Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἔχων δὲ κύνα πάγκαλον ἐωνημένον ἑπτακισχιλίων δραχμῶν, ἀπέκοψεν αὐτοῦ τὴν οὐρὰν ὅπως ἔφη τοῦτο λέγωσιν Ἀθηναῖοι περὶ ἐμοῦ καὶ μηδὲν ἄλλο πολυπραγμονῶσι.

προσελθὼν δὲ διδασκαλείῳ ῥαψῳδίαν Ἰλιάδος ᾔτει· τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος, ἐντρίψας; αὐτῷ κόνδυλον παρῆλθεν.

ἐλθὼν δὲ ἐπὶ θύρας τοῦ Περικλέους καὶ πυθόμενος αὐτὸν μὴ σχολάζειν ἀλλὰ σκοπεῖν, ὅπως ἀποδώσει λόγους Ἀθηναίοις, οὐ βέλτιον ἔφη σκοπεῖν ἦν, ὅπως οὐκ [*](οὐκ Cobetus: μὴ οὐκ ) ἀποδώσει

καλούμενος δὲ ἐπὶ κρίσιν θανατικὴν ὑπὸ τῶν Ἀθηναίων ἀπὸ Σικελίας ἔκρυψεν ἑαυτὸν , εἰπὼν εὔηθες εἶναι τὸ δίκην ἔχοντα ζητεῖν ἀποφυγεῖν, ἐξὸν φυγεῖν.

εἰπόντος δέ τινος οὐ πιστεύεις τῇ πατρίδι τὴν περὶ σεαυτοῦ κρίσιν; ἐγὼ μέν ἔφη οὐδὲ τῇ μητρί, μή πως ἀγνοήσασα τὴν μέλαιναν βάλῃ ψῆφον ἀντὶ τῆς λευκῆς.

ἀκούσας δὲ ὅτι θάνατος αὐτοῦ κατέγνωσται καὶ τῶν σὺν αὐτῷ δείξωμεν οὖν αὐτοῖς εἶπεν ὅτι ζῶμεν· καὶ πρὸς Λακεδαιμονίους τρεψάμενος τὸν Δεκελεικὸν ἤγειρεν ἐπὶ τοὺς Ἀθηναίους πόλεμον.

Λάμαχος ἐπετίμα τινὶ τῶν λοχαγῶν ἁμαρτόντι· τοῦ δὲ φήσαντος μηκέτι τοῦτο ποιήσειν οὐκ ἔστιν εἶπεν ἐν πολέμῳ δὶς ἁμαρτεῖν.

Ἰφικράτης, δοκῶν υἱὸς εἶναι σκυτοτόμου, κατεφρονεῖτο· δόξαν δὲ τότε πρῶτον ἔσχε, ὅτε τραυματίας [*](ὅτε τραυματιας] fort. ὅτε ναυμαχίας οὔσης vel ὅτʼ ἐν ναυμαχίᾳ ) πολέμιον ἄνδρα μετὰ τῶν ὅπλων ζῶντα συναρπάσας εἰς τὴν ἑαυτοῦ τριήρη μετήνεγκεν.

ἐν δὲ φιλίᾳ καὶ συμμάχῳ χώρᾳ στρατοπεδεύων καὶ χάρακα βαλλόμενος καὶ τάφρον ὀρύττων ἐπιμελῶς πρὸς τὸν εἰπόντα τί γὰρ φοβούμεθα; χειρίστην ἔφησε στρατηγοῦ φωνὴν εἶναι τὴν οὐκ ἂν προσεδόκησα

παραταττόμενος δὲ τοῖς βαρβάροις ἔφη δεδιέναι, μὴ τὸν Ἰφικράτην οὐκ ἴσασιν, ᾧ καταπλήττεται τοὺς ἄλλους πολεμίους.

κρινόμενος δὲ θανάτου, πρὸς τὸν συκοφάντην οἷα ποιεῖς, ὦ ἄνθρωπε εἶπε πολέμου περιεστῶτος, τὴν πόλιν περὶ ἐμοῦ πείθων βουλεύεσθαι καὶ μὴ μετʼ ἐμοῦ.

πρὸς δὲ Ἁρμόδιον, τὸν τοῦ παλαιοῦ Ἁρμοδίου ἀπόγονον, εἰς δυσγένειαν αὐτῷ λοιδορούμενον ἔφη τὸ μὲν ἐμὸν ἀπʼ ἐμοῦ γένος ἄρχεται, τὸ δὲ σὸν ἐν σοὶ παύεται.

ῥήτορος δέ τινος ἐπερωτῶντος αὐτὸν ἐν ἐκκλησίᾳ τίς ὢν μέγα φρονεῖς; πότερον ἱππεὺς [*](ἱππεὺς ἢ ὁπλίτης Stob. Flor. 54, 52: ἱππεὺς. cf. p. 440 b) ἢ ὁπλίτης ἢ τοξότης ἢ πελταστής; [*](ἢ πελταστής*: ἢ πελταστὴς ἢ πεζός vel h)\ pezo\s h)\ peltasth/s ) οὐδείς ἔφη τούτων, ἀλλʼ ὁ πᾶσι τούτοις ἐπιστάμενος ἐπιτάττειν.

Τιμόθεος εὐτυχὴς ἐνομίζετο στρατηγὸς εἶναι καὶ φθονοῦντες αὐτῷ τινες ἐζωγράφουν τὰς πόλεις εἰς κύρτον αὐτομάτως ἐκείνου καθεύδοντος ἐνδυομένας ἔλεγεν οὖν ὁ Τιμόθεος εἰ τηλικαύτας πόλεις λαμβάνω καθεύδων, τί με οἴεσθε ποιήσειν ἐγρηγορότα;