Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ μὲν Ἀθηναῖος Ἰφικράτης τὸν μισθοφόρον

paris.1624.1053
ἠξίου στρατιώτην καὶ φιλόπλουτον εἶναι καὶ φιλήδονον, ὅπως ταῖς ἐπιθυμίαις χορηγίαν ἐπιζητῶν ἀγωνίζηται παραβολώτερον, οἱ δὲ πλεῖστοι, καθάπερ ἐρρωμένον σῶμα, τὸ στρατιωτικὸν ἀξιοῦσιν ἰδίᾳ μηδέποτε χρώμενον ὁρμῇ συγκινεῖσθαι τῇ τοῦ στρατηγοῦ.

διὸ καὶ Παῦλον Αἰμίλιον λέγουσι τὴν ἐν Μακεδονίᾳ δύναμιν παραλαβόντα λαλιᾶς καὶ περιεργίας, οἷον διαστρατηγοῦσαν, ἀνάπλεων, παρεγγυῆσαι τὴν χεῖρα ποιεῖν ἑτοίμην καὶ τὴν μάχαιραν ὀξεῖαν ἕκαστον, αὐτῷ δὲ τῶν ἄλλων μελήσειν.

ὁ δὲ Πλάτων οὐδὲν ἔργον ὁρῶν ἄρχοντος ἀγαθοῦ καὶ στρατηγοῦ στρατιᾶς μὴ σωφρονούσης μηδὲ ὁμοπαθούσης, ἀλλὰ τὴν πειθαρχικὴν ἀρετὴν ὁμοίως τῇ βασιλικῇ νομίζων φύσεως γενναίας καὶ τροφῆς φιλοσόφου δεῖσθαι, μάλιστα τῷ πρᾴῳ καὶ φιλανθρώπῳ τὸ θυμοειδὲς καὶ δραστήριον ἐμμελῶς ἀνακεραννυμένης, ἄλλα τε πάθη πολλὰ καὶ τὰ Ῥωμαίοις συμπεσόντα μετὰ τὴν Νέρωνος τελευτὴν ἔχει μαρτύρια καὶ παραδείγματα τοῦ μηδὲν εἶναι φοβερώτερον

p.208
ἀπαιδεύτοις χρωμένης καὶ ἀλόγοις ὁρμαῖς ἐν ἡγεμονίᾳ στρατιωτικῆς δυνάμεως.