Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Διονύσιος ὁ πρεσβύτερος, κληρουμένων κατὰ γράμμα τῶν δημηγορούντων, ὡς ἔλαχε Μ, πρὸς

τὸν εἰπόντα, μωρολογεῖς,[*](μωρολογεῖς] μωρολογήσεις Kronenberg.) Διονύσιε· μοναρχήσω μὲν οὖν, εἶπε, καὶ δημηγορήσας εὐθὺς ᾑρέθη στρατηγὸς ὑπὸ τῶν Συρακουσίων.

ἐπεὶ δʼ ἐν ἀρχῇ τῆς τυραννίδος ἐπολιορκεῖτο, συστάντων ἐπʼ αὐτὸν τῶν πολιτῶν, οἱ μὲν φίλοι συνεβούλευον ἀπαλλαγῆναι τῆς ἀρχῆς, εἰ μὴ βούλεται κρατηθεὶς ἀποθανεῖν· ὁ δὲ βοῦν ἰδὼν σφαττόμενον ὑπὸ μαγείρου καὶ πίπτοντα ταχέως, εἶτα οὐκ ἀηδές[*](ἀηδές] εὐηθές Wyttenbach: ἀειδές Parmentier.) ἐστιν, εἶπεν, οὕτω βραχὺν ὄντα τὸν θάνατον φοβηθέντας ἡμᾶς ἀρχὴν ἐγκαταλιπεῖν τηλικαύτην;

τὸν δὲ υἱὸν αἰσθόμενος, ᾧ τὴν ἀρχὴν ἀπολιπεῖν ἔμελλεν, ἀνδρὸς ἐλευθέρου διαφθείραντα γύναιον, ἠρώτησε μετʼ ὀργῆς, τί τοιοῦτον αὐτῷ σύνοιδεν. εἰπόντος δὲ τοῦ νεανίσκου, σὺ γὰρ οὐκ εἶχες πατέρα τύραννον, οὐδὲ σύ, εἶπεν, υἱὸν ἕξεις, ἐὰν μὴ παύσῃ ταῦτα ποιῶν.

πάλιν δὲ πρὸς αὐτὸν εἰσελθὼν καὶ θεασάμενος ἐκπωμάτων χρυσῶν καὶ ἀργυρῶν πλῆθος ἀνεβόησεν, οὐκ ἔστιν ἐν σοὶ τύραννος, ὃς ἀφʼ ὧν λαμβάνεις ἀπʼ ἐμοῦ ποτηρίων τοσούτων φίλον οὐδένα σεαυτῷ πεποίηκας.

χρήματα δὲ εἰσπράττων τοὺς Συρακουσίους, εἶτα ὁρῶν ὀδυρομένους καὶ δεομένους καὶ λέγοντας ὡς οὐκ ἔχουσιν, ἐκέλευσεν ἕτερα πράττειν, καὶ δὶς ἢ τρὶς τοῦτο ἐποίησεν· ἐπεὶ δὲ προστάξας πλείονα γελᾶν ἤκουσεν αὐτοὺς καὶ σκώπτειν ἐν ἀγορᾷ

περιιόντας, ἐκέλευσε παύσασθαι· νῦν γὰρ οὐδὲν ἔχουσιν, εἶπεν, ὅτε καταφρονοῦσιν ἡμῶν.