Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

γίνεται δὲ μικρὸν ἐν Πέρσαις ὀρνίθιον, ᾧ περιττώματος οὐδέν ἐστιν, ἀλλʼ ὅλον διάπλεων πιμελῆς τὰ ἐντός· καὶ νομίζουσιν ἀνέμῳ καὶ δρόσῳ τρέφεσθαι τὸ ζῷον ὀνομάζεται δὲ ῥυντάκης. τοῦτό φησιν ὁ Κτησίας μικρᾷ μαχαιρίδι κεχρισμένῃ τῷ φαρμάκῳ κατὰ θάτερα τὴν Παρύσατιν διαιροῦσαν ἐκμάξαι τῷ ἑτέρῳ μέρει τὸ φάρμακον· καὶ τὸ μὲν ἄχραντον καὶ καθαρὸν εἰς τὸ στόμα βαλοῦσαν

p.172
αὐτὴν ἐσθίειν, δοῦναι δὲ τῇ Στατείρᾳ πεφαρμαγμένον·

ὁ δὲ Δείνων οὐ τὴν Παρύσατιν, ἀλλὰ τὸν Μελάνταν τέμνοντα τῷ μαχαιρίῳ τὰ φαρμασσόμενα τῶν κρεῶν τιθέναι κατὰ τὴν Στάτειραν. ἀποθνῄσκουσα δʼ οὖν ἡ γυνὴ μετὰ πόνων μεγάλων

paris.1624.1021
καὶ σπαραγμῶν αὐτή τε συνῃσθάνετο τοῦ κακοῦ καὶ βασιλεῖ παρέσχεν ὑποψίαν κατὰ τῆς μητρός, εἰδότι τὸ θηριῶδες αὑτῆς καὶ δυσμείλικτον.

ὅθεν εὐθὺς ἐπὶ τὴν ζήτησιν ὁρμήσας τοὺς μὲν ὑπηρέτας καὶ τραπεζοκόμους τῆς μητρὸς συνέλαβε καὶ κατεστρέβλωσε, τὴν δὲ Γίγιν ἡ Παρύσατις πολὺν χρόνον εἶχεν οἴκοι μεθʼ αὑτῆς καὶ βασιλέως ἐξαιτοῦντος οὐκ ἔδωκεν, ἀλλʼ ὕστερον αὑτῆς δεηθείσης εἰς τὸν οἶκον ἀφεθῆναι νυκτός, αἰσθόμενος καὶ λόχον ὑφεὶς συνήρπασε καὶ κατέγνω θάνατον.

ἀποθνῄσκουσι δὲ οἱ φαρμακεῖς ἐν Πέρσαις κατὰ νόμον οὕτως· λίθος ἐστὶ πλατύς, ἐφʼ οὗ τὴν κεφαλὴν καταθέντες αὐτῶν ἑτέρῳ λίθῳ παίουσι καὶ πιέζουσιν, ἄχρι οὗ συνθλάσωσι τὸ πρόσωπον καὶ τὴν κεφαλήν, ἡ μὲν οὖν Γίγις οὕτως ἀπέθανε, τὴν δὲ Παρύσατιν ὁ Ἀρτοξέρξης ἄλλο μὲν οὐδὲν οὔτε εἶπε κακὸν οὔτε ἐποίησεν, εἰς δὲ Βαβυλῶνα βουλομένην ἐξέπεμψεν εἰπὼν, ἕως ἐκείνη περίεστιν αὐτὸς οὐκ ὄψεσθαι Βαβυλῶνα, τὰ μὲν κατὰ τὴν οἰκίαν οὕτως εἶχεν.