Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Δημάρατος, Ὀρόντου πρὸς αὐτὸν σκληρότερον ὁμιλήσαντος καὶ εἰπόντος τινὸς σκληρῶς σοι κέχρηται Ὀρόντης, ὦ Δημάρατε , οὐδὲν ἥμαρτεν εἰς ἐμὲ εἶπεν οἱ γὰρ πρὸς χάριν ὁμιλοῦντες βλάπτουσιν οὐχ οἱ μετὰ ἀπεχθείας.

ἐρωτήσαντος δέ τινος διὰ τί τοὺς μὲν τὰς ἀσπίδας παρʼ αὐτοῖς ἀποβαλόντας ἀτιμοῦσι, τοὺς δὲ τὰ κράνη καὶ τοὺς θώρακας οὐκέτι, ὅτι ἔφη ταῦτα μὲν ἑαυτῶν χάριν περιτίθενται τὴν δὲ ἀσπίδα τῆς κοινῆς τάξεως ἕνεκα.

ψάλτου δὲ ἀκροώμενος οὐ κακῶς εἶπε φαίνεταί μοι φλυαρεῖν.

ἐν δέ τινι συνεδρίῳ ἐρωτώμενος πότερον διὰ μωρίαν ἢ διʼ ἀπορίαν λόγων σιωπᾷ, ἀλλʼ ὅ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶν ἔφη.

πυθομένου δέ τινος διὰ τί φεύγει τὴν Σπάρτην βασιλεὺς ὤν, ὅτι ἔφη κρείσσονες αὐτῆς; οἱ νόμοι εἰσί.

τῶν δὲ Περσῶν τινος διὰ τὸ συνεχὲς τῆς δωροδοκίας τὸν ἐρώμενον αὐτοῦ ἀπαγαγόντος καὶ λέγοντος ὦ Λάκων, τεθήρευκά σου τὸν ἐρώμενον μὰ τοὺς θεούς ἔφη οὐχὶ σύ γε, ἀλλʼ ἠγόρακας.

ἀποστάντος δέ τινος τῶν Περσῶν τοῦ βασιλέως καὶ μεταπεισθέντος ὑπὸ Δημαράτου ἐπανελθεῖν καὶ μέλλοντος τοῦ βασιλέως τὸν Πέρσην διαχειρίζεσθαι, αἰσχρόν ἔφη ὦ βασιλεῦ, ὅτε μὲν ἐχθρὸς ἦν σοι, μὴ δύνασθαι δίκην τῆς ἀποστάσεως παρʼ αὐτοῦ λαβεῖν, ὅτε δὲ φίλος γέγονεν, ἀποκτείνειν.

πρὸς δὲ τὸν παρασιτοῦντα τῷ βασιλεῖ καὶ περὶ τῆς φυγῆς πολλάκις ἐπισκώπτοντα αὐτὸν οὐ μαχοῦμαί σοι ἔφη, ὦ ξένε· κατανάλωκα γὰρ τὴν τοῦ βίου τάξιν.