Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἐκπρέπης ἔφορος Φρύνιδος τοῦ μουσικοῦ σκεπάρνῳ τὰς δύο τῶν ἐννέα ἐξέτεμεν, εἰπών μὴ κακούργει τὴν μουσικήν.

Ἐπαίνετος πάντων ἔφη τοὺς ψεύστας τῶν ἁμαρτημάτων καὶ τῶν ἀδικημάτων αἰτίους εἶναι.

Εὐβοίδας ἀκούων τινῶν ἐπαινούντων γυναῖκα ἀλλοτρίαν οὐκ ἀπεδέχετο, φήσας ὅλως περὶ γυναικείας φύσεως παρὰ τοῖς ἔξω λόγον εἶναι οὐδένα δεῖ.

Εὐδαμίδας ὁ Ἀρχιδάμου, ἀδελφὸς δὲ Ἄγιδος, ἰδὼν Ξενοκράτην ἐν Ἀκαδημείᾳ [*](Ἀκαδημείᾳ *: ἀκαδημίᾳ ) πρεσβύτερον ἤδη

μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς ὁ πρεσβύτης· φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, καὶ πότε ἔφη χρήσεται αὐτῇ, ἐὰν ἄρτι [*](ἄρτι] ἔτι?) ζητῇ;

ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ὁ μὲν λόγος ἔφη θαυμαστός· ὁ δὲ λέγων ἄπιστος· οὐ γὰρ περισεσάλπιγκται. [*](cf. p. 192 b)

τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας· ὡς δʼ εἶπέ τις τῶν μετʼ αὐτοῦ ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται· καλῶς γε [*](γε W: δὲ ) ἔφη εἴπερ ἢδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε· τοῦ δʼ εἰπόντος καλὸν ἦν ἀκοῦσαι ἦ καὶ πρὸς δεδειπνηκότα μολόντες εἶπεν ἠξιοῦμεν πάλιν αὐτὸν δειπνεῖν;

πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, ὅτι ἔφη · οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι.

ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, ἀγνοεῖν ἔφη μοι δοκεῖς γε , ὅτι ταὐτόν ἐστι χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι.