Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἀντίπατρος δʼ ἔφη, ὡς δυοῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων οὔτε Φωκίωνα λαβεῖν πέπεικεν οὔτε Δημάδην διδοὺς ἐμπέπληκεν.

ἀξιοῦντος δὲ Ἀντιπάτρου ποιῆσαί τι τῶν μὴ δικαίων αὐτόν, οὐ δύνασαι, εἶπεν, Ἀντίπατρε, καὶ φίλῳ Φωκίωνι χρῆσθαι καὶ κόλακι.

μετὰ δὲ τὴν Ἀντιπάτρου τελευτὴν δημοκρατίας Ἀθηναίοις γενομένης κατεγνώσθη θάνατος τοῦ Φωκίωνος ἐν ἐκκλησίᾳ καὶ τῶν φίλων· οἱ μὲν οὖν ἄλλοι κλαίοντες ἤγοντο τῷ δὲ Φωκίωνι σιωπῇ βαδίζοντι τῶν ἐχθρῶν τις ἐνέπτυσεν ἀπαντήσας εἰς τὸ πρόσωπον. ὁ δὲ πρὸς τοὺς ἄρχοντας ἀποβλέψας, οὐ παύσει τις, εἶπε, τοῦτον ἀσχημονοῦντα;

τῶν δὲ μελλόντων συναποθνῄσκειν ἑνὸς ὀδυρομένου καὶ ἀγανακτοῦντος, οὐκ ἀγαπᾷς, εἶπεν, ὦ Θούδιππε, μετὰ Φωκίωνος ἀποθανούμενος;

ἤδη δὲ τῆς κύλικος αὐτῷ προσφερομένης, ἐρωτηθεὶς εἴ τι λέγει πρὸς τὸν υἱόν, ἔγωγε,[*](ἔγωγε E. Kurtz: ἐγώ σοι, suggested long ago, is preferred by Hatzidakis: ἐγώ σε. Perhaps αὐτῷ, Aelian, Var. Hist. xii. 49 (i.e. αὐτῷ γε) is right.) εἶπεν, ἐντέλλομαι καὶ παρακαλῶ μηδὲν Ἀθηναίοις μνησικακεῖν.