Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐρωτηθεὶς Λάκων ὁποῖός ἐστι Τυρταῖος ὁ ποιητής, ἀγαθός εἶπε κακκονῆν [*](κακκονὴν *: κακάνειν ) νέων ψυχάς.

ἕτερος ἀλγῶν τοὺς ὀφθαλμοὺς ἐξῄει ἐπὶ πόλεμον· λεγόντων δὲ αὐτῷ τινων ποῖ [*](ποῖ *: ποῦ ) ἄπει οὕτως ἔχων ἢ τί ποιήσων; κἂν μηδὲν ἕτερον πράξω ἔφη πολεμίου γε μάχαιραν ἀμβλυνῶ.

Βοῦλις [*](Βοῦλις καὶ Σπέρχις *: βοῦρις καὶ σπέρτις ) καὶ Σπέρχις Λακεδαιμόνιοι πορευθέντες ἐθελονταὶ πρὸς Ξέρξην τὸν Περσῶν βασιλέα ἐπὶ τιμωρίᾳ ἣν ὦφλεν ἡ Λακεδαίμων κατὰ χρησμόν, διότι κήρυκας πεμφθέντας ὑπὸ τοῦ Πέρσου ὡς αὐτοὺς ἀπέκτειναν ἐλθόντες πρὸς τὸν Ξέρξην ἐκέλευον ᾧ βούλεται τρόπῳ διαχρήσασθαι αὐτοὺς ὑπὲρ Λακεδαιμονίων. ὡς δὲ ἐκεῖνος· ἀγασθεὶς

ἀπέλυσε τοὺς ἄνδρας καὶ ἠξίου μένειν παρʼ αὐτῷ, καὶ πῶς ἄν ἔφασαν δυναίμεθα ζῆν ἐνταῦθα, πατρίδα καταλιπόντες καὶ νόμους καὶ τούτους τοὺς ἄνδρας, ὑπὲρ ὧν τοσαύτην ἤλθομεν ὁδὸν ἀποθανούμενοι Ἰνδάρνου δὲ τοῦ στρατηγοῦ ἐπὶ πλέον δεομένου καὶ λέγοντος τεύξεσθαι αὐτοὺς τῆς ἴσης τιμῆς τοῖς μάλιστα ἐν προαγωγῇ φίλοις τοῦ βασιλέως, ἔφησαν ἀγνοεῖν ἡμῖν δοκεῖς, ἡλίκον ἐστὶ τὸ τῆς ἐλευθερίας, ἧς οὐκ ἂν ἀλλάξαιτό τις νοῦν ἔχων τὴν Περσῶν βασιλείαν.

Λάκων, ἐπεὶ τῇ μὲν προτέρᾳ ἡμέρᾳ ὁ ξένος αὐτὸν ἐξέκλινε, τῇ δʼ ἑξῆς στρώματα χρησάμενος δαψιλῶς ὑπεδέχετο, ἐπιβὰς τοῖς στρώμασι κατεπάτει, ἐπιλέγων διὰ ταῦτα ἐχθὲς οὐδʼ ἐπὶ ψιάθου ὑπνωκέναι

ἕτερος ἐλθὼν εἰς Ἀθήνας καὶ ὁρῶν τοὺς Ἀθηναίους τὸ τάριχος ἀποκηρύττοντας καὶ τὸ ὄψον καὶ τελωνοῦντας καὶ πορνοβοσκοῦντας, καὶ ἕτερα ἔργα ἀσχήμονα πράττοντας καὶ μηδὲν αἰσχρὸν ἡγουμένους· ὅτε ἐπανῆλθεν εἰς τὴν πατρίδα, τῶν πολιτῶν πυνθανομένων αὐτοῦ ποῖὰ τινά ἐστι τὰ ἐν Ἀθήναις, πάντα εἶπε καλά, εἰρωνευόμενος καὶ παριστὰς ὅτι πάντα παρὰ τοῖς Ἀθηναίοις καλὰ νομίζεται, αἰσχρὸν δὲ οὐδέν.

ἄλλος ἐρωτώμενος περί τινος ἀπεκρίνατο οὔ· ὡς δὲ ὁ ἐρωτήσας ἀπεκρίνατο ὅτι ψεύδῃ, ὁρᾷς οὖν ἔφη ὅτι μάταιος εἶ περὶ ὧν ἐπίστασαι ἐρωτῶν.

ἧκόν ποτε κατὰ πρεσβείαν Λάκωνες πρὸς

Λύγδαμιν τὸν τύραννον· ὡς δʼ ἐκεῖνος ὑπερτιθέμενος πολλάκις συντυχεῖν ἀνεβάλλετο, τὸ δʼ ἐπὶ πᾶσι μαλακῶς ἔχειν αὐτὸν ἔφη τις, οἱ πρέσβεις λέγε αὐτῷ εἶπον ὅτι μὰ τοὺς θεοὺς οὐ παλαισόμενοι πρὸς αὐτὸν ἐληλύθαμεν, ἀλλὰ διαλεχθησόμενοι.

Λάκωνὰ τινά τις μυσταγωγῶν ἠρώτα τί πράξας ἑαυτῷ σύνοιδεν ἀσεβέστατον, ὁ δὲ γινώσκουσιν οἱ θεοί ἔφη· ἐπικειμένου δὲ μᾶλλον καὶ λέγοντος πάντως σε δεῖ εἰπεῖν, ὁ Λάκων ἀντηρώτησε τίνι με δεῖ εἰπεῖν, σοὶ ἢ τῷ θεῷ; τοῦ δὲ εἰπόντος τῷ θεῷ, σὺ τοίνυν ἔφη ἀποχώρησον.

ἕτερος νυκτὸς μνῆμα παριὼν καὶ φαντασιωθεὶς δαιμόνιόν τι ἐπέδραμε τῇ λόγχῃ διαράμενος, καὶ ἐναπερείδων εἶπε πῆ με φεύγεις, δὶς ἀποθανουμένη ψυχή;

ἄλλος εὐξάμενος ἀπὸ τοῦ Λευκάτα ῥίπτειν ἑαυτὸν ἀνέβη καὶ ὑπέστρεψεν ἰδὼν τὸ ὕψος· ὀνειδιζόμενος δὲ εἶπεν οὐκ ᾤμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι.

ἄλλος ἐπὶ παρατάξεως τῷ πολεμίῳ τὸ ξίφος καταφέρειν μέλλων, ἐπεὶ τὸ ἀνακλητικὸν ἐσήμηνεν, οὐκέτι κατήνεγκε· πυθομένου δέ τινος, διὰ τί τὸν ἐχθρὸν ἔχων ὑποχείριον οὐκ ἀπέκτεινεν; ὅτι ἔφη βέλτιόν ἐστι τοῦ φονεύειν πείθεσθαι τῷ ἄρχοντι.

τινι ἡττωμένῳ ἐν Ὀλυμπίᾳ εἶπέ τις ὁ ἀνταγωνιστής, ὦ Λάκων, ἐγένετό σου κρείσσων· οὐ μὲν οὖν ἔφη ἀλλὰ καββαλικώτερος.