ὁποῖος καθίσῃς· οἱ μὲν γὰρ

λέοντες βαδίζοντι ὅπα κα λέωντι, [*](ὅπα κα λέωντι *: ἄπο καλέοντι ) τὼς δὲ λαγὼς ἐπὶ τᾷ σκηνᾷ [*](τᾷ σκηνᾷ] τᾷ εὐνᾷ) θηρεύομες.

ἐν χειραψίᾳ περικρούοντος τοῦ προστραχηλίζοντος κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο ὁ προσπεσών, ἔδακε τὸν βραχίονα· καὶ ὁ ἕτερος εἶπε δάκνεις, ὦ Λάκων, ὥσπερ αἱ γυναῖκες· οὐ μὲν οὖν εἶπεν ἅτερος ἀλλʼ ὥσπερ οἱ λέοντες.

χωλὸς ἐπὶ πόλεμον ἐξιών, ἐπακολουθούντων αὐτῷ τινων καὶ γελώντων, ἐπιστραφεὶς εἶπε κακαὶ κεφαλαί, οὐ φεύγοντα δεῖ τοῖς πολεμίοις μάχεσθαι, ἀλλὰ μένοντα καὶ τὴν τάξιν φυλάττοντα.

ἕτερος τοξευθεὶς καὶ ἐκλείπων τὸν βίον οὐχὶ τοῦτο ἔφησεν αὐτῷ μέλειν, [*](μέλειν *: μένειν ) ὅτι ἀποθανεῖται, ἀλλʼ ὅτι ὑπὸ γύννιδος τοξότου καὶ μηδὲν πράξας.

εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ σκευάσαι, ὡς ἅτερος; τυρὸν ᾔτει καὶ ἔλαιον, εἶτʼ [*](εἴτʼ *: εἴτʼ ) ἔφη εἰ τυρὸν εἶχον, ἔτι ἂν ἐδεόμην ὄψου;

πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, διότι ἐδόκει πλουσιώτατος; εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπεν οὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπηρτημένῃ.

εἰπόντος δέ τινος Λάκωνι ὅτι ψεύδεται, ἀπεκρίνατο ἐλεύθεροι γὰρ εἰμες· οἱ δʼ ἄλλοι, αἴκα μὴ τἀληθῆ λέγωντι, οἰμώξονται.

προθέμενός τις νεκρὸν στῆσαι ὀρθόν, ὡς

πάντα ποιῶν οὐκ ἐδύνατο, νὴ τὼ σιώ εἶπεν ἔνδον τι εἶναι δεῖ.

Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, εὐρώστως ἤνεγκε· καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο

  1. τὰν Πιτάναν Θρασύβουλος ἐπʼ ἀσπίδος ἤλυθεν ἄπνους
  2. ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος,
  3. δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δʼ ὁ πρέσβυς
  4. θεὶς [*](θεὶς - τάδε] παῖδʼ - τιθείς Anthol. Pal. VII 229) ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τάδε,
  5. δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε τέκνον ἄδακρυς
  6. θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.

Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον [*](ἐπὶ πλεῖστον] ὅτι πλεῖστον?) παραχέοντος ὕδωρ, Λάκων εἶπε τί τοῦτο ὡς καθαρῷ; σφόδρα [*](σφόδρα] ὡς σφόδρα) δὲ ῥυπαρῷ πλεῖον παράχει.

Φιλίππου τοῦ Μακεδόνος προστάσσοντὸς τινα διʼ ἐπιστολῆς, ἀντέγραψαν οἱ Λακεδαιμόνιοι περὶ ὧν ἄμμιν ἔγραψας οὔ. ὅτε δὲ ἐνέβαλεν εἰς τὴν Λακωνικὴν καὶ ἐδόκουν ἅπαντες ἀπολεῖσθαι, εἶπε δὲ πρός τινα τῶν Σπαρτιατῶν τί νῦν ποιήσετε, ὦ Λάκωνες; τί γάρ ἔφη ἄλλο ἢ ἀνδρείως ἀποθανούμεθα; μόνοι γὰρ ἡμεῖς Ἑλλήνων ἐλεύθεροι εἶναι καὶ μὴ ὑπακούειν ἄλλοις ἐμάθομεν.

μετὰ δὲ τὴν Ἄγιδος ἧτταν, ὁμήρους αἰτοῦντος Ἀντιπάτρου πεντήκοντα παῖδας, Ἐτεοκλῆς ἐφορεύων εἶπε παῖδας μὲν οὐ δώσειν, ἵνα μὴ ἀπαίδευτοι

γένωνται, τῆς πατρίου ἀγωγῆς; ἀτευκτήσαντες· οὐδὲ πολῖται γὰρ ἂν εἴησαν· πρεσβύτας δʼ ἢ γυναῖκας, εἰ βούλοιτο, διπλασίους δώσειν ἀπειλοῦντος; δʼ αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇ ἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα.

πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει πολλοὺς δʼ ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου· ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες· τῶν δὲ Πανελλήνων ἐπισημηναμένων [*](ἐπισημηναμένων Cobetus: ἐπισημειωσαμένων ) κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, ὁ πρεσβύτης κινήσας

πολιόν τε κάρη πολιόν τε γένειον
[*](Hom. X 74 Ω 516) καὶ δακρύσας οἴμοι τῶν κακῶν φησὶν ὡς ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δʼ αὐτοῖς· μόνοι Λακεδαιμόνιοι φασὶ δέ τινες, ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο· Παναθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι· ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο κατὰ τοὺς Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν ἀγασθεὶς δὲ ὁ ὄχλος· ἐπὶ τῷ γεγονότι ἐκρότησε μετὰ πολλῆς ἐπισημασίας, καί τις εἶπε τῶν Σπαρτιατῶν νὴ [*](νὴ] ναὶ Cobetus) τὼ σιώ, ἴσασι μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ.

ἐπαίτης ᾔτησε Λάκωνα· ἀλλὰ εἰ δοίην σοι ἔφη μᾶλλον πτωχεύσεις, τῆς δὲ ἀσχημοσύνης σου ταύτης ὁ πρῶτος μεταδοὺς αἴτιος, ἀργόν σε ποιήσας.

Λάκων ἰδὼν ἀγείροντά τινα θεοῖς οὐδέν εἶπε φροντίζειν θεῶν πτωχοτέρων ἑαυτοῦ.

λαβών τις μοιχὸν ἐπʼ αἰσχρᾷ γυναικὶ ἄθλιε εἶπε τίς τοι ἀνάγκα;

ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περιόδους, ἀλλὰ νὴ τὼ σιώ εἶπεν ἀνδρεῖός γε ὁ ἄνθρωπος, πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ τὴν γλῶσσαν.

εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, ἐν Σπάρτῃ μόνῃ εἶπε λυσιτελεῖ γηράσκειν.