Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Τήλεκλος ὁ βασιλεὺς πρὸς τὸν ἀδελφὸν ἐγκαλοῦντα τοῖς πολίταις ὡς ἀγνωμονέστερον αὐτῷ προσφερομένοις ἢ ἐκείνῳ, σὺ γάρ, εἶπεν, οὐκ οἶδας ἀδικεῖσθαι.

Θεόπομπος ἔν τινι πόλει πρὸς τὸν ἐπιδεικνύμενον τὸ τεῖχος αὐτῷ καὶ πυνθανόμενον, εἰ δοκεῖ καλὸν καὶ ὑψηλὸν εἶναι, οὐ δὴ γυναικῶν; [*](οὐ δὴ γυναικών F.C.B. from Moralia, 212 e, 215 d, 230 c (γυναικών also S. A. Naber): οὐ δεῖ, or οὐδʼ εἰ, γυναικῶν.) εἶπεν.

Ἀρχίδαμος, ἐν τῷ Πελοποννησιακῷ πολέμῳ τῶν συμμάχων ἀξιούντων ὁρίσαι τοὺς φόρους αὐτοῖς, εἶπεν, ὁ πόλεμος οὐ τεταγμένα σιτεῖται.

Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν εἶτα πρὸς τοὺς παρόντας, οὐδὲν οὕτως, ἔφη, μικρόν ἐστιν, ὃ μὴ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας.

ἐν δὲ μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας[*](ἐξελκύσαςMoralia 219 c: ἑλκύσας.) αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινεν ἐπερωτηθεὶς δὲ πῶς ἐτρώθη, προδούσης με τῆς ἀσπίδος, εἶπεν.

ἐπειδὴ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα

τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ προσῆλθον αὐτοῦ, πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανεν ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν αὐτὸν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἔσται τοιοῦτος, ἀγνοεῖτε, εἶπεν, ὦ ξένοι· Βρασίδας μὲν γὰρ ἦν ἀνὴρ ἀγαθός, ἁ δὲ Λακεδαίμων πολλὼς ἔχει τήνω κάρρονας.