Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, οὐδʼ εἰ γυναικῶν εἶπεν ἦν.

Θωρυκίων [*](Θωρυκίων] Θηρικίων aut Θηρικύων Vit. Cleom. c. 8. c. 31) ἐκ Δελφῶν παραγενόμενος, ἰδὼν τὸ Φιλίππου στρατόπεδον ἐν Ἰσθμῷ τὰ στενὰ κατειληφότος, κακούς ἔφη πυλωροὺς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ Πελοπόννησος ἔχει.

Θεκταμένης, καταγνόντων αὐτοῦ θάνατον τῶν ἐφόρων, ἀπῄει μειδιῶν· καί τινος τῶν παρόντων

ἐρωτήσαντος εἰ καὶ καταφρονεῖ τῶν τῆς Σπάρτης νομίμων, οὐχί εἶπεν ἀλλὰ γέγηθα, ὅτι δεῖ με τὴν ζημίαν ἐκτῖσαι ταύτην, παρʼ οὐδενὸς οὔτε τι αἰτήσαντα [*](τι αἰτήσαντα Madvigius: διαιτήσαντά με ) οὔτε δανεισάμενον.

Ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ [*](Ἀρχιδάμῳ] Ἀντιπάτρω W) παρετάσσετο, συμπεμφθεὶς [*](συμπεμφθεὶς] πεμφθεὶς idem) τῷ Ἄγιδι εἰς Σπάρτην ἐπεῖ τὰς χρείας παρέχεσθαι, ἀλλʼ οὗτος [*](οὗτος] i.e. ὧ οὑτος) ἔφη οὔτοι κάλλιον θάνατον [*](θάνατον] deleverim) ἀποθανοῦμαι ὑπὲρ Σπάρτας ἀνδραγαθῶν ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη· καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχόμενος ἀποθνῄσκει.

Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα, διότι Λακεδαιμόνιος ἀνὴρ ἐπιβουλευόντων τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντος [*](προσθέντος] προθέντα?) πῶς χρήσηται [*](χρήσηται *: χρήσεται ) αὐτῷ, ἀντέγραψεν εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μὴ , ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα.

ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, μετὰ τοιούτων ἔφη βαδίζειν δεῖ, μεθʼ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις.