Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Πολυκρατίδας [*](Πολυκρατίδας] Πεισιστραδίδας Vit. Lyc. c. 25) πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθʼ ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ ἐπέμφθησαν, αἴκα τύχωμεν, δημοσίᾳ εἶπεν εἰ δὲ [*](αἴκε τύχωμεν - εἰ δὲ] αἴκα τύχωμες - αἰ δὲ Cobetus) μὴ , ἰδίᾳ.

Φοιβίδας, πρὸ τοῦ κινδύνου τοῦ Λευκτρικοῦ λεγόντων τινῶν δείξειν τὴν ἡμέραν ταύτην τὸν ἀγαθόν, πολλοῦ τὴν ἡμέραν ἔφησεν ἀξίαν εἶναι, δυναμένην τὸν ἀγαθὸν δεῖξαι.

σόον [*](Σόον X: σῶον ) λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς ἂν [*](ἂν*) ἀφεῖναι γῆν, εἰ πίοιεν οἱ [*](οἱ Turnebus) μετʼ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς· ἐφρούρουν δʼ αὐτὴν οἱ πολέμιοι. γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθʼ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν· οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν [*](ἀπελθεῖν idem: ἐπελθεῖν ) καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα.

Τήλεκλος· [*](Τήλεκλος X: τήλεκρος ) πρὸς τὸν εἰπόντα, ὅτι ὁ πατὴρ λέγει κακῶς· αὐτόν, εἰ μὴ αὐτῷ ἔφη λεκτέον· [*](λεκτέον *: λεκτὸν ) ἦν, οὐκ ἂν ἔλεγεν.