Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Σμικύθου δὲ Νικάνορα διαβάλλοντος ὡς ἀεὶ κακῶς λέγοντα τὸν Φίλιππον καὶ τῶν ἑταίρων οἰομένων δεῖν μεταπέμπεσθαι καὶ κολάζειν, ἀλλὰ μήν, ἔφη, Νικάνωρ οὐ φαυλότατός ἐστι Μακεδόνων ἐπισκεπτέον οὖν, μή τι γίνεται παρʼ ἡμᾶς. [*](παρʼ ἡμᾶς] παρʼ ἡμῖν E, perhaps rightly.) ὡς οὖν ἔγνω τὸν Νικάνορα θλιβόμενον ἰσχυρῶς ὑπὸ πενίας ἠμελημένον δὲ ὑπʼ αὐτοῦ, προσέταξε δωρεάν τινα αὐτῷ δοθῆναι. πάλιν οὖν τοῦ Σμικύθου λέγοντος ὅτι θαυμαστὰ περὶ αὐτοῦ πρὸς ἅπαντας ἐγκώμια λέγων ὁ Νικάνωρ διατελεῖ, ὁρᾶτε οὖν, εἶπεν, ὅτι παρʼ ἡμᾶς αὐτούς[*](παρʼ ἡμᾶς αὐτούς] πρὸς ἡμῶν αὐτῶν E, perhaps rightly.) ἐστι καὶ τὸ καλῶς καὶ τὸ κακῶς ἀκούειν.

τοῖς δὲ τῶν Ἀθηναίων δημαγωγοῖς ἔφη χάριν ἔχειν, ὅτι λοιδοροῦντες αὐτὸν βελτίονα ποιοῦσι καὶ τῷ λόγῳ καὶ τῷ ἤθει· πειρῶμαι γὰρ αὐτοὺς ἅμα καὶ τοῖς λόγοις καὶ τοῖς ἔργοις ψευδομένους ἐλέγχειν.

τῶν δὲ Ἀθηναίων, ὅσοι περὶ Χαιρώνειαν

ἑάλωσαν, ἀφεθέντων ὑπʼ αὐτοῦ δίχα λύτρων, τὰ σὲ ἱμάτια καὶ στρώματα προσαπαιτούντων καὶ τοῖς Μακεδόσιν ἐγκαλούντων, γελάσας ὁ Φίλιππος εἶπεν, οὐ δοκοῦσιν ὑμῖν Ἀθηναῖοι νομίζειν ἐν ἀστραγάλοις ὑφʼ ἡμῶν νενικῆσθαι;

τῆς δὲ κλειδὸς αὐτῷ καταγείσης ἐν πολέμῳ καὶ τοῦ θεραπεύοντος ἰατροῦ πάντως τι καθʼ ἡμέραν αἰτοῦντος, λάμβανε, ἔφη, ὅσα βούλει· τὴν γὰρ κλεῖν ἔχεις.

δυοῖν δὲ ἀδελφῶν Ἀμφοτεροῦ καὶ Ἑκατεροῦ, τὸν μὲν Ἑκατερὸν ἔμφρονα καὶ πρακτικὸν ὁρῶν, τὸν δὲ Ἀμφοτερὸν εὐήθη καὶ ἀβέλτερον ἔφη τὸν μὲν Ἑκατερὸν ἀμφότερον εἶναι, τὸν δὲ Ἀμφοτερὸν οὐδέτερον.