Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις αἰσχυνοίμην ἄν εἶπεν ὑμῖν ἐπιδιδούς τούτῳ δὲ μὴ ἀποδιδούς, ἅμα δεικνύων τὸν δανειστήν.

Δημοσθένους δὲ τοῦ ῥήτορος εἰπόντος ἀποκτενοῦσί σε Ἀθηναῖοι, ἐὰν μανῶσι, ναί εἶπεν ἐμὲ μὲν ἐὰν μανῶσι, σὲ δὲ ἂν σωφρονῶσι.

Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μέλλοντος ἀποθνῄσκειν ἐν τῷ δεσμωτηρίῳ κατακρίτου γεγονότος καὶ δεομένου τὸν Φωκίωνα πρὸς αὐτὸν ἐλθεῖν, τῶν δὲ φίλων οὐκ ἐώντων πρὸς ἄνθρωπον πονηρὸν βαδίζειν, καὶ ποῦ τις ἄν εἶπεν ἥδιον Ἀριστογείτονι λαλήσειεν;