Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἀνάξανδρος ὁ Εὐρυκράτεος, πυνθανομένου τινὸς διὰ τί χρήματα οὐ συνάγουσιν εἰς τὸ δημόσιον, ὅπως ἔφη μὴ οἱ φύλακες αὐτῶν γινόμενοι διαφθείρωνται.

Ἀναξίλας πρὸς τὸν θαυμάζοντα διὰ τί οἱ ἔφοροι τοῖς βασιλεῦσιν οὐχ ὑπεξανίστανται, καὶ ταῦτα ὑπὸ τῶν βασιλέων καθιστάμενοι, διὰ τὴν αὐτὴν αἰτίαν ἔφη διʼ ἣν καὶ ἐφορεύουσιν.

Ἀνδροκλείδας ὁ Λάκων πηρωθεὶς τὸ σκέλος κατέταξεν αὑτὸν εἰς τοὺς πολεμιστάς· ὡς; δʼ ἐνίσταντὸ τινες διακωλύοντες ὅτι ἐπεπήρωτο, ἀλλʼ οὐ φεύγοντα εἶπε μένοντα δὲ δεῖ τοῖς ἀντιτεταγμένοις μάχεσθαι.

Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται εἶπεν αὐτοὶ οἱ θεοί.

πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους; Ἀθηναῖον μόνοι γοῦν εἶπεν ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρʼ ὑμῶν κακόν.

ἑτέρου δʼ Ἀθηναίου· πρὸς αὐτὸν εἰπόντος ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς·

ἐδιώξαμεν , ἡμεῖς δέ ἔφη οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.