Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Δημάρατος, Ὀρόντου πρὸς αὐτὸν σκληρότερον ὁμιλήσαντος καὶ εἰπόντος τινὸς σκληρῶς σοι κέχρηται Ὀρόντης, ὦ Δημάρατε , οὐδὲν ἥμαρτεν εἰς ἐμὲ εἶπεν οἱ γὰρ πρὸς χάριν ὁμιλοῦντες βλάπτουσιν οὐχ οἱ μετὰ ἀπεχθείας.

ἐρωτήσαντος δέ τινος διὰ τί τοὺς μὲν τὰς ἀσπίδας παρʼ αὐτοῖς ἀποβαλόντας ἀτιμοῦσι, τοὺς δὲ τὰ κράνη καὶ τοὺς θώρακας οὐκέτι, ὅτι ἔφη ταῦτα μὲν ἑαυτῶν χάριν περιτίθενται τὴν δὲ ἀσπίδα τῆς κοινῆς τάξεως ἕνεκα.

ψάλτου δὲ ἀκροώμενος οὐ κακῶς εἶπε φαίνεταί μοι φλυαρεῖν.

ἐν δέ τινι συνεδρίῳ ἐρωτώμενος πότερον διὰ μωρίαν ἢ διʼ ἀπορίαν λόγων σιωπᾷ, ἀλλʼ ὅ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶν ἔφη.