Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Πολύδωρος ὁ Ἀλκαμένους, ἀπειλοῦντός τινος

τοῖς ἐχθροῖς συχνά, οὐ συνίης ἔφη τῆς τιμωρίας τὸ πλεῖστον καταναλίσκων μέρος;

ἐξάγοντος δʼ αὐτοῦ τὸ στράτευμα ἐπὶ Μεσσήνην, ἤρετό τις εἰ τοῖς ἀδελφοῖς μάχεσθαι μέλλει, οὐκ ἔφη ἀλλʼ ἐπὶ τὴν ἀκλήρωτον τῆς χώρας βαδίζει. [*](μέλλει - βαδίζει] malim μέλλοι - βαδίζοι)

Ἀργείων δὲ πάλιν μετὰ τὴν τῶν τριακοσίων μάχην ἐκ παρατάξεως πανδημεὶ κρατηθέντων, τὸν Πολύδωρον οἱ σύμμαχοι παρεκελεύοντο μὴ παρεῖναι τὸν καιρόν, ἀλλʼ ἐπελθόντα τῷ τείχει τῶν πολεμίων τὴν πόλιν ἑλεῖν· ῥᾷστον γὰρ ἔσεσθαι, τῶν μὲν ἀνδρῶν ἀπολωλότων, τῶν γυναικῶν δὲ ἀπολελειμμένων ἔφη οὖν πρὸς αὐτοὺς τὸ μὲν ἐκ τοῦ ἴσου μαχόμενον νικᾶν τοὺς ἐναντιουμένους ἐστί μοι καλόν, τὸ δʼ ὑπὲρ τῶν ὅρων τῶν [*](ὅρων τῶν *: ὁρώντων ) τῆς χώρας μεμαχημένον τὴν πόλιν ἐπιθυμεῖν λαβεῖν οὐ δίκαιον τίθεμαι εἶναι ἦλθον γὰρ χώραν ἀπολαβεῖν · οὐ καταλαβέσθαι πόλιν.

ἐρωτηθεὶς δὲ διὰ τί Σπαρτιᾶται κατὰ πόλεμον κινδυνεύουσιν ἀνδρείως, ὅτι ἔφη αἰδεῖσθαι τοὺς ἡγεμόνας ἔμαθον οὐ φοβεῖσθαι.