Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Φίλιππον τὸν Ἀλεξάνδρου πατέρα Θεόφραστος ἱστόρηκεν οὐ μόνον μέγαν[*](μέγαν added by F.C.B.) μεταξὺ τῶν βασιλέων, ἀλλὰ καὶ τῇ τύχῃ καὶ τῷ τρόπῳ μείζονα γενέσθαι καὶ μετριώτερον.[*](ἱστόρηκε τῶν μεταξὺ βασιλέων οὐ μόνον τῇ τύχῃ μείζονα, ἀλλὰ καὶ τῷ τρόπῳ γενέσθαι μετριώτερον Wyttenbach.)

Ἀθηναίους μὲν οὖν μακαρίζειν ἔλεγεν, εἰ καθʼ ἕκαστον ἐνιαυτὸν αἱρεῖσθαι δέκα στρατηγοὺς εὑρίσκουσιν αὐτὸς γὰρ ἐν πολλοῖς ἔτεσιν ἕνα μόνον στρατηγὸν εὑρηκέναι, Παρμενίωνα.

πολλῶν δὲ κατορθωμάτων αὐτῷ καὶ καλῶν ἐν μιᾷ ἡμέρᾳ προσαγγελθέντων, ὦ τύχη, εἶπε,

μικρόν τι μοι κακὸν ἀντὶ τῶν τοσούτων καὶ τηλικούτων ἀγαθῶν ποίησον.

ἐπεὶ δὲ νικήσαντι τοὺς Ἕλληνας αὐτῷ συνεβούλευον ἔνιοι φρουραῖς τὰς πόλεις κατέχειν, ἔφη μᾶλλον πολὺν χρόνον ἐθέλειν χρηστὸς ἢ δεσπότης ὀλίγον καλεῖσθαι.

τὸν δὲ λοίδορον ἐξελάσαι τῶν φίλων κελευόντων, οὐκ ἔφη ποιήσειν, ἵνα μὴ περιιὼν ἐν πλείοσι κακῶς λέγῃ.