Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἆγις ὁ βασιλεὺς οὐκ ἔφη τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσὶν οἱ πολέμιοι.

ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν, ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.

ἐπαινουμένων δὲ τῶν Ἠλείων ἐπὶ τῷ τὰ Ὀλύμπια καλῶς ἄγειν, τί δέ, εἶπε, ποιοῦσι θαυμαστόν, εἰ διʼ ἐτῶν τεττάρων μιᾷ ἡμέρᾳ χρῶνται τῇ δικαιοσύνῃ; ἐπιμενόντων δὲ τοῖς ἐπαίνοις, ἔφη, τί θαυμαστὸν εἰ πράγματι καλῷ καλῶς χρῶνται, τῇ δικαιοσύνῃ;

πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιατῶν, εἶπεν, ὁ τὶν[*](τὶν Cobet: τύνη.) ἀνομοιότατος.

ἑτέρου δὲ πυνθανομένου πόσοι εἰσὶν οἱ[*](οἱ (not in the mss.) is found in the other quotations of the passage.)

Λακεδαιμόνιοι, ὅσοι, εἶπεν, ἱκανοὶ τοὺς κακοὺς ἀπείργειν.

Καὶ τὸ αὐτὸ ἑτέρου πυνθανομένου, πολλοί σοι, ἔφη, δόξουσιν εἶναι, ἐὰν αὐτοὺς ἴδῃς μαχομένους.