Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

τοῦ δὲ μαγείρου τοῖς συνάρχουσιν ἡμερῶν τινων δαπάνην ἀπολογιζομένου, πρὸς μόνον ἠγανάκτησε τὸ πλῆθος τοῦ ἐλαίου· θαυμασάντων δὲ τῶν συναρχόντων, οὐ τὸ τῆς δαπάνης ἔφη λυπεῖν αὐτόν, ἀλλʼ εἰ τοσοῦτον ἔλαιον ἐντὸς παραδέδεκται τοῦ σώματος.

ἑορτὴν δὲ τῆς πόλεως ἀγούσης καὶ πάντων ἐν πότοις καὶ συνουσίαις ὄντων, ἀπήντησέ τινι τῶν συνήθων αὐχμηρὸς καὶ σύννους βαδίζων θαυμάζοντος δὲ καὶ πυνθανομένου τί δὴ μόνος οὕτως ἔχων περίεισιν, ὅπως, εἶπεν, ἐξῇ πᾶσιν ὑμῖν μεθύειν καὶ ῥᾳθυμεῖν.

ἄνθρωπον δὲ φαῦλον ἐξημαρτηκότα τι τῶν μετρίων, τοῦ μὲν Πελοπίδα παρακαλοῦντος, οὐκ ἀφῆκε, τῆς δʼ ἐρωμένης δεηθείσης, ἀφῆκεν, εἰπὼν ὅτι τοιαῦτα πρέπει λαμβάνειν ἑταιριδίοις, ἀλλὰ μὴ στρατηγοῖς.

ἐπεὶ δὲ Λακεδαιμονίων ἐπιστρατευομένων ἀνεφέροντο χρησμοὶ τοῖς Θηβαίοις, οἱ μὲν ἧτταν οἱ δὲ νίκην φράζοντες, ἐκέλευε τοὺς μὲν ἐπὶ δεξιὰ τοῦ βήματος θεῖναι τοὺς δὲ ἐπʼ ἀριστερά. τεθέντων δὲ πάντων, ἀναστὰς εἶπεν, ἐὰν μὲν ἐθελήσητε τοῖς ἄρχουσι πείθεσθαι καὶ τοῖς πολεμίοις ὁμόσε χωρεῖν, οὗτοι ὑμῖν εἰσὶν οἱ χρησμοί, δείξας τοὺς βελτίονας· ἐὰν δὲ ἀποδειλιάσητε πρὸς τὸν κίνδυνον, ἐκεῖνοι, πρὸς τοὺς χείρονας ἰδών.

πάλιν δὲ προσάγων τοῖς πολεμίοις, βροντῆς γενομένης καὶ τῶν περὶ αὐτὸν πυνθανομένων τί σημαίνειν οἴεται τὸν θεόν, ἐμβεβροντῆσθαι τοὺς πολεμίους εἶπεν ὅτι τοιούτων χωρίων ἐγγὺς ὄντων, ἐν τοιούτοις στρατοπεδεύουσιν.

ἥδιστον δὲ πάντων αὑτῷ τῶν γεγονότων καλῶν καὶ ἀγαθῶν ἔλεγε τὸ τοῦ[*](τὸ τοῦ Bernardakis, comparing the other versions in Plutarch: τὸ τῶν γειναμένων αὐτὸν τοῦ.) πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς ἐν Λεύκτροις νικῆσαι Λακεδαιμονίους.

εἰωθὼς δὲ φαίνεσθαι τὸν ἄλλον χρόνον ἀληλιμμένος τὸ σῶμα καὶ φαιδρὸς τῷ προσώπῳ, μετὰ τὴν μάχην ἐκείνην τῇ ὑστεραίᾳ προῆλθεν αὐχμηρὸς καὶ ταπεινός· τῶν δὲ φίλων ἐρωτώντων μή τι λυπηρὸν αὐτῷ συμπέπτωκεν, οὐδέν, εἶπεν, ἀλλʼ ἐχθὲς ᾐσθόμην ἐμαυτοῦ μεῖζον ἢ καλῶς ἔχει φρονήσαντος· διὸ σήμερον κολάζω τὴν ἀμετρίαν τῆς χαρᾶς.

εἰδὼς δὲ τοὺς Σπαρτιάτας ἐπικρυπτομένους τὰ τοιαῦτα συμπτώματα, καὶ βουλόμενος ἐξελέγξαι τὸ μέγεθος τῆς συμφορᾶς αὐτῶν, οὐχ ὁμοῦ πᾶσι νεκρῶν ἀναίρεσιν ἀλλʼ ἑκάστοις κατὰ πόλιν ἔδωκεν, ὥστε πλείονας ἢ χιλίους ὄντας ὀφθῆναι τοὺς Λακεδαιμονίων.

Ἰάσονος δὲ τοῦ Θετταλῶν μονάρχου συμμάχου μὲν εἰς Θήβας παραγενομένου, δισχιλίους δὲ χρυσοῦς τῷ Ἐπαμεινώνδᾳ πέμψαντος ἰσχυρῶς πενομένῳ, τὸ μὲν χρυσίον οὐκ ἔλαβε, τὸν δὲ

Ἰάσονα θεασάμενος, ἀδίκων, ἔφη, χειρῶν ἄρχεις αὐτὸς δὲ πεντήκοντα δραχμὰς δανεισάμενος παρά τινος τῶν πολιτῶν, ἐφόδιον τῆς στρατιᾶς, ἐνέβαλεν εἰς Πελοπόννησον.

αὖθις δὲ τοῦ Περσῶν βασιλέως τρισμυρίους δαρεικοὺς ἀποστείλαντος αὐτῷ, καθήψατο πικρῶς Διομέδοντος, εἰ τοσοῦτον πλοῦν πέπλευκε διαφθερῶν Ἐπαμεινώνδαν· πρὸς δὲ τὸν βασιλέα λέγειν ἐκέλευσεν ὅτι τὰ συμφέροντα Θηβαίοις φρονῶν ἔξει προῖκα φίλον Ἐπαμεινώνδαν, τὰ δὲ μὴ συμφέροντα πολέμιον.