Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐπεὶ δὲ τοὺς Κύρῳ συναναβάντας Ἕλληνας σπουδάσας λαβεῖν ὁ βασιλεὺς οὐδὲν ἧττον ἢ Κύρου περιγενέσθαι καί τὴν βασιλείαν· κατασχεῖν οὐκ ἔλαβεν, ἀλλὰ Κῦρον τὸν ἡγεμόνα καί τοὺς αὑτῶν στρατηγοὺς ἀποβαλόντες ἐξ αὑτῶν μονονουχὶ τῶν βασιλείων ἐσώθησαν, ἐξελέγξαντες

p.174
καί ἀποφήναντες τὰ Περσῶν καί βασιλέως πράγματα χρυσὸν ὄντα πολὺν καί τρυφὴν καί γυναῖκας, τὰ δὲ ἄλλα τῦφον καί ἀλαζονείαν,

πᾶσα μὲν ἡ Ἑλλὰς ἐξεθάρρησε καί κατεφρόνησε τῶν βαρβάρων, Λακεδαιμονίοις δὲ καί δεινὸν ἐφαίνετο μὴ νῦν γε δουλείας ἐξελέσθαι τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας μηδὲ παῦσαι προπηλακιζομένους ὑπʼ αὑτῶν, πρότερον δὲ διὰ Θίμβρωνος, εἶτα διὰ Δερκυλλίδου πολεμοῦντες, οὐδὲν δὲ πράττοντες ἀξιόλογον, Ἀγησιλάῳ τῷ βασιλεῖ τὸν πόλεμον ἐπέτρεψαν.

ὁ δὲ περαιωθεὶς ναυσὶν εἰς Ἀσίαν εὐθὺς ἦν ἐνεργὸς καί δόξαν εἶχε μεγάλην καί Τισσαφέρνην παραταξάμενος ἐνίκησε καί τὰς πόλεις ἀφίστη. τούτων δὲ γενομένων συμφρονήσας ὁ Ἀρτοξέρξης ὃν τρόπον αὐτοῖς ἐστι πολεμητέον, ἔπεμψε Τιμοκράτην τὸν Ῥόδιον εἰς τὴν Ἑλλάδα χρυσίον πολὺ κομίζοντα, διδόναι καί διαφθείρειν τοὺς πλεῖστον ἐν ταῖς πόλεσι δυναμένους κελεύσας, καί πόλεμον Ἑλληνικὸν κινεῖν ἐπὶ τὴν Λακεδαίμονα.

τοῦ δὲ Τιμοκράτους ταῦτα πράττοντος καί τῶν μεγίστων πόλεων συνισταμένων καί τῆς Πελοποννήσου διαταραττομένης, μετεπέμποντο τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας οἱ ἄρχοντες, ὅτε δὴ καί φασιν αὐτὸν ἀπιόντα πρὸς τοὺς φίλους εἰπεῖν ὡς τρισμυρίοις τοξόταις ἐξελαύνοιτο τῆς Ἀσίας ὑπὸ βασιλέως· τὸ γὰρ Περσικὸν νόμισμα τοξότην ἐπίσημον εἶχεν.