Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἱππάρχου τοῦ Εὐβοέως ἀποθανόντος, δῆλος ἦν βαρέως φέρων· εἰπόντος δέ τινος, ἀλλὰ μὴν ὡραῖος ὢν ἐκεῖνος ἀποτέθνηκεν, ἑαυτῷ γε, εἶπεν, ἐμοὶ δὲ ταχέως· ἔφθη γὰρ τελευτῆσαι πρὶν ἢ παρʼ ἐμοῦ χάριν ἀξίαν τῆς φιλίας ἀπολαβεῖν.

πυθόμενος δʼ ἐγκαλεῖν αὐτῷ τὸν Ἀλέξανδρον, ὅτι παῖδας ἐκ πλειόνων ποιεῖται γυναικῶν, οὐκοῦν, ἔφη, πολλοὺς ἔχων περὶ τῆς βασιλείας ἀνταγωνιστὰς γενοῦ καλὸς κἀγαθός, ἵνα μὴ διʼ ἐμὲ τῆς βασιλείας τύχῃς ἀλλὰ διὰ σεαυτόν. ἐκέλευε δʼ αὐτὸν Ἀριστοτέλει προσέχειν καὶ φιλοσοφεῖν, ὅπως, ἔφη, μὴ πολλὰ τοιαῦτα πράξῃς, ἐφʼ οἷς ἐγὼ πεπραγμένοις μεταμέλομαι.

τῶν δὲ Ἀντιπάτρου φίλων τινὰ κατατάξας εἰς τοὺς δικαστάς, εἶτα τὸν πώγωνα βαπτόμενον

αἰσθανόμενος καὶ τὴν κεφαλήν, ἀνέστησεν εἰπὼν τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἀξιόπιστον ἐν πράγμασιν.

Μαχαίτᾳ δέ τινα κρίνων δίκην καὶ ὑπονυστάζων οὐ πάνυ προσεῖχε τοῖς δικαίοις ἀλλὰ κατέκρινεν ἐκείνου δὲ ἀναβοήσαντος ἐκκαλεῖσθαι τὴν κρίσιν, διοργισθεὶς ἐπὶ τίνα; εἶπε· καὶ ὁ Μαχαίτας, ἐπὶ σέ, βασιλεῦ, αὐτόν, ἂν ἐγρηγορὼς καὶ προσέχων ἀκούῃς. τότε μὲν οὖν ἀνέστη· γενόμενος δὲ μᾶλλον ἐφʼ ἑαυτῷ καὶ γνοὺς ἀδικούμενον τὸν Μαχαίταν τὴν μὲν κρίσιν οὐκ ἔλυσε, τὸ δὲ τίμημα τῆς δίκης αὐτὸς ἐξέτεισεν.

ἐπεὶ δὲ Ἅρπαλος ὑπὲρ συγγενοῦς καὶ οἰκείου Κράτητος ἀδικημάτων δίκην ἔχοντος ἠξίου τὴν ζημίαν εἰσενεγκεῖν ἀφεθῆναι δὲ τῆς κρίσεως, ἵνα μὴ λοιδορηθῇ, βέλτιόν ἐστιν, εἶπε, τοῦτον αὐτὸν[*](αὐτὸν] διʼ αὑτὸν Pantazides.) ἢ ἡμᾶς διὰ τοῦτον κακῶς ἀκούειν.

ἀγανακτούντων δὲ τῶν φίλων, ὅτι συρίττουσιν αὐτὸν ἐν Ὀλυμπίοις εὖ πεπονθότες οἱ Πελοποννήσιοι, τί οὖν, εἶπεν, ἐὰν κακῶς πάθωσι;

κοιμηθεὶς δὲ πλείονα χρόνον ἐπὶ στρατείας εἶτα διαναστάς, ἀσφαλῶς, εἶπεν, ἐκάθευδον Ἀντίπατρος γὰρ ἐγρηγόρει.

πάλιν δὲ ἡμέρας καθεύδοντος αὐτοῦ καὶ τῶν

ἠθροισμένων ἐπὶ θύραις Ἑλλήνων ἀγανακτούντων καὶ ἐγκαλούντων, ὁ Παρμενίων, μὴ θαυμάσητε,ʼ εἶπεν, εἰ καθεύδει νῦν Φίλιππος· ὅτε γὰρ ἐκαθεύδετε ὑμεῖς, οὗτος ἐγρηγόρει.

ψάλτην δέ τινα βουλομένου παρὰ δεῖπνον ἐπανορθοῦν αὐτοῦ καὶ λαλεῖν περὶ κρουμάτων, ὁ ψάλτης, μὴ γένοιτό σοι, εἶπεν, ὦ βασιλεῦ, κακῶς οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς.

ἐπεὶ δὲ διενεχθέντος αὐτοῦ πρὸς Ὀλυμπιάδα τὴν γυναῖκα καὶ τὸν υἱὸν ἧκε Δημάρατος ὁ Κορίνθιος, ἐπυνθάνετο πῶς πρὸς ἀλλήλους ἔχουσιν[*](ἔχουσιν] Hatzidakis would add ὁμονοίας from Moralia, 70 c, and Life of Alexander, chap. ix., but it is not absolutely necessary.) οἱ Ἕλληνες καὶ ὁ Δημάρατος, πάνυ γοῦν, ἔφη, σοὶ περὶ τῆς τῶν Ἑλλήνων ὁμονοίας ὁ λόγος ἐστίν, οὕτω πρὸς σὲ τῶν οἰκειοτάτων ἐχόντων. ὁ δὲ συμφρονήσας ἐπαύσατο τῆς ὀργῆς καὶ διηλλάγη πρὸς αὐτούς.

πρεσβύτιδος δὲ πενιχρᾶς ἀξιούσης ἐπʼ αὐτοῦ κριθῆναι καὶ πολλάκις ἐνοχλούσης, ἔφη μὴ σχολάζειν ἡ δὲ πρεσβῦτις ἐκκραγοῦσα, καὶ μὴ βασίλευε, εἶπεν. ὁ δὲ θαυμάσας τὸ ῥηθὲν οὐ μόνον ἐκείνης ἀλλὰ καὶ τῶν ἄλλων εὐθὺς διήκουσεν.