Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν καὶ λαβεῖν πεντήκοντα τάλαντα, καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις οὐ συνεχώρησε. Κλέανδρος δὲ σύμβουλος ὤν ἀλλʼ ἔγωγʼ ἂν ἔλαβον εἶπεν εἰ σὺ ἤμην· καὶ γὰρ αὐτός εἶπεν εἰ σὺ ἦν.

παραγενόμενος δὲ πρὸς Κῦρον τὸν νεώτερον εἰς Σάρδεις, σύμμαχον ὄντα Λακεδαιμονίοις, ἐπὶ χρήματα τῷ ναυτικῷ, τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐκέλευσεν εἰσαγγεῖλαι ὅτι βούλεται Κύρῳ ἐντυχεῖν ὡς δʼ ἤκουσε πίνειν, προσμενῶ εἶπεν ἕως ἂν πίῃ. καὶ τότε μὲν ἀπηλλάγη, ὡς ἔγνω οὐχ οἷόν τε εἶναι συμβαλεῖν αὐτῷ ἐκείνῃ τῇ ἡμέρᾳ, δόξας ἀγροικότερος εἶναι. τῇ δʼ ἐχομένῃ, ὡς πάλιν αὐτὸν πίνειν ἤκουσε καὶ οὐ προϊόντα, φήσας οὐχ [*](οὐχ del W) οὕτω σπουδαστέον χρήματα λαβεῖν ὡς μηδὲν ἀνάξιον τῆς Σπάρτης ποιεῖν, ἀπηλλάγη εἰς Ἔφεσον, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον· ὤμνυε [*](ὀμνὺς?) δὲ [*](δὲ *: τε ) πρὸς τοὺς παρόντας ὡς, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσει [*](ποιήσει] ποιήσειν mei codd.) ὑπὲρ τοῦ διαλλάξαι τοὺς Ἕλληνας, ὡς φοβερώτεροι τοῖς βαρβάροις εἶεν καὶ παύσαιντο τῆς ἐκείνων ἐπʼ ἀλλήλους δεόμενοι δυνάμεως.

ἐρωτηθεὶς δὲ ὁποῖοι ἄνδρες εἰσὶν οἱ Ἴωνες, ἐλεύθεροι μένʼ ἔφη κακοί, δοῦλοι δὲ ἀγαθοί.

τοῦ δὲ Κύρου τὸν μισθὸν προπέμψαντος τοῖς στρατιώταις καὶ ξένια αὐτῷ, μόνον ἔλαβε τὸν μισθὸν τὰ δὲ ξένια ἀνέπεμψε, φήσας μὴ δεῖν φιλίαν αὐτῷ ἰδίαν πρὸς αὐτὸν εἶναι, ἀλλὰ τὴν κοινὴν πρὸς ἅπαντας Λακεδαιμονίους γεγονυῖαν καὶ αὐτῷ ὑπάρχειν.

μέλλων δὲ περὶ τὰς Ἀργινούσας ναυμαχεῖν, Ἕρμωνος τοῦ κυβερνήτου εἰπόντος ὅτι καλῶς ἔχει ἀποπλεῦσαι, αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους εἰσίν, εἶπε καὶ τί τοῦτο; ἀλλὰ φεύγειν αἰσχρὸν καὶ βλαβερὸν τῇ Σπάρτῃ· μένοντα δὲ ἢ ἀποθανεῖν ἢ νικᾶν ἄριστον.

Προθυσάμενος δέ, ὡς ἤκουσε τοῦ μάντεως σημαίνεσθαι διὰ τῶν ἐμπύρων τῷ μὲν στρατῷ νίκην τῷ δὲ στρατηγοῦντι θάνατον , οὐδὲν καταπλαγεὶς εἶπεν οὐ παρʼ ἕνα τὰ Σπάρτας· [*](τὰ Σπάρτας *: τᾷ Σπάρτᾳ ) ἀποθανόντος; γάρ μου οὐδὲν ἡ πατρὶς ἐλαττωθήσεται· εἴξαντος δὲ τοῖς πολεμίοις, ἐλαττωθήσεται. ἀποδείξας οὖν ἀνθʼ ἑαυτοῦ Κλέανδρον ἡγεμόνα ὥρμησεν ἐπὶ τὴν ναυμαχίαν, καὶ μαχόμενος ἐτελεύτα.