Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

δυοῖν δὲ ἀδελφῶν Ἀμφοτεροῦ καὶ Ἑκατεροῦ, τὸν μὲν Ἑκατερὸν ἔμφρονα καὶ πρακτικὸν ὁρῶν, τὸν δὲ Ἀμφοτερὸν εὐήθη καὶ ἀβέλτερον ἔφη τὸν μὲν Ἑκατερὸν ἀμφότερον εἶναι, τὸν δὲ Ἀμφοτερὸν οὐδέτερον.

τοὺς δὲ συμβουλεύοντας αὐτῷ πικρῶς χρῆσθαι τοῖς Ἀθηναίοις ἀτόπους ἔλεγεν εἶναι κελεύοντας ἄνθρωπον ὑπὲρ δόξης πάντα ποιοῦντα καὶ πάσχοντα ἀποβαλεῖν τὸ τῆς δόξης θέατρον.

γενόμενος δὲ κριτὴς δυοῖν πονηρῶν ἐκέλευσε τὸν μὲν φεύγειν ἐκ Μακεδονίας τὸν δὲ ἕτερον διώκειν.

μέλλων δὲ καταστρατοπεδεύειν ἐν χωρίῳ καλῷ καὶ πυθόμενος ὅτι χόρτος οὐκ ἔστι τοῖς ὑποζυγίοις, οἷος, εἶπεν, ὁ βίος ἡμῶν ἐστίν, εἰ καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ὀφείλομεν ζῆν;

φρούριον δέ τι βουλόμενος λαβεῖν ὀχυρόν, ὡς ἀπήγγειλαν οἱ κατάσκοποι χαλεπὸν εἶναι παντάπασι καὶ ἀνάλωτον, ἠρώτησεν εἰ χαλεπὸν

οὕτως ἐστίν, ὥστε μηδὲ ὄνον προσελθεῖν χρυσίον κομίζοντα.

τῶν δὲ περὶ Λασθένην τὸν Ὀλύνθιον ἐγκαλούντων καὶ ἀγανακτούντων, ὅτι προδότας αὐτοὺς ἔνιοι τῶν περὶ τὸν Φίλιππον ἀποκαλοῦσι, σκαιοὺς ἔφη φύσει καὶ ἀγροίκους εἶναι Μακεδόνας καὶ τὴν σκάφην σκάφην λέγοντας.

τῷ δὲ υἱῷ παρῄνει πρὸς χάριν ὁμιλεῖν τοῖς Μακεδόσι, κτώμενον ἑαυτῷ τὴν παρὰ τῶν πολλῶν δύναμιν,[*](δύναμιν] εὐμένειαν or εὔνοιαν Wyttenbach.) ἕως ἔξεστι βασιλεύοντος ἄλλου φιλάνθρωπον εἶναι.

συνεβούλευε δὲ τῶν ἐν ταῖς πόλεσι δυνατῶν καὶ τοὺς ἀγαθοὺς φίλους κτᾶσθαι καὶ τοὺς πονηρούς, εἶτα οἷς μὲν χρῆσθαι οἷς δʼ ἀποχρῆσθαι.

πρὸς δὲ Φίλωνα τὸν Θηβαῖον εὐεργέτην αὐτοῦ γενόμενον καὶ ξένον, ὁπηνίκα διῆγεν ἐν Θήβαις ὁμηρεύων, ὕστερον δὲ μηδεμίαν παρʼ αὐτοῦ δωρεὰν προσδεχόμενον, μή με, εἶπεν, ἀφαιροῦ τὸ ἀνίκητον, εὐεργεσίας καὶ χάριτος ἡττώμενον.

ληφθέντων δὲ πολλῶν αἰχμαλώτων, ἐπίπρασκεν αὐτοὺς ἀνεσταλμένῳ τῷ χιτῶνι καθήμενος οὐκ εὐπρεπῶς· εἷς οὖν τῶν πωλουμένων ἀνεβόησε, φεῖσαί μου, Φίλιππε, πατρικὸς γάρ εἰμί σου φίλος ἐρωτήσαντος δὲ τοῦ Φιλίππου, πόθεν, ἄνθρωπε, γενόμενος καὶ πῶς; ἐγγύς, ἔφη, φράσαι σοι βούλομαι προσελθών. ὡς οὖν

προσήχθη, μικρόν, ἔφη, κατωτέρω τὴν χλαμύδα ποίησον, ἀσχημονεῖς γὰρ οὕτω καθήμενος· καὶ ὁ Φίλιππος, ἄφετε αὐτόν, εἶπεν, ἀληθῶς γὰρ εὔνους ὢν καὶ φίλος ἐλάνθανεν.

ἐπεὶ δὲ ὑπό τινος ξένου κληθεὶς ἐπὶ δεῖπνον ἐν ὁδῷ[*](ἐν ὁδῷ] ἐν ἀγρῷ (?), cf. ἐπὶ χώρας Moralia, 123 f and 707 b.) πολλοὺς ἐπήγετο καὶ τὸν ξένον ἑώρα θορυβούμενον, ἦν γάρ οὐχ ἱκανὰ τὰ παρεσκευασμένα, προπέμπων τῶν φίλων ἑκάστῳ, πλακοῦντι χώραν ἐκέλευεν ἀπολείπειν· οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες οὐκ ἤσθιον πολλά, καὶ πᾶσιν οὕτως ἤρκεσεν.