Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Εὐδαμίδας[*](Εὐδαμίδας Xylander from Moralia, 220 d: εὐδαιμονίδας.) ἰδὼν ἐν Ἀκαδημείᾳ[*](Ἀκαδημείᾳ the better spelling: ἀκαδημίᾳ.) Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν μαθητῶν φιλοσοφοῦντα καὶ πυθόμενος ὅτι τὴν ἀρετὴν ζητεῖ, πότε οὖν, εἶπεν, αὐτῇ χρήσεται;

πάλιν ἀκούσας φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ὁ μὲν λόγος, ἔφη, θαυμαστός, ὁ δὲ λέγων οὐ περισεσάλπισται. [*](περισεσάλπιγκται Stobaeus, Florilegium, liv. 65.)

Ἀντίοχος ἐφορεύων, ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν εἰ καὶ τὸ κρατεῖν αὐτοῖς μαχομένοις περὶ τῆς χώρας ἔδωκεν.

Ἀνταλκίδας πρὸς τὸν Ἀθηναῖον ἀμαθεῖς ἀποκαλοῦντα τοὺς Λακεδαιμονίους, μόνοι γοῦν,

εἶπεν, ἡμεῖς οὐδὲν μεμαθήκαμεν κακὸν παρʼ ὑμῶν.

ἑτέρου δὲ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος, ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν, ἡμεῖς δὲ οὐδέποτε, εἶπεν, ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.

σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, ἔφη, τίς γὰρ αὐτὸν ψέγει;

Ἐπαμεινώνδου τοῦ Θηβαίου στρατηγοῦντος, οὐδέποτε πανικὸς θόρυβος ἐνέπεσεν εἰς τὸ στρατόπεδον.

ἔλεγε δὲ τὸν ἐν πολέμῳ θάνατον εἶναι κάλλιστον.

τῶν δὲ ὁπλιτῶν δεῖν ἀπέφαινεν εἶναι τὸ σῶμα γεγυμνασμένον οὐκ ἀθλητικῶς μόνον ἀλλὰ καὶ στρατιωτικῶς· διὸ καὶ τοῖς πολυσάρκοις ἐπολέμει, καί τινα τοιοῦτον ἀπήλασε τῆς στρατιᾶς εἰπὼν ὅτι μόλις αὐτοῦ σκέπουσι τὴν γαστέρα ἀσπίδες τρεῖς ἢ τέσσαρες, διʼ ἣν οὐχ ἑώρακεν αὑτοῦ τὸ αἰδοῖον.

οὕτω δὲ ἦν εὐτελὴς περὶ τὴν δίαιταν ὥστε κληθεὶς ἐπὶ δεῖπνον ὑπὸ γείτονος εὑρὼν πεμμάτων

καὶ ὄψων καὶ μύρων παρασκευὴν ἀπῆλθεν εὐθύς, εἰπών, ἐγώ σε θύειν ᾠόμην οὐχ ὑβρίζειν.