Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

τῆς δὲ μητρὸς αὐτοῦ παρήλικος μὲν οὔσης δοθῆναι δὲ ἀνδρὶ βουλομένης, ἔφη τοὺς μὲν τῆς πόλεως βιάσασθαι νόμους δύνασθαι, τοὺς δὲ τῆς φύσεως μὴ δύνασθαι.

πικρῶς δὲ τοὺς ἄλλους κακούργους κολάζων, ἐφείδετο τῶν λωποδυτῶν, ὅπως παύσωνται οἱ Συρακούσιοι τοῦ δειπνεῖν καὶ μεθύσκεσθαι μετʼ ἀλλήλων.

ξένου δέ τινος ἰδίᾳ φράσειν φάσκοντος αὐτῷ καὶ διδάξειν ὅπως προειδήσει τοὺς ἐπιβουλεύοντας, ἐκέλευσεν εἰπεῖν· ἐπεὶ δὲ προσελθών, δός, εἶπε, μοι τάλαντον, ἵνα δόξῃς ἀκηκοέναι τὰ σημεῖα τῶν ἐπιβουλευόντων, ἔδωκε προσποιούμενος ἀκηκοέναι καὶ θαυμάζων[*](θαυμάζων Stobaeus, Flor. iii. 65: θαυμάζειν.) τὴν μέθοδον τοῦ ἀνθρώπου.

πρὸς δὲ τὸν πυθόμενον εἰ σχολάζοι, μηδέποτε, εἶπεν, ἐμοὶ τοῦτο συμβαίη.

δύο δὲ ἀκούσας νεανίσκους πολλὰ βλάσφημα περὶ αὐτοῦ καὶ τῆς τυραννίδος εἰρηκέναι παρὰ πότον, ἀμφοτέρους ἐκάλεσεν ἐπὶ δεῖπνον ὁρῶν δὲ τὸν μὲν παροινοῦντα καὶ ληροῦντα πολλά, τὸν δὲ σπανίως καὶ μετʼ εὐλαβείας ταῖς πόσεσι χρώμενον, ἐκεῖνον μὲν ἀπέλυσεν ὡς φύσει παροινήσαντα καὶ διὰ μέθην κακολογήσαντα, τοῦτον δὲ ἀνεῖλεν ὡς δύσνουν καὶ πολέμιον ἐκ προαιρέσεως.