Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Δαμωνίδας ταχθεὶς ἔσχατος τοῦ χοροῦ ὑπὸ τοῦ τὸν χορὸν ἱστῶντος εὖγε εἶπεν ὦ χοραγέ, ἐξεῦρες πῶς καὶ αὕτη ἡ χώρα ἄτιμος οὖσα ἔντιμος γένηται.

Δᾶμις πρὸς τὰ ἐπισταλέντα παρὰ τοῦ Ἀλεξάνδρου θεὸν εἶναι ψηφίσασθαι, συγχωροῦμεν ἔφη Ἀλεξάνδρῳ, ἐὰν θέλῃ, θεὸς καλεῖσθαι.

Δαμίνδας, [*](Δαμίνδας] Δαμιάδας?) Φιλίππου ἐμβαλόντος; εἰς Πελοπόννησον καὶ εἰπόντος τινὸς κινδυνεύουσι δεινὰ παθεῖν Λακεδαιμόνιοι , εἰ μὴ τὰς πρὸς αὐτὸν διαλλαγὰς ποιήσονται, ἀνδρόγυνε εἶπε τί δʼ ἂν πάθοιμεν δεινὸν θανάτου καταφρονήσαντες;

Δερκυλλίδας, Πύρρου τὴν στρατιὰν ἐπὶ τῆς Σπαρτιάτιδος ἔχοντος, πεμφθεὶς πρὸς αὐτὸν πρεσβευτής,

τοῦ Πύρρου προστάττοντος καταδέχεσθαι τὸν βασιλέα αὐτῶν Κλεώνυμον ἢ γνώσεσθαι ὡς οὐδενὸς τῶν ἄλλων ἀνδρειότεροι τυγχάνουσιν, ὑποτυχὼν εἶπεν εἰ μὲν θεός ἐστιν, οὐ φοβούμεθα τοῦτον· οὐδὲν γὰρ ἀδικοῦμεν· εἰ δὲ ἄνθρωπος, οὐχ ἡμῶν γε κρείσσων.