Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἡ δὲ Κτησίου διήγησις, ὡς ἐπιτεμόντι πολλὰ συντόμως ἀπαγγεῖλαι, τοιαύτη τίς ἐστι. Κῦρος ἀποκτείνας Ἀρταγέρσην ἤλαυνεν εἰς αὐτὸν βασιλέα τὸν ἵππον, καὶ αὐτὸς εἰς ἐκεῖνον, ἀμφότεροι σιωπῇ· φθάνει δὲ βαλὼν Ἀριαῖος ὁ Κύρου φίλος βασιλέα, καὶ οὐκ ἔτρωσε· βασιλεὺς δὲ ἀφεὶς τὸ δόρυ Κύρου μὲν οὐκ ἔτυχε, Σατιφέρνην δέ, πιστὸν ἄνδρα Κύρῳ καὶ γενναῖον, ἔβαλε καὶ ἀπέκτεινε.

Κῦρος δʼ ἐπʼ αὐτὸν ἐξακοντίσας διὰ τοῦ θώρακος ἔτρωσε τὸ στῆθος, ὅσον ἐνδῦναι δύο δακτύλους τὸ ἀκόντιον, πεσεῖν δὲ αὐτὸν ὑπὸ τῆς πληγῆς ἀπὸ τοῦ ἵππου. φυγῆς δὲ καὶ ταραχῆς τῶν περὶ αὐτὸν γενομένης, ὁ μὲν ἀναστὰς μετʼ

p.150
ὀλίγων, ἐν οἷς καὶ Κτησίας ἦν, λόφον τινὰ πλησίον καταλαβὼν ἡσύχαζε Κῦρον δὲ τοῖς πολεμίοις ἐνειλούμενον ὁ ἵππος ἐξέφερεν ὑπὸ θυμοῦ μακράν, ἤδη σκότους ὄντος ἀγνοούμενον ὑπὸ τῶν πολεμίων καὶ ζητούμενον ὑπὸ τῶν φίλων.

ἐπαιρόμενος δὲ τῇ νίκῃ καὶ μεστὸς ὢν ὁρμῆς καὶ θράσους διεξήλαυνε βοῶν, Ἐξίστασθε, πενιχροί. τοῦτο δὲ περσιστὶ πολλάκις αὑτοῦ βοῶντος, οἱ μὲν ἐξίσταντο προσκυνοῦντες, ἀποπίπτει δὲ τῆς κεφαλῆς ἡ τιάρα τοῦ Κύρου. καὶ παρατρέχων νεανίας Πέρσης ὄνομα Μιθριδάτης ἀκοντίῳ βάλλει τὸν κρόταφον αὑτοῦ παρὰ τὸν ὀφθαλμόν, ἀγνοῶν ὅστις εἴη.

πολὺ δὲ αἷμα τοῦ τραύματος ἐκβαλόντος ἰλιγγιάσας καὶ καρωθεὶς ὁ Κῦρος ἔπεσε, καὶ ὁ μὲν ἵππος ὑπεκφυγὼν ἐπλάζετο, τὸν δʼ ἐφίππειον πῖλον ἀπορρυέντα λαμβάνει τοῦ τὸν Κῦρον βαλόντος ἀκόλουθος αἵματος περίπλεω, τὸν δὲ Κῦρον ἐκ τῆς πληγῆς ἀναφέροντα χαλεπῶς καὶ μόλις εὐνοῦχοί τινες ὀλίγοι παρόντες ἐπεχείρουν ἐπʼ ἄλλον ἵππον ἀναθέσθαι καὶ σῴζειν.

ἀδυνάτως δʼ ἔχοντα καὶ διʼ αὑτοῦ προθυμούμενον βαδίζειν ὑπολαβόντες ἦγον, τῷ μὲν σώματι καρηβαροῦντα καὶ σφαλλόμενον, οἰόμενον δὲ νικᾶν ἀκούοντα τῶν φευγόντων ἀνακαλουμένων Κῦρον βασιλέα καὶ φείδεσθαι δεομένων. ἐν δὲ τούτῳ Καύνιοί τινες ἄνθρωποι κακόβιοι καὶ ἄποροι καὶ ταπεινῶν ὑπουργημάτων ἕνεκα τῇ τοῦ βασιλέως στρατιᾷ παρακολουθοῦντες ἔτυχον συναναμιχθέντες ὡς φίλοις τοῖς περὶ τὸν Κῦρον.

ὡς δὲ μόλις·

p.152
συνεῖδον τὰ ἐπιθωρακίδια φοινικᾶ, λευκοῖς χρωμένων τῶν βασιλικῶν ἁπάντων, ἔγνωσαν πολεμίους ὄντας, εἷς οὖν ἐκείνων ἐτόλμησεν ἀγνοῶν ἐξόπισθεν βαλεῖν τὸν Κῦρον ἀκοντίῳ. τῆς δὲ περὶ τὴν ἰγνύαν φλεβὸς ἀναρραγείσης πεσὼν ὁ Κῦρος ἅμα παίει πρός τινι λίθῳ τὸν τετρωμένον κρόταφον καὶ ἀποθνῄσκει, τοιοῦτος μὲν ὁ Κτησίου λόγος, ᾧ καθάπερ ἀμβλεῖ ξιφιδίῳ μόλις ἀναιρῶν τὸν ἄνθρωπον ἀνῄρηκεν.