Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὦ τὸ κάλλιστον ἐν Πέρσαις ὄνομα Κύρου καταισχύνων, ἀδικώτατε ἀνδρῶν καὶ ἀφρονέστατε, κακοὺς μὲν Ἕλληνας ἔρχῃ κακὴν ὁδὸν ἄγων ἐπὶ τὰ Περσῶν ἀγαθά, δεσπότην δὲ σεαυτοῦ καὶ ἀδελφὸν ἐλπίζων ἀναιρήσειν, ὃς σοῦ μυριάκις μυρίους δούλους ἔχει κρείσσονας. αὐτίκα δὲ πειράσῃ· πρότερον γὰρ ἀπολεῖς ἐνταῦθα τὴν σεαυτοῦ κεφαλὴν ἢ θεάσασθαι τὸ βασιλέως πρόσωπον.

ταῦτα εἰπὼν ἐξηκόντισεν ἐπʼ αὐτόν. ὁ δὲ θώραξ στερεῶς ἀντέσχε, καὶ οὐκ ἐτρώθη μὲν ὁ Κῦρος, ἐκραδάνθη δὲ τῆς πληγῆς ἰσχυρᾶς προσπεσούσης. ἀποστρέψαντος δὲ τὸν ἵππον τοῦ Ἀρταγέρσου βαλὼν ὁ Κῦρος ἔτυχε, καὶ διήλασε παρὰ τὴν κλεῖδα διὰ τοῦ τραχήλου τὴν αἰχμήν.

τὸν μὲν οὖν Ἀρταγέρσην ἀποθανεῖν ὑπὸ τοῦ Κύρου σχεδὸν ἅπαντες ὁμολογοῦσι· περὶ δὲ τῆς αὐτοῦ Κύρου τελευτῆς ἐπεὶ Ξενοφῶν ἁπλῶς καὶ συντόμως, ἅτε δὴ μὴ παρὼν αὐτός, εἶπεν, οὐδὲν ἴσως κωλύει τὰ Δείνωνος ἰδίᾳ καὶ πάλιν τὰ Κτησίου διελθεῖν.

φησὶν οὖν ὁ μὲν Δείνων ὅτι τοῦ Ἀρταγέρσου πεσόντος εἰσελάσας βιαίως ὁ Κῦρος εἰς τοὺς προτεταγμένους τοῦ βασιλέως κατέτρωσεν αὐτοῦ τὸν ἵππον, ὁ δὲ ἀπερρύη Τηριβάζου δὲ

p.148
ἀναβαλόντος αὐτὸν ἐπʼ ἄλλον ἵππον ταχὺ καὶ εἰπόντος, ὦ βασιλεῦ, μέμνησο τῆς ἡμέρας
paris.1624.1016
ταύτης· οὐ γὰρ ἀξία λήθης ἐστί, πάλιν ὁ Κῦρος ἐνσείσας τῷ ἵππῳ κατέβαλε τὸν Ἀρτοξέρξην.

πρὸς δὲ τὴν τρίτην ἐπέλασιν δυσανασχετήσας ὁ βασιλεὺς, καὶ εἰπὼν πρὸς τοὺς παρόντας ὡς βέλτιόν ἐστι μὴ ζῆν, ἀντεξήλαυνε τῷ Κύρῳ προπετῶς καὶ ἀπερισκέπτως εἰς ἐναντία βέλη φερομένῳ. καὶ βάλλει μὲν αὐτὸς ἀκοντίῳ, βάλλουσι δὲ οἱ.

περὶ αὐτόν, πίπτει δὲ ὁ Κῦρος, ὡς μὲν ἔνιοι λέγουσι, πληγεὶς ὑπὸ τοῦ βασιλέως, ὡς δὲ ἕτεροί τινες, Καρὸς ἀνθρώπου πατάξαντος, ᾧ γέρας ἔδωκε τῆς πράξεως ταύτης ὁ βασιλεὺς ἀλεκτρυόνα χρυσοῦν ἐπὶ δόρατος ἀεὶ πρὸ τῆς τάξεως ἐν ταῖς στρατείαις κομίζειν· καὶ γὰρ αὐτοὺς τοὺς Κᾶρας ἀλεκτρυόνας οἱ Πέρσαι διὰ τοὺς λόφους, οἷς κοσμοῦσι τὰ κράνη, προσηγόρευον.