Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

Δημάδης μὲν γὰρ Ἀλεξάνδρου τελευτήσαντος εἴκαζε τὴν Μακεδόνων στρατιὰν ἐκτετυφλωμένῳ τῷ Κύκλωπι, πολλὰς κινουμένην ὁρῶν κινήσεις ἀτάκτους καὶ παραφόρους· τὴν δὲ Ῥωμαίων ἡγεμονίαν ὅμοια τοῖς λεγομένοις Τιτανικοῖς πάθεσι καὶ κινήμασι κατελάμβανεν, εἰς πολλὰ διασπωμένην ἅμα καὶ πολλαχόθεν αὖθις ἑαυτῇ συμπίπτουσαν, οὐχ οὕτως ὑπὸ φιλαρχίας τῶν ἀναγορευομένων αὐτοκρατόρων, ὡς φιλοπλουτίας καὶ ἀκολασίας τὸν στρατιωτικοῦ διʼ ἀλλήλων ὥσπερ ἥλους τοὺς ἡγεμόνας ἐκκρούοντος.

καίτοι Διονύσιος Φεραῖον ἄρξαντα Θετταλῶν δέκα μῆνας, εἶτα εὐθὺς ἀναιρεθέντα, τὸν τραγικὸν ἀνεκάλει τύραννον, ἐπισκώπτων τὸ τάχος τῆς μεταβολῆς, ἡ δὲ τῶν Καισάρων ἑστία, τὸ Παλάτιον, ἐν ἐλάσσονι χρόνῳ τέσσαρας αὐτοκράτορας ὑπεδέξατο, τὸν μὲν εἰσαγόντων ὥσπερ διὰ σκηνῆς, τὸν δʼ ἐξαγόντων. ἀλλʼ ἦν γε παραμυθία τοῖς κακῶς πάσχουσι μία τὸ μὴ δεηθῆναι δίκης ἑτέρας ἐπὶ τοὺς αἰτίους, ἀλλʼ ὁρᾶν αὐτοὺς ὑφʼ ἑαυτῶν φονευομένους, πρῶτον δε καὶ δικαιότατα πάντων τὸν δελεάσαντα καὶ διδάξαντα τοσοῦτον ἐλπίζειν ἐπὶ μεταβολῇ Καίσαρος ὅσον αὐτὸς ὑπέσχετο, κάλλιστον ἔργον διαβαλὼν τῷ μισθῷ, τὴν ἀπὸ Νέρωνος ἀποστασίαν προδοσίαν γενομένην.

Νυμφίδιος γὰρ Σαβῖνος ὢν ἔπαρχος, ὥσπερ εἴρηται, μετὰ Τιγελλίνου τῆς αὐλῆς, ἐπεὶ τὰ Νέρωνος ἀπέγνωστο παντάπασι καὶ δῆλος ἦν

p.210
ἀποδρασόμενος εἰς Αἴγυπτον, ἔπεισε τὸ στρατιωτικόν, ὡς μηκέτι παρόντος, ἀλλʼ ἤδη πεφευγότος, αὐτοκράτορα Γάλβαν ἀναγορεῦσαι,