Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, εἰ ἣδιστα μέν ἔφη αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.

σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, τίς γὰρ αὐτόν ἔφη ψέγει;

πρὸς Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίων ἀπέχεις εἶπε τὰ διδασκάλια, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπʼ αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι.

τείχη δὲ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας.

πρὸς δὲ τὸν ἐπιζητοῦντα ὅ τι [*](ὅ τι *: ὅτι ) ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, διότι εἶπε πλησίον τοῖς πολεμίοις μαχόμεθα.

Ἀντίοχος ἐφορεύων ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν εἰ καὶ δύναμιν αὐτοῖς παρέσχετο ὥστε μαχομένους περὶ τῆς χώρας κρατεῖν