Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Πεισίστρατος ὁ Ἀθηναίων τύραννος, ἐπεὶ τῶν φίλων τινὲς ἀποστάντες αὐτοῦ Φυλὴν κατέλαβον, ἦλθε πρὸς αὐτοὺς στρωματόδεσμον αὐτὸς κομίζων. πυνθανομένων δὲ ἐκείνων τί βούλεται, πείσας ὑμᾶς, εἶπεν, ἀπαγαγεῖν ἢ μὴ πείσας μένειν μεθʼ ὑμῶν, διὰ τοῦτο ἀφῖγμαι συνεσκευασμένος.

Διαβληθείσης δὲ τῆς μητρὸς πρὸς αὐτόν, ὡς ἐρᾷ τινος νεανίσκου καὶ κρύφα σύνεστι φοβουμένῳ καὶ παραιτουμένῳ τὰ πολλά, καλέσας ἐπὶ δεῖπνον τὸν νεανίσκον ἠρώτησε δειπνήσαντα, πῶς γέγονεν; ἡδέως, δὲ φήσαντος, ταῦτά σοι, ἔφη, καθʼ ἡμέραν ἔσται, ἐὰν τῇ μητρί μου ἀρέσκῃς.

ἐπεὶ δὲ Θρασύβουλος ἐρῶν αὐτοῦ τῆς θυγατρὸς ἐφίλησεν ἀπαντήσας, παροξυνόμενος ἐπʼ αὐτὸν ὑπὸ τῆς γυναικός, ἂν τοὺς φιλοῦντας, εἶπε, μισῶμεν, τί ποιήσομεν τοὺς μισοῦντας; καὶ ἔδωκε γυναῖκα τῷ Θρασυβούλῳ τὴν παρθένον.

Κωμαστῶν δέ τινων περιτυχόντων αὐτοῦ τῇ γυναικὶ καὶ πολλὰ πραξάντων ἀσελγῆ καὶ εἰπόντων, μεθʼ ἡμέραν δὲ τοῦ Πεισιστράτου δεομένων καὶ δακρυόντων, ὑμεῖς μέν, ἔφη, πειρᾶσθε σωφρονεῖν τὸ λοιπὸν ἡ δʼ ἐμὴ γυνὴ τὸ παράπαν ἐχθὲς οὐδαμῇ προῆλθε.

τῶν δὲ παίδων, αὐτοῦ γαμεῖν ἑτέραν γυναῖκα μέλλοντος, διαπυνθανομένων μή τι μεμφόμενος αὐτοὺς εἴη, ἥκιστα, εἶπεν, ἀλλʼ ἐπαινῶν

καὶ βουλόμενος ἑτέρους μοι παῖδας τοιούτους γενέσθαι.