Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τῶν δὲ τολμηρῶν στρατηγῶν τινος τραῦμα τοῖς Ἀθηναίοις δεικνύντος, ἐγὼ δέ εἶπεν ᾐσχύνθην ὅτι μου στρατηγοῦντος ὑμῶν ἐν Σάμῳ καταπελτικὸν βέλος ἐγγὺς ἔπεσε.

τῶν δὲ ῥητόρων τὸν Χάρητα προαγόντων καὶ τοιοῦτον ἀξιούντων εἶναι τὸν Ἀθηναίων στρατηγόν, οὐ τὸν στρατηγόν εἶπεν ὁ Τιμόθεος ἀλλὰ τὸν τῷ στρατηγῷ τὰ στρώματα κομίζοντα.

Χαβρίας ἔλεγε κάλλιστα στρατηγεῖν τοὺς μάλιστα γινώσκοντας τὰ τῶν πολεμίων.

δίκην δὲ φεύγων προδοσίας μετὰ Ἰφικράτους, ἐπιτιμῶντος αὐτῷ τοῦ Ἰφικράτους ὅτι κινδυνεύων εἰς τὸ γυμνάσιον βαδίζει καὶ τὴν εἰωθυῖαν ὥραν ἀριστᾷ, τοιγαροῦν εἶπεν ἂν ἄλλο τι γνῶσι περὶ ἡμῶν Ἀθηναῖοι, σὲ μὲν αὐχμῶντα καὶ ἄσιτον, ἐμὲ δὲ ἠριστηκότα καὶ ἀληλιμμένον ἀποκτενοῦσιν.

εἰώθει δὲ λέγειν ὅτι φοβερώτερόν ἐστιν ἐλάφων στρατόπεδον ἡγουμένου λέοντος ἢ λεόντων ἐλάφου.

Ἡγησίππου τοῦ Κρωβύλου προσαγορευομένου παροξύνοντος τοὺς Ἀθηναίους ἐπὶ Φίλιππον, ὑπεφώνησέ τις· ἐκ τῆς ἐκκλησίας πόλεμον εἰσηγῇ ναὶ μὰ Δία εἶπε καὶ μέλανα ἱμάτια καὶ δημοσίας ἐκφορὰς καὶ λόγους ἐπιταφίους, εἰ μέλλομεν ἐλεύθεροι βιώσεσθαι καὶ μὴ ποιήσειν τὸ προσταττόμενον Μακεδόσι.

Πυθέας ἔτι μειράκιον ὢν παρῆλθεν ἀντερῶν τοῖς περὶ Ἀλεξάνδρου γραφομένοις ψηφίσμασιν· εἰπόντος δέ τινος σὺ νέος ὢν τολμᾷς λέγειν περὶ τηλικούτων; καὶ μὴν Ἀλέξανδρος εἶπεν ὃν ψηφίζεσθε θεόν, ἐμοῦ νεώτερός ἐστι.

Φωκίων ὁ Ἀθηναῖος ὑπʼ οὐδενὸς οὔτε γελῶν ὤφθη οὔτε δακρύων.

ἐκκλησίας δὲ γενομένης πρὸς τὸν εἰπόντα

σκεπτομένῳ, Φωκίων, [*](Φωκίων*: ὧ φωκίων) ἔοικας , ὀρθῶς ἔφη τοπάζεις· σκέπτομαι γάρ, εἴ τι δύναμαι περιελεῖν ὧν μέλλω λέγειν πρὸς Ἀθηναίους.

μαντείας δὲ γενομένης Ἀθηναίοις, ὡς εἷς ἀνὴρ ἔστιν ἐν τῇ πόλει ταῖς πάντων ἐναντιούμενος γνώμαις , καὶ τῶν Ἀθηναίων ζητεῖν κελευόντων ὅστις ἐστὶ καὶ βοώντων, Φωκίων ἑαυτὸν ἔφησε τοῦτον εἶναι· μόνῳ γὰρ αὐτῷ μηδὲν ἀρέσκειν ὧν οἱ πολλοὶ πράττουσι καὶ λέγουσιν.

ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν οὐ δήπου κακόν τι λέγων ἐμαυτὸν λέληθα;

πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις αἰσχυνοίμην ἄν εἶπεν ὑμῖν ἐπιδιδούς τούτῳ δὲ μὴ ἀποδιδούς, ἅμα δεικνύων τὸν δανειστήν.

Δημοσθένους δὲ τοῦ ῥήτορος εἰπόντος ἀποκτενοῦσί σε Ἀθηναῖοι, ἐὰν μανῶσι, ναί εἶπεν ἐμὲ μὲν ἐὰν μανῶσι, σὲ δὲ ἂν σωφρονῶσι.

Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μέλλοντος ἀποθνῄσκειν ἐν τῷ δεσμωτηρίῳ κατακρίτου γεγονότος καὶ δεομένου τὸν Φωκίωνα πρὸς αὐτὸν ἐλθεῖν, τῶν δὲ φίλων οὐκ ἐώντων πρὸς ἄνθρωπον πονηρὸν βαδίζειν, καὶ ποῦ τις ἄν εἶπεν ἥδιον Ἀριστογείτονι λαλήσειεν;