Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Γάιος Καῖσαρ, ὅτε Σύλλαν ἔφευγεν ἔτι μειράκιον ὤν, περιέπεσε πειραταῖς· καὶ πρῶτον μὲν αἰτηθεὶς ἀργυρίου πλῆθος κατεγέλασε τῶν λῃστῶν ὡς ἀγνοούντων ὃν ἔχουσι, καὶ διπλάσιον ὡμολόγησε δώσειν ἔπειτα φρουρούμενος, ἕως συνῆγε τὰ χρήματα, προσέταττεν ἡσυχίαν αὐτῷ παρέχειν κοιμωμένῳ καὶ σιωπᾶν. λόγους δὲ καὶ ποιήματα γράφων ἀνεγίνωσκεν αὐτοῖς, καὶ τοὺς μὴ λίαν ἐπαινοῦντας ἀναισθήτους καὶ βαρβάρους ἀπεκάλει καὶ μετὰ γέλωτος ἠπείλει κρεμᾶν αὐτούς· ὃ καὶ ὀλίγον ἐποίησεν. τῶν γὰρ λύτρων κομισθέντων ἀπολυθεὶς καὶ συναγαγὼν ἄνδρας ἐξ Ἀσίας καὶ πλοῖα συνήρπασε τοὺς λῃστὰς καὶ προσήλωσεν.

ἐν δὲ Ῥώμῃ πρὸς Κάτλον πρωτεύοντα Ῥωμαίων εἰς ἅμιλλαν ὑπὲρ τῆς ἀρχιερωσύνης καταστὰς καὶ προπεμπόμενος ὑπὸ τῆς μητρὸς ἐπὶ τὰς θύρας, σήμερον, εἶπεν, ὦ μῆτερ, ἀρχιερέα τὸν τὸν ἢ φυγάδα ἕξεις.

Πομπηίαν δὲ τὴν γυναῖκα κακῶς ἀκούσασαν ἐπὶ Κλωδίῳ παραιτησάμενος, εἶτα τοῦ Κλωδίου φεύγοντος ἐπὶ τούτῳ δίκην μάρτυς εἰσαχθεὶς

οὐδὲν εἶπε φαῦλον περὶ τῆς γυναικός· ἐρομένου δὲ τοῦ κατηγόρου, διὰ τί τοίνυν ἐξέβαλες αὐτήν, ὅτι τὴν Καίσαρος, ἔφη, γυναῖκα καὶ διαβολῆς δεῖ καθαρὰν εἶναι.

τὰς δʼ Ἀλεξάνδρου πράξεις ἀναγινώσκων ἐδάκρυσε καὶ πρὸς τοὺς φίλους εἶπεν ὅτι ταύτην τὴν ἡλικίαν ἔχων ἐνίκησε Δαρεῖον, ἐμοὶ δὲ μέχρι νῦν οὐδὲν πέπρακται.

πολίχνιον δὲ αὐτοῦ λυπρὸν ἐν ταῖς Ἄλπεσι παρερχομένου, καὶ τῶν φίλων διαπορούντων εἰ καὶ ἐνταῦθά τινες στάσεις εἰσὶ καὶ ἅμιλλαι περὶ πρωτείων, ἐπιστὰς καὶ σύννους γενόμενος, μᾶλλον ἄν, ἔφη, ἐβουλόμην πρῶτος ἐνταῦθα εἶναι ἢ δεύτερος ἐν Ῥώμῃ.

τῶν δὲ τολμημάτων τὰ παράβολα καὶ μεγάλα πράττειν ἔφη δεῖν, ἀλλὰ μὴ βουλεύεσθαι.

καὶ διέβη τὸν Ῥουβίκωνα ποταμὸν ἐκ τῆς Γαλατικῆς ἐπαρχίας ἐπὶ Πομπήιον, εἰπὼν πᾶσι,[*](πᾶσι F.C.B. (=πρὸς τοὺς παρόντας in the Life of Pompey, chap. lx.): πᾶς of the mss. could be kept and explained, but it is not found elsewhere in Plutarch with this expression, and Cobet would omit it here also; but it may have been substituted for πᾶσι under the influence of πᾶς ἀνέρριμαι κύβος, Aristoph. Frag. 673 Kock: E. Capps suggests πάξ.) ἀνερρίφθω κύβος.

ἐπεὶ δὲ Πομπηίου φεύγοντος ἐπὶ θάλατταν ἐκ[*](ἐκ supplied: not in mss.) τῆς Ῥώμης, καὶ Μέτελλος ἔπαρχος ὢν τοῦ ταμιείου[*](ταμιείου the preferable form: ταμείου.) βουλόμενον αὐτὸν χρήματα λαβεῖν ἐκώλυε καὶ τὸ ταμιεῖον ἀπέκλεισεν, ἠπείλησεν

ἀποκτενεῖν αὐτὸν καταπλαγέντος δὲ τοῦ Μετέλλου, τοῦτο, εἶπεν, ὦ νεανίσκε, φῆσαί μοι χαλεπώτερον ἦν ἢ ποιῆσαι.

τῶν δὲ στρατιωτῶν αὐτῷ βραδέως εἰς Δυρράχιον ἐκ Βρεντεσίου κομιζομένων, λαθὼν ἅπαντας εἰς πλοῖον ἐμβὰς μικρὸν ἐπεχείρησε διαπλεῖν τὸ πέλαγος· συγκλυζομένου δὲ τοῦ πλοίου, ποιήσας τῷ κυβερνήτῃ φανερὸν ἑαυτὸν ἀνεβόησε, πίστευε τῇ τύχῃ γνοὺς ὅτι Καίσαρα κομίζεις.

τότε μὲν οὖν ἐκωλύθη, τοῦ χειμῶνος ἰσχυροῦ γενομένου καὶ τῶν στρατιωτῶν συνδραμόντων καὶ περιπαθούντων, εἰ περιμένει δύναμιν ἄλλην ὡς ἀπιστῶν αὐτοῖς· ἐπεὶ δὲ μάχης γενομένης νικῶν ὁ Πομπήιος οὐκ ἐπεξῆλθεν, ἀλλὰ ἀνεχώρησεν εἰς τὸ στρατόπεδον, τήμερον, εἶπεν, ἦν ἡ νίκη παρὰ τοῖς πολεμίοις, ἀλλὰ τὸν εἰδότα νικᾶν οὐκ ἔχουσιν.

ἐν δὲ Φαρσάλῳ Πομπηίου παρατεταγμένην τὴν φάλαγγα κατὰ χώραν ἑστάναι καὶ προσδέχεσθαι τοὺς πολεμίους παρεγγυήσαντος, ἁμαρτεῖν αὐτὸν ἔλεγε τὸν ἐξ ἐπιδρομῆς μετʼ ἐνθουσιασμοῦ τόνον καὶ ῥοῖζον ἐκλύσαντα τῶν στρατιωτῶν.

Φαρνάκην δὲ νικήσας τὸν Ποντικὸν ἐξ ἐφόδου πρὸς τοὺς φίλους ἔγραψεν, ἦλθον εἶδον ἐνίκησα.

μετὰ δὲ τὴν ἐν Λιβύῃ τῶν περὶ τὸν Σκιπίωνα φυγὴν καὶ ἧτταν Κάτωνος ἑαυτὸν ἀνελόντος, φθονῶ σοι Κάτων, εἶπε, τοῦ θανάτου· καὶ γὰρ σὺ ἐμοὶ τῆς σῆς σωτηρίας ἐφθόνησας.

Ἀντώνιον δὲ καὶ Δολοβέλλαν ὑφορωμένων ἐνίων καὶ φυλάττεσθαι κελευόντων, οὐ τούτους ἔφη δεδιέναι τοὺς βαναύσους καὶ λιπῶντας, ἀλλὰ τοὺς ἰσχνοὺς καὶ ὠχροὺς ἐκείνους, δείξας Βροῦτον καὶ Κάσσιον.

λόγου δὲ παρὰ δεῖπνον ἐμπεσόντος περὶ θανάτου ποῖος ἄριστος, ὁ ἀπροσδόκητος, εἶπε.