Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ὀργιζομένων δὲ τοῖς Βυζαντίοις τῶν Ἀθηναίων

, μὴ δεξαμένων τῇ πόλει Χάρητα πεμφθέντα μετὰ δυνάμεως βοηθὸν αὐτοῖς πρὸς Φίλιππον, εἰπὼν ὁ Φωκίων ὅτι δεῖ μὴ τοῖς ἀπιστοῦσι τῶν συμμάχων , ἀλλὰ τοῖς ἀπιστουμένοις ὀργίζεσθαι τῶν στρατηγῶν αὐτὸς ᾑρέθη στρατηγός· καὶ πιστευθεὶς ὑπὸ τῶν Βυζαντίων ἐποίησε τὸν Φίλιππον ἀπελθεῖν ἄπρακτον.

Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἑκατὸν τάλαντα δωρεὰν αὐτῷ πέμψαντος, ἠρώτησε τοὺς κομίζοντας; τί δήποτε, πολλῶν ὄντων Ἀθηναίων, αὐτῷ μόνῳ ταῦτα δίδωσιν Ἀλέξανδρος εἰπόντων δὲ ἐκείνων ὡς μόνον αὐτὸν ἡγεῖται καλὸν κἀγαθὸν εἶναι, οὐκοῦν ἔφη ἐασάτω με καὶ δοκεῖν καὶ εἶναι τοιοῦτον.

αἰτοῦντος δὲ Ἀλεξάνδρου τριήρεις καὶ τοῦ δήμου κελεύοντος ὀνομαστὶ παριέναι τὸν Φωκίωνα καὶ συμβουλεύειν, ἀναστὰς ἔφη συμβουλεύω τοίνυν ὑμῖν ἢ κρατεῖν τοῖς ὅπλοις αὐτοὺς ἢ φίλους εἶναι τῶν κρατούντων.