Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Καῖσαρ ὁ πρῶτος ἐπικληθεὶς Σεβαστός, ἔτι μειράκιον ὢν Ἀντώνιον ἀπῄτει δισχιλίας

πεντακοσίας μυριάδας τοῦ πρώτου Καίσαρος ἀναιρεθέντος, ἐκ τῆς οἰκίας ἃς[*](ἐκ τῆς οἰκίας ἂς] ἂς ἐκ τῆς οἰκίας ? Bernardakis: ἐκ τῆς οὐσίας (cf. the Life of Cicero, chap. xliii.) Hartman.) πρὸς αὑτὸν ὁ Ἀντώνιος μετήνεγκεν ἀποδοῦναι βουλόμενος Ῥωμαίοις τὸ καταλειφθὲν ὑπὸ Καίσαρος, ἑκάστῳ δραχμὰς ἑβδομήκοντα πέντε· τοῦ δὲ Ἀντωνίου τὰ μὲν χρήματα κατέχοντος, ἐκεῖνον δὲ τῆς ἀπαιτήσεως ἀμελεῖν, εἰ σωφρονεῖ, κελεύοντος, ἐκήρυττε τὰ πατρῷα καὶ ἐπίπρασκε· καὶ τὴν δωρεὰν ἀποδοὺς εὔνοιαν μὲν αὑτῷ, μῖσος δὲ ἐκείνῳ παρὰ τῶν πολιτῶν περιεποίησεν.

ἐπεὶ δὲ Ῥοιμητάλκης[*](Ῥοιμητάλκης the preferred spelling: ῥυμετάλκης.) ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἀπʼ Ἀντωνίου μεταβαλόμενος πρὸς αὐτὸν οὐκ ἐμετρίαζεν παρὰ τοὺς πότους, ἀλλʼ ἦν ἐπαχθὴς ὀνειδίζων τὴν συμμαχίαν, προπιών τινι τῶν ἄλλων βασιλέων ὁ Καῖσαρ εἶπεν, ἐγὼ προδοσίαν φιλῶ, προδότας δʼ οὐκ ἐπαινῶ.

τῶν δὲ Ἀλεξανδρέων μετὰ τὴν ἅλωσιν τὰ δεινότατα πείσεσθαι προσδοκώντων, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ παραστησάμενος Ἄρειον τὸν Ἀλεξανδρέα φείδεσθαι μὲν τῆς πόλεως ἔφη πρῶτον διὰ τὸ μέγεθος καὶ τὸ κάλλος, ἔπειτα διὰ τὸν κτίστην Ἀλέξανδρον, τρίτον δὲ διʼ Ἄρειον τὸν φίλον.

ἀκούσας δὲ ὅτι Ἔρως ὁ τὰ ἐν Αἰγύπτῳ διοικῶν ὄρτυγα τὸν κρατοῦντα πάντων ἐν τῷ μάχεσθαι

καὶ ἀήττητον ὄντα πριάμενος ὀπτήσας κατέφαγε, μετεπέμψατο αὐτὸν καὶ ἀνέκρινεν ὁμολογήσαντα σὲ ἐκέλευσεν ἱστῷ νηὸς προσηλωθῆναι.

ἐν δὲ Σικελίᾳ Ἄρειον ἀντὶ Θεοδώρου κατέστησε διοικητὴν ἐπιδόντος δέ τινος αὐτῷ βιβλίον, ἐν ᾧ γεγραμμένον ἦν, φαλακρὸς ἢ[*](ἢ] καὶ Cobet: καὶ φαλακρὸς καὶ κλέπτης is suggested by Bernardakis.) κλέπτης Θεόδωρος ὁ Ταρσεύς· τί σοι δοκεῖ; ἀναγνοὺς Καῖσαρ ὑπέγραψε, δοκεῖ.

παρὰ δὲ Μαικήνα τοῦ συμβιωτοῦ καθʼ ἕκαστον ἐνιαυτὸν ἐν τοῖς γενεθλίοις δῶρον ἐλάμβανε φιάλην.

Ἀθηνοδώρῳ δὲ τῷ φιλοσόφῳ διὰ γῆρας εἰς οἶκον ἀφεθῆναι δεηθέντι συνεχώρησεν. ἐπεὶ δὲ ἀσπασάμενος αὐτὸν ὁ Ἀθηνόδωρος εἶπεν, ὅταν ὀργισθῇς, Καῖσαρ, μηδὲν εἴπῃς μηδὲ ποιήσῃς πρότερον ἢ τὰ εἴκοσι καὶ τέτταρα γράμματα διελθεῖν πρὸς ἑαυτόν, ἐπιλαβόμενος αὐτοῦ τῆς χειρός, ἔτι σοῦ παρόντος, ἔφη, χρείαν ἔχω καὶ κατέσχεν αὐτὸν ἐνιαυτὸν ὅλον, εἰπὼν ὅτι

ἔστι καὶ σιγῆς ἀκίνδυνον γέρας.

ἀκούσας δὲ ὅτι Ἀλέξανδρος δύο καὶ τριάκοντα γεγονὼς ἔτη κατεστραμμένος τὰ πλεῖστα διηπόρει τί ποιήσει τὸν λοιπὸν χρόνον, ἐθαύμαζεν εἰ μὴ μεῖζον Ἀλέξανδρος ἔργον ἡγεῖτο τοῦ κτήσασθαι τὴν ἡγεμονίαν τὸ διατάξαι τὴν ὑπάρχουσαν.

γράψας δὲ τὸν περὶ τῶν μοιχῶν νόμον, ἐν ᾧ διώρισται πῶς δεῖ κρίνεσθαι τοὺς ἐν αἰτίαις[*](αἰτίαις] αἰτίᾳ van Herwerden.) γενομένους καὶ πῶς δεῖ κολάζεσθαι τοὺς ἁλόντας, εἶτα προσπεσὼν ὑπʼ ὀργῆς τὸν ἐπὶ Ἰουλίᾳ τῇ θυγατρὶ διαβεβλημένον νεανίσκον ἔτυπτε ταῖς χερσὶν ἐκείνου δὲ ἀναβοῶντος, νόμον ἔθηκας, ὦ Καῖσαρ, οὕτω μετενόησεν ὥστε τὴν ἡμέραν ἐκείνην παραιτήσασθαι τὸ δεῖπνον.

Γάιον δὲ τὸν θυγατριδοῦν εἰς Ἀρμενίαν ἀποστέλλων ᾐτεῖτο παρὰ τῶν θεῶν εὔνοιαν αὐτῷ τὴν Πομπηίου, τόλμαν δὲ τὴν Ἀλεξάνδρου, τύχην δὲ τὴν ἑαυτοῦ παρακολουθῆσαι.

Ῥωμαίοις δὲ τῆς ἀρχῆς ἔλεγεν ἀπολείψειν διάδοχον, ὃς οὐδέποτε περὶ τοῦ αὐτοῦ πράγματος δὶς ἐβουλεύσατο, Τιβέριον λέγων.

θορυβοῦντας δὲ τοὺς ἐν ἀξιώματι νέους καταστεῖλαι βουλόμενος, ὡς οὐ προσεῖχον ἀλλʼ ἐθορύβουν, ἀκούσατε, εἶπε, νέοι γέροντος, οὗ νέου γέροντες ἤκουον.

τοῦ δὲ Ἀθηναίων δήμου ἐξημαρτηκέναι τι δόξαντος, ἔγραψεν ἀπʼ Αἰγίνης οἴεσθαι μὴ λανθάνειν αὐτοὺς ὀργιζόμενος, οὐ γὰρ ἂν ἐν Αἰγίνῃ διαχειμάσαι.[*](διαχειμάσαι F.C.B.: διαχειμάσειν. Or perhaps ἂν should be omitted, simply to accord with what little we know of the historical facts.) ἄλλο δὲ οὐδὲν οὔτε εἶπεν αὐτοὺς οὔτε ἐποίησε.

τῶν δὲ Εὐρυκλέους κατηγόρων ἑνὸς

ἀφειδῶς καὶ κατακόρως παρρησιαζομένου καὶ προαχθέντος εἰπεῖν τι τοιοῦτον, εἰ ταῦτά σοι, Καῖσαρ, οὐ φαίνεται μεγάλα, κέλευσον αὐτὸν ἀποδοῦναί μοι Θουκυδίδου τὴν ἑβδόμην διοργισθεὶς [*](διοργισθεὶς Bases and Kronenberg: διὸ ὁργισθεὶς.) ἀπάγειν ἐκέλευσε· πυθόμενος δέ, ὅτι τῶν ἀπὸ Βρασίδου γεγονότων ὑπόλοιπος οὗτός ἐστι, μετεπέμψατο, καὶ μέτρια νουθετήσας ἀπέλυσε.

Πείσωνος δὲ τὴν οἰκίαν ἐκ θεμελίων ἄχρι πάσης στέγης ἐπιμελῶς οἰκοδομοῦντος, εὔθυμον, ἔφη, με ποιεῖς οὕτως οἰκοδομῶν, ὡς ἀιδίου τῆς Ῥώμης ἐσομένης.