Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τοῦτο μάλιστα τοὺς Ἀράτου στρατιώτας ἐπέρρωσεν, οἰομένους τὸν κυνηγὸν ἐπικρύπτειν κοινωνοῦντα τῇ πράξει, εἶναι δὲ πολλοὺς καὶ ἄλλους ἐν τῇ πόλει τοὺς συνεργοῦντας. οὐ μὴν ἀλλὰ τῷ τείχει προσβαλόντων χαλεπὸς ἦν ὁ κίνδυνος καὶ μῆκος ἐλάμβανε, τῶν κλιμάκων κραδαινομένων εἰ μὴ καθʼ ἕνα καὶ σχολαίως ἀναβαίνοιεν ἡ δὲ ὥρα κατήπειγεν, ἤδη φθεγγομένων ἀλεκτρυόνων, καὶ ὅσον οὔπω τῶν ἐξ ἀγροῦ τι φέρειν εἰωθότων πρὸς ἀγορὰν ἐπερχομένων.

διὸ καὶ σπεύδων ὁ Ἄρατος ἀνέβαινε, τεσσαράκοντα τῶν πάντων ἀναβεβηκότων πρὸ αὐτοῦ· καὶ προσδεξάμενος ἔτι τῶν κάτωθεν ὀλίγους ἐπὶ τὴν οἰκίαν τοῦ τυράννου καὶ τὸ στρατήγιον ἀνῆλθεν ἐνταῦθα γὰρ οἱ μισθοφόροι παρενυκτέρευον. ἄφνω δὲ ἐπιπεσὼν αὐτοῖς καὶ συλλαβὼν ἅπαντας, οὐδένα δὲ ἀποκτείνας, εὐθὺς διεπέμπετο πρὸς τοὺς φίλους ἀνακαλούμενος . ἕκαστον ἀπʼ οἰκίας.

καὶ συνδραμόντων πανταχόθεν, ἡμέρα μὲν ὑπέλαμπεν ἤδη καὶ τὸ θέατρον ἦν ὄχλου μεστόν, ἔτι πρὸς τὴν ἄδηλον αἰωρουμένων φήμην καὶ σαφὲς οὐδὲν εἰδότων ὑπὲρ τῶν πραττομένων, πρίν γε δὴ προελθὼν ὁ κῆρυξ εἶπεν ὡς Ἄρατος ὁ Κλεινίου παρακαλεῖ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν.